ἀπείρων μέτρια καθιστορῆσαι· τὰ δὲ τῶν νυκτῶν, οὐδ' αὐτὰ ἔχουσι μὴ οὐ πρὸς ἔριν τούτοις ἀντεπεξάγεσθαι. Καὶ τέως ἡλίου κατακλυσθέντος εἰς δύσιν, ἐχρῆν τὸν φρονοῦντα ἔσω καλύβης εἶναι, μοχλοῖς τὰς θύρας ἀσφαλισάμενον, ὡς εἴ γε μὴ οὕτως ἐποίει, οὐδεὶς ἂν ἐγγύην ἐδίδου περισωθήσεσθαι τὸν ἄνθρωπον. Ἀλλ' ὅτε καὶ κατ' οἶκον κρυβεὶς οὐκ ἔχοι σκότον, ἀλλὰ πυρὶ καταλάμποιτο ὑπουργῷ ἢ καὶ φωτί, ἕτερος τοῦτο κίνδυνος, περιιόντων τῶν Σαρακηνῶν καὶ εἴ τινες δὲ ἄλλοι κατ' αὐτοὺς κακοῦργοι (πολλοὶ δὲ οἱ τοιοῦτοι) καὶ ἀνακρινόντων τί ποιῶν ὁ οἰκοδεσπότης εἰς ὕπνον οὐ κατακέκλιται καὶ κατακλώντων τὰς θύρας καὶ εἰσπηδώντων ἔσω καὶ δρώντων ὅσα ἂν καὶ εἶεν βουλομένοις αὐτοῖς. Ἔχομεν δ' εἰπεῖν καὶ ὡς οὐχ οὗτοι μόνοι ἐκακοῦντο διὰ πρόφασιν τὸ πῦρ καὶ τὸ φῶς, ἀλλὰ καὶ οἱ ἀνεμπύρευτοι καὶ ἀφώτιστοι. Ἀνεξέλεγκτα γὰρ ἐπεισφροῦντες οἱ κακοὶ καὶ τὴν νύκτα ὡσεὶ καὶ Ἅιδου κυνέην εἰς ἐπίκρυψιν ἀμφιβεβλημένοι, γυναῖκάς τε ἀπῆγον τῶν συνεύνων, ἀφιέντες τὸν τοῦ γάμου ζυγὸν ἑτεροκλινῆ τῇ ἁρπαγῇ τῆς <ἀντιρρόπου> δυνάμεως, ἣν ὑπὸ ἡλίῳ διευκρινοῦντι κατα 138 σκεπτόμενοι νυκτὸς ἀφήρπαζον, καὶ νεάνιδας τῶν γειναμένων, ἀτελεῖς, καθά τις ἔφη, τὰς τῶν τεκόντων ἐπ' αὐταῖς εὐχὰς τιθέμενοι. Εἰ δὲ καὶ χρήματα συναπῆγον ὅσα καὶ προῖκάς τινας, ἐκ περιουσίας τουτὶ τὸ κακόν. Ἦσαν δὲ οἳ καὶ ἐσφάττοντο ἐπὶ τῶν οἰκιῶν τηνικαῦτα, ἡλίῳ ἀμάρτυρον κακὸν πάσχοντες. Καὶ τὸ αἴτιον ἢ νυκτιλόχος μανία ἢ ὅτι ἐξεβόων οἱ κακουργούμενοι. Ὅσοι δὲ τῶν βαρβάρων ἐπιεικέστεροι καὶ παιγνήμονες, οὗτοι δὲ ἀλλ' ἠγάπων θύραις ἐναλλόμενοι καὶ κόπτοντες ῥάβδοις αὐτὰς καὶ ἢ ῥιπτοῦντες καὶ εἰς φόρτον ἄγοντες ἢ ἀλλὰ γοῦν τοὺς κυρίους τοῦ τόπου ἀποστεροῦντες τοῦ ὑπνοῦν. Ταῦτα δὴ καὶ τούτων ἕτερα πλείω, καὶ μάλιστα τὸ γυμνιτεύειν καὶ ὁ λιμός, τοὺς πολλοὺς τῶν αἰχμαλώτων θροοῦντα καὶ διαταράττοντα ἕως καὶ εἰς θάνατον τὰς ψυχάς, ἠρέθισαν κατ' ἀνάγκην (καὶ τί γὰρ ἄλλο ἐμηχανήσαντο ἄν;) ὑπαικάλλειν τοὺς Λατίνους, ὑποτρέχειν, κολακεύειν, θώπτειν, σαίνειν, δουλεύειν, πάντα ποιεῖν, ἐξ ὧν ἂν καὶ ζήσαιεν καὶ μηδὲ φόβον ἔχοιεν. Κἀντεῦθεν εἰσὶν οἳ προσέκοψαν εἰς τὸν ὀρθὸν δρόμον ἄκοντες. Οἱ γὰρ μὴ ἔμφρονες καὶ κατελάλησαν καὶ θησαυρῶν κατεμήνυσαν κρύψεις καὶ ἥρπασαν καὶ ἐσύλησαν. Ἰχνηλάτησαν δὲ καὶ φυγάδας, τοῦ αὐτοῦ αἵματος τοὺς πολλοὺς καὶ ἀγρεῦσαι τοῖς κακοῖς θηραταῖς δεδώκασι καὶ πολλὰ ἕτερα ἐξήμαρτον, οὔ τι ἑκόντες ἔς γε τὸ πᾶν, ἀλλ' εἰπεῖν καθωμιλημένως, ἑκουσιοακούσιοι. Τῶν δέ γε καὶ μεγάλα καὶ πρὸς ἀναίδειαν κατενεχθέντων τοῦ φυλετικοῦ γένους, κατηγοροῦνται γὰρ καὶ τοιοῦτοι ἐκβῆναί τινες, μήποτε μνησθείη διὰ χειλέων αὐτοῦ ὁ κύριος. Ἐντεῦθεν οἱ αὐτόνομοι γάμοι, ἐντεῦθεν γυναικῶν ἀπαρνήσεις, ἀπανηναμένων οὓς νόμος οἶδεν ἄνδρας, ἐντεῦθεν παρθένων φθοραί, τῶν μὲν οὔτι καθ' ἑκούσιον τῶν ἀρχηγετῶν αὐταῖς τοῦ εἶναι, τῶν δὲ καὶ ἐκείνων προεμένων αὐτάς, ἐντεῦθεν σεμνεῖα πεπορνευμένα· ἐφ' οἷς ἐγὼ πολλὰ καὶ παρακλητεύσας καὶ παρρησιασάμενος ἄπρακτος ἔμεινα, μηδὲ τὰς πασχούσας τὸ ἐφάμαρτον ἐπιστρέψαι δυνάμενος, οἷα γεγευμένας ἤδη τοῦ γλυκυπίκρου καί πως ὑποφωνούσας μοι ὡς χαλεπὸν χορίου κύνα γεῦσαι. Ἐντεῦθεν δαπέδων σάλοι καὶ ἀνασχίσεις, δι' ὧν οἶκοι πάντες ἐξωρωρύχατο, ὑπονομευόντων τῶν βαρβάρων κατὰ λαγιδεῖς ἢ ἀσπάλακας ἢ καὶ χοίρους ἢ ἄλλο τι ζῷον ῥιζοφάγον γεωχαρές, εἰπεῖν δὲ καὶ ἄλλως, κατὰ ἀροτρέας. Φαίνεται γὰρ ὡς καὶ ἀρότροις ἀνέσχιζον ἂν τὰ τῶν οἰκιῶν, εἴπερ ἐχώρει τὸ κατ' αὐτὰς ἐμβαδόν. Ἔναγχος γάρ τοι ἄσπαρτα καὶ ἀνήροτα δρεψάμενοι κατά τι πεπαροιμιασμένον θέρος χρύσεον, εἶτα καὶ ἄροτρον οἷον τοῦτον διε 140 χειρίζοντο, ἐξ οὗ αὐτοφυῆ τὰ καλὰ ἐκέρδαινον ἕρμαια. Καὶ τοῖς ἀμφὶ τὸν ἥλιον μὴ ἀγαπῶντες πλουτισμοῖς, ἐπεβούλευον καὶ τοῖς κατὰ γῆς. ∆οτέον μοι τοὺς αὐτοὺς καλέσαι καὶ χρυσωρύχους τὴν ἐπιβολὴν κατά γε τοὺς Ἰνδόθεν μύρμηκας· τοιαύτης γὰρ ὕλης ἔρωτι παρηνώχλουν τῇ γῇ· τοὺς δ' αὐτοὺς καὶ τυμβωρύχους μυριαχοῦ. Οὐδὲ γὰρ οὐδὲ τοὺς νεκροὺς ἀνεπιβουλεύτους παρέτρεχον, ὡς δὲ