ἁγίους ἀποστόλους τάχα που δυσκατόρθωτα εἶναι ταυτί. Ὁ τοίνυν πάντα εἰδὼς, τὸν τῆς ἐν ἡμῖν φιλαυτίας δέχεται νόμον βραβευτὴν ὧν ἂν βούλοιτό τις παρ' ἑτέρου τυχεῖν. Γενοῦ τοι οῦτος, φησὶν, εἰς ἑτέρους αὐτὸς, ὁποίους περ ἂν εἶναι θέλῃς περὶ σέ· εἰ μὲν σκληροὺς καὶ ἀσυμπαθεῖς, θρασεῖς καὶ ὀργίλους, μνησικάκους καὶ πονηροὺς, ἔσο καὶ αὐτὸς τοιοῦτος· εἰ δὲ τοὐναντίον, χρηστοὺς καὶ ἀμνησικάκους, μὴ ἀφόρητον ἡγοῦ τὸ εἶναι τοιοῦτος· καὶ τάχα που τοῖς οὕτω διακειμένοις πε ριττὸς ὁ νόμος, ἐγγράφοντος Θεοῦ ταῖς καρδίαις ἡμῶν τὴν τοῦ ἰδίου θελήματος γνῶσιν· "Ἐν γὰρ ταῖς ἡμέραις ἐκείναις, φησὶ Κύριος, διδοὺς δώσω νόμους μου εἰς τὴν διάνοιαν αὐτῶν, καὶ ἐπὶ τὴν καρ δίαν αὐτῶν ἐπιγράψω αὐτούς." 9Γίνεσθε οὖν οἰκτίρμονες.9 (A f. 109 b) Μέγα τῆς ἐλεημοσύνης τὸ καύχημα. Καὶ γοῦν γέγραπται, ὡς "Μέγα ἄνθρωπος, καὶ τί μιον ἀνὴρ ἐλεήμων." Μορφοῖ γὰρ ἡμᾶς πρὸς Θεὸν ἡ ἀρετὴ, καὶ τῆς ἀνωτάτω φύσεως οἱονεί τινας χαρα κτῆρας ταῖς ἡμετέραις ψυχαῖς ἐνεργάζεται. 72.600 9Μὴ κρίνετε, καὶ οὐ μὲ κριθῆτε.9 (A f. 110, E f.119) Παγχάλεπον ἀποκείρει πάθος τῶν ἡμετέρων διανοιῶν, ὑπεροψίας ἀρχὴν καὶ γένε σιν. Καίτοι γὰρ δέον τινὰς ἑαυτοὺς κατασκέπτεσθαι καὶ κατὰ Θεὸν πολιτεύεσθαι, τοῦτο μὲν οὐ δρῶσιν, πολυπραγμονοῦσι δὲ τὰ ἑτέρων· κἂν ἀσθενοῦντας ἴδωσί τινας, ὥσπερ εἰς λήθην ἐρχόμενοι τῶν ἰδίων ἀῤῥωστημάτων, φιλοψογίας ὑπόθεσιν ποιοῦνται τὸ χρῆμα, καὶ καταλαλιᾶς ἀφορμήν· καταψηφίζονται γὰρ αὐτῶν, οὐκ εἰδότες ὅτι νοσοῦντες τὰ ἴσα τοῖς παρ' αὐτῶν διαβεβλημένοις, ἑαυτοὺς κατακρίνουσι. Οὕτω που καὶ ὁ σοφώτατος γράφει Παῦλος· "Ἐν ᾧ γὰρ κρίνεις τὸν ἕτερον, σεαυτὸν κατακρίνεις· τὰ γὰρ αὐτὰ πράσσεις ὁ κρίνων." Καίτοι μᾶλλον ἐχρῆν ἀσθενοῦντας ἐλεεῖν, ὡς ταῖς τῶν παθῶν ἐφ όδοις ὑπεστρωμένους, καὶ τοῖς ἁμαρτίας βρόχοις ἀφύκτως ἐνειλημμένους, καὶ ὑπερεύχεσθαι τῶν τού των, καὶ παρακαλεῖν αὐτοὺς, καὶ διεγείρειν εἰς νῆ ψιν, καὶ πειρᾶσθαι μὴ τοῖς ἴσοις περιπεσεῖν αἰτιά μασιν. Ὁ γὰρ κρίνων τὸν ἀδελφὸν, καθά φησιν ὁ τοῦ Χριστοῦ μαθητὴς, καταλαλεῖ νόμου, καὶ κρίνει νό μον· εἷς ἐστιν ὁ νομοθέτης καὶ κριτής." Ἄνω γὰρ δεῖ τῆς ἁμαρτανούσης ψυχῆς εἶναι τὸν ταύτης κρι τήν· σὺ δὲ μὴ τοιοῦτος ὢν, τί κρίνεις τὸν πλησίον; Ἀπολογήσεται τῷ κριτῇ ὁ ἁμαρτάνων· εἰ δὲ τολ μᾷς κατακρίνειν, καίτοι τούτου μὴ ἔχων τὴν ἐξου σίαν, κατακριθήσῃ μᾶλλον αὐτὸς, ὡς οὐκ ἐῶντος τοῦ νόμου τὸ κρίνειν ἑτέρους· ὅ γε μὴν συνέσει κυ βερνώμενος, οὐκ εἰς τὰς ἑτέρων ἁμαρτίας ὁρᾷ, οὐδὲ τί ἐστι τὸ φαῦλον ἐν τῷ πέλας περιεργάζεται, ἀλλ' ἐν τοῖς ἰδίοις ἐνατενίζει κακοῖς· τοιοῦτος ἦν ὁ μα κάριος Ψαλμῳδὸς, προσπίπτων Θεῷ καὶ λέγων ὑπὲρ τῶν ἰδίων ἁμαρτημάτων· "Ἐὰν ἀνομίας παρατη ρήσῃς, Κύριε, Κύριε, τίς ὑποστήσεται;" Ποτὲ δὲ πάλιν τῆς ἀνθρωπείας φύσεως τὴν ἀσθένειαν προ ϊσχόμενος, εὔλογον ἀπῄτει συγγνώμην, λέγων· "Μνή σθητι ὡς χοῦς ἐσμεν. 9∆ίδοτε, καὶ δοθήσεται ὑμῖν.9 (A f. 111, E f.119) Γείτονα ὥσπερ ταῖς εἰρημέ ναις ἐπιεικείαις τὸν περὶ τῆς ἐλεημοσύνης ποιεῖται λόγον· ἄριστον γὰρ τὸ χρῆμα, καὶ Θεῷ θυμηρέστα τον, καὶ ὁσίαις ψυχαῖς ὅτι μάλιστα πρέπον· "Γί νεσθε γὰρ, φησὶν, οἰκτίρμονες, καθὼς ὁ Πατὴρ ὑμῶν." Ὅτι δὲ πλουσιωτέρᾳ χειρὶ ληψόμεθα τὴν ἀνταπόδο σιν παρὰ τοῦ πάντα πλουσίως νέμοντος Θεοῦ τοῖς ἀγαπῶσιν αὐτὸν, αὐτὸς πεπληροφόρηκεν εἰπών· "Μέτρον καλὸν, πεπιεσμένον καὶ σεσαλευμένον καὶ ὑπερεκχυνόμενον δώσουσιν εἰς τὸν κόλπον ὑμῶν." Καὶ δοκεῖ μέν πως εἰσφέρεσθαι τῷ πρώτῳ τὸ δεύ τερον· εἰ γὰρ μέτρον ὑπερεκχυνόμενον ληψόμεθα, πῶς ᾧ μέτρῳ μετροῦμεν ἀντιμετρηθήσεται ἡμῖν; Ἔοικε γὰρ ἐν τούτοις ἰσότης μᾶλλον οὐ πλεονασμὸς εἶναί τις τῆς δοθησομένης ἡμῖν ἀμοιβῆς. Τί οὖν ἄρα φαμέν; Ἀπαλλάξει πραγμάτων ἡμᾶς ὁ σοφώτατος Παῦλος, τῶν ζητουμένων τὴν λύσιν ἐπενεγκών· ἔφη γὰρ, ὅτι "Ὁ σπείρων φειδομένως, ἀντὶ τοῦ, συμ μέτρως καὶ συνεσταλμένῃ χειρὶ, φειδομένως καὶ θε 72.601