44
σελήνη πάλιν ἥλιος, οὐδὲ ποταμοὶ θάλασσα, οὐδὲ θά8.10.11 λασσα ποταμοί. καὶ πάλιν ἐπὶ τῶν ζῴων ὁ αὐτός ἐστι λόγος. οὐ γὰρ ἄνθρωπος ἔσται θηρίον οὐδὲ θηρίον ἄνθρωπος. καὶ ἐπὶ τῶν λοιπῶν δὲ ταὐτὸν ὑπάρχει φυτῶν τε καὶ ἐπὶ τῶν ἄλλων· ἀμετάβλητα μέν ἐστι, τὰς αὐτὰς δ' ἐν 8.10.12 αὑτοῖς τροπὰς λαμβάνει καὶ φθοράς. ἡ στάσις οὖν ἡ θεία κατὰ ταῦτα ἂν λέγοιτο, πάντων ὑποκειμένων τῷ θεῷ. λέγεται δὲ καὶ κατάβασις ἐπὶ τὸ ὄρος θεία γεγονέναι διὰ τῆς γραφῆς τοῦ νόμου, καθ' ὃν ἐνομοθέτει καιρόν, ἵνα πάντες θεωρήσωσι τὴν ἐνέργειαν τοῦ θεοῦ. κατάβασις γὰρ αὕτη σαφής ἐστι· καὶ περὶ τούτων οὖν οὕτως ἄν τις ἐξηγήσαιτο, βουλόμενος συντηρεῖν τὸν περὶ 8.10.13 θεοῦ λόγον. δηλοῦται γὰρ ὡς «τὸ ὄρος ἐκαίετο πυρί», καθώς φησιν ἡ νομοθεσία, διὰ τὸ τὸν θεὸν καταβεβηκέναι σαλπίγγων τε φωνὰς καὶ τὸ πῦρ φλε8.10.14 γόμενον ἀνυποστάτως εἶναι. τοῦ γὰρ παντὸς πλήθους μυριάδων οὐκ ἔλατ8.10.14 τον ἑκατόν, χωρὶς τῶν ἀφηλίκων, ἐκκλησιαζομένων κυκλόθεν τοῦ ὄρους, οὐκ ἔλασσον ἡμερῶν πέντε οὔσης τῆς περιόδου περὶ αὐτό, κατὰ πάντα τόπον τῆς ὁράσεως πᾶσιν αὐτοῖς κυκλόθεν, ὡς ἦσαν παρεμβεβληκότες, τὸ πῦρ φλεγό8.10.15 μενον ἐθεωρεῖτο· ὥστε τὴν κατάβασιν μὴ τοπικὴν εἶναι· πάντη γὰρ ὁ θεός ἐστιν. ἀλλὰ τὴν τοῦ πυρὸς δύναμιν, παρὰ πάντα θαυμάσιον ὑπάρχουσαν διὰ τὸ πάντ' ἀναλίσκειν, ἔδειξε φλεγομένην ἀνυποστάτως, μηδὲν δ' ἐξαναλίσκου8.10.16 σαν, εἰ μὴ τὸ παρὰ τοῦ θεοῦ δυναμικὸν αὐτῇ προσείη. τῶν γὰρ φυομένων κατὰ τὸ ὄρος, τόπων φλεγομένων σφοδρῶς, οὐδὲν ἐξανάλωσεν, ἀλλ' ἔμεινε τῶν ἁπάντων ἡ χλόη πυρὸς ἄθικτος, σαλπίγγων τε φωναὶ σφοδρότερον συνηκούοντο σὺν τῇ τοῦ πυρὸς ἀστραπηδὸν ἐκφάνσει, μὴ προκειμένων ὀργάνων τοιούτων μηδὲ 8.10.17 τοῦ φωνήσοντος, ἀλλὰ θείᾳ κατασκευῇ γινομένων ἁπάντων· ὥστε σαφὲς εἶναι διὰ ταῦτα τὴν κατάβασιν τὴν θείαν γεγονέναι, διὰ τὸ τοὺς συνορῶντας ἐκφαντικῶς ἕκαστα καταλαμβάνειν, μήτε τὸ πῦρ κεκαυκός, ὡς προείρηται, μηδὲν μήτε τὰς τῶν σαλπίγγων φωνὰς δι' ἀνθρωπίνης ἐνεργείας ἢ κατασκευῆς ὀργάνων γίνεσθαι, τὸν δὲ θεὸν ἄνευ τινὸς δεικνύναι τὴν ἑαυτοῦ διὰ πάντων μεγαλειότητα.» 8.10.18 Ταῦτα καὶ ὁ Ἀριστόβουλος. ἐπεὶ δὲ διεληλύθαμεν τά τε τῶν ἱερῶν νόμων παραγγέλματα τόν τε τρόπον τῆς ἀλληγορουμένης παρ' αὐτοῖς ἰδέας, ἑξῆς ἂν εἴη καὶ τόδε ἐπισημήνασθαι, ὡς τὸ πᾶν Ἰουδαίων ἔθνος εἰς δύο τμήματα διαιρῶν ὁ λόγος τὴν μὲν πληθὺν ταῖς τῶν νόμων κατὰ τὴν ῥητὴν διάνοιαν παρηγγελμέναις ὑποθήκαις ὑπῆγε, τὸ δ' ἕτερον τῶν ἐν ἕξει τάγμα ταύτης μὲν ἠφίει, θειοτέρᾳ δέ τινι καὶ τοὺς πολλοὺς ἐπαναβεβηκυίᾳ φιλοσοφίᾳ προσέχειν ἠξίου θεωρίᾳ τε τῶν ἐν τοῖς νόμοις κατὰ διάνοιαν σημαινο8.10.19 μένων. ἦν δὲ τοῦτο φιλοσόφων Ἰουδαίων γένος, ὧν τὴν τοῦ βίου ἄσκησιν καὶ τῶν ἔξωθεν κατεπλάγησαν μυρίοι, τῶν δ' οἰκείων οἱ περιφανέστατοι καὶ μνήμης ἀλήστου τούτους ἠξίωσαν, Ἰώσηπός τε καὶ Φίλων καὶ ἕτεροι πλείους· ὧν τὰ πολλὰ παρείς, δείγματος αὐτὸ μόνον ἕνεκα τῇ τοῦ Φίλωνος ἐπὶ τοῦ παρόντος ἀρκεσθήσομαι μαρτυρίᾳ, ἣν περὶ τῶν δηλουμένων κατὰ πολλὰ τῶν οἰκείων ὑπομνημάτων τέθειται. τούτων δ' ἀπὸ τῆς Ὑπὲρ Ἰουδαίων ἀπολογίας λαβὼν σύ γε ἀνάγνωθι ταῦτα·
8.11.1 ιαʹ. ΦΙΛΩΝΟΣ ΠΕΡΙ ΤΗΣ ΚΑΤΑ ΤΟΝ ΒΙΟΝ ΑΡΕΤΗΣ ΤΩΝ ΠΑΡ' ΙΟΥ∆ΑΙΟΙΣ ΤΟ ΠΑΛΑΙΟΝ ΦΙΛΟΣΟΦΟΥΝΤΩΝ
«Μυρίους δὲ τῶν γνωρίμων ὁ ἡμέτερος νομοθέτης ἤλειψεν ἐπὶ κοινωνίαν, οἳ καλοῦνται μὲν Ἐσσαῖοι, παρὰ τὴν ὁσιότητά μοι δοκῶ τῆς προσηγορίας ἀξιωθέντες. οἰκοῦσι δὲ πολλὰς μὲν πόλεις τῆς Ἰουδαίας, πολλὰς δὲ κώμας καὶ μεγά8.11.2 λους καὶ