αὐτὴν ταῖς ἡμετέραις διανοίαις προλήψεις οὐκ ἀγαθαὶ, καὶ τῶν ἐν ἡμῖν ὄντων παθῶν ἡ δυσ καταγώνιστος τυραννίς· διόπερ εἰδὼς ὡς ψυχικὸς ἄνθρωπος ταῦτα οὐ δέχεται, μωρίαν ἡγούμενος τὰ τοῦ Πνεύματος λόγια καὶ ἀδύνατα εἰς κατόρθωσιν, διαιρῶν τοὺς τοιούτους ἀπὸ τῶν ἀκούειν δυναμένων· Ὑμῖν λέγω, φησὶ, τοῖς ἀκούουσιν, καὶ ποιεῖν ἑτοί μως τὰ λεγόμενα προαιρουμένοις. Τὸ γὰρ εὐδόκιμον εἰς ἀνδρείαν τὴν πνευματικὴν, ἐν τοῖς πειρασμοῖς καὶ πόνοις διαφαίνεται. Μίμησαι οὖν ἐν τούτοις Χριστόν· "Ὃς λοιδορούμενος οὐκ ἀντελοιδόρει, πάσχων οὐκ ἠπείλει· παρεδίδου δὲ τῷ κρίνοντι δι καίως." Ἀλλ' ἴσως κατὰ σαυτὸν, ἐκεῖνο ἐρεῖς· Θεὸς ἦν ὁ Χριστὸς, ἐγὼ δὲ ἄνθρωπος ἀσθενὴς, ἔχων τὴν διάνοιαν ἀσθενῆ, καὶ ἀνικάνως ἔχουσαν πρὸς τὸ δύνασθαι καὶ πλεονεξίας καὶ λύπης κατευμεγεθῆσαι. Ὀρθῶς ἐρεῖς· εὐόλισθος γὰρ ὁ ἀνθρώπινος νοῦς εἰς τὸ πλημμελεῖν. Πλὴν ἐκεῖνό φημι· Οὐκ ἀφῆκέ σε γυμνὸν τῆς παρ' αὐτοῦ φειδοῦς καὶ ἀγάπης ὁ Κύ ριος· ἔχεις αὐτὸν ἐν σεαυτῷ, ἤτοι ἐντὸς, διὰ τοῦ ἁγίου Πνεύματος· οἶκος γάρ ἐσμεν αὐτοῦ, καὶ ταῖς τῶν ἀγαπώντων αὐτὸν ψυχαῖς ἐναυλίζεται. Αὐτός σε νευροῖ πρὸς τὸ φέρειν γενναίως τὰ παρεμπίπτοντα, καὶ ταῖς τῶν πειρασμῶν ἐμβολαῖς ἀντανίστασθαι νεανικῶς· "Μὴ νικῶ τοίνυν ὑπὸ τοῦ κακοῦ, ἀλλὰ νίκα ἐν τῷ ἀγαθῷ τὸ κακόν." 9Τῷ τύπτοντί σε ἐπὶ τὴν σιαγόνα, πάρεχε καὶ τὴν ἄλλην.9 (A f. 103, B f. 65 b) Τέλος νόμου καὶ προφητῶν γενέσθαι Χριστὸν, ὁ σοφώτατος ἔφη Παῦλος· παιδ αγωγεῖ γὰρ ὁ νόμος ἐπὶ τὸ αὐτοῦ μυστήριον. Ἀλλ' ὡς αὐτὸς ἔφη πάλιν ὁ μακάριος Παῦλος, ἐλθούσης τῆς πίστεως, οὐκέτι ὑπὸ διαγωγόν ἐσμεν· οὐ γὰρ ἔτι τὰς φρένας νηπιάζομεν, ηὐξήθημεν δὲ μᾶλλον εἰς ἄνδρα τέλειον, εἰς μέτρον ἡλικίας τοῦ πληρώμα τος τοῦ Χριστοῦ. Ἔδει τοίνυν ἡμῖν οὑ γάλακτος, τροφῆς δὲ μᾶλλον τῆς στερεωτέρας· τοῦτο ἡμῖν χαρί ζεται Χριστὸς, τῆς ὑπὲρ νόμον δικαιοσύνης ἐμφα νίζων τὴν ὁδόν· ἔφη γὰρ αὐτὸς τοῖς ἁγίοις ἀποστό λοις· "Ἀμὴν λέγω ὑμῖν, ἐὰν μὴ περισσεύσῃ ἡ δι καιοσύνη ὑμῶν πλέον τῶν Γραμματέων καὶ Φαρι 72.597 σαίων, οὐ μὴ εἰσέλθητε εἰς τὴν βασιλείαν τῶν οὐρα νῶν." Εἶτα, τί τὸ περιττὸν ἐν δικαιοσύνῃ τῇ κατά ἑ, φημὶ, τὸ εὐαγγελικὸν καὶ σωτήριον κήρυγμα, δι ειπεῖν ἀναγκαῖον. Ὁ νόμος ὁ διὰ Μωϋσέως, τοῖς ἀρχαιοτέροις τεθεσπισμένος, διὰ τῶν ἴσων ἔρχεσθαι πραγμάτων ἐκέλευε· κεκώλυκε δὲ τὸ ἀδικεῖν, καὶ οὐχὶ δὴ μᾶλλον προηδικημένους ἀνεξικακεῖν, ὅπερ ὁ τοῦ Εὐαγγελίου βούλεται νόμος· "Οὐ γὰρ φονεύσεις, φησὶν, οὐ κλέψεις, οὐκ ἐπιορκήσεις." Ἔτι τε πρὸς τούτοις· "Ὀφθαλμὸν ἀντὶ ὀφθαλμοῦ, χεῖρα ἀντὶ χειρὸς, πόδα ἀντὶ ποδὸς, τραῦμα ἀντὶ τραύματος, μώλωπα ἀντὶ μώλωπος." Ταυτὶ δὲ κελεύοντος ἦν, μὴ ἀδικεῖν ἑτέρους· ἢ γοῦν προηδικημένους, μὴ πέρα τῶν ἴσων τὰς κατὰ τὸν ἀδικήσαντα ἐκτείνειν ὀργάς. Ἀλλ' ἦν οὐ πάντως ἀρέσκουσα τῷ Θεῷ τῆς κατὰ νόμον πολιτείας ἡ δύναμις· γέγονε δὲ τοῖς ἀρχαιοτέροις ἐν τάξει παιδαγωγοῦ κατὰ βραχὺ προσεθίζοντος εἰς δι καιοσύνην σύμμετρον, καὶ ἀναβιβάζοντος εὐφυῶς ἐπὶ τὸ τελέως ἔχειν ἀγαθόν· γέγραπται γάρ· "Ἀρχὴ ὁδοῦ ἀγαθῆς, τὸ ποιεῖν τὰ δίκαια." Πᾶσα δὲ λοιπὸν τελειότης ἐν Χριστῷ καὶ τοῖς αὐτοῦ θεσπίσμασι· "Τῷ γὰρ τύπτοντί σε, φησὶν, ἐπὶ τὴν σιαγόνα, πάρ εχε καὶ τὴν ἄλλην." Τῆς εἰς λῆξιν ἀνεξικακίας ἐν τούτοις ὁδὸς ἡμῖν ὑποδείκνυται. Βούλεται δὲ, πρὸς τούτῳ, καὶ χρημάτων εἶναι καταφρονητὴν, ὥστε, κἂν εἰ μόνον ἱμάτιον ἔχοι, μὴ ἀφόρητον ἡγεῖσθαι τὸ συναποβαλεῖν αὐτῷ καὶ τὸν χιτῶνα τυχόν. Ἀρετὴ δὲ αὕτη ψυχῆς ὁλοτρόπως ἀπεστραμμένης τὸ φιλόπλου τον πάθος· "Μὴ γὰρ ἀπαίτει, φησὶ, τὸν αἴροντά τι τῶν σῶν· ἀλλὰ καὶ παντὶ τῷ αἰτοῦντί σε, δίδου·" ὅπερ ἀγάπης καὶ φιλοπτωχίας τεκμήριον. Τὸν δὲ φιλοικτίρμονα χρὴ πάντως εἶναι καὶ ἀμνησίκακον· ὥστε καὶ τὰ φίλων εἰς ἐχθροὺς ἐργάζεσθαι. 9Καθὼς θέλετε ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε αὐτοῖς ὁμοίως.9 (A f. 106, B f. 66, E f.119, γ φ. 15 b) Ἀλλ' ἦν εἰκὸς οἰηθῆναι τοὺς