θησαυροφυλακοῦντας ἐλύπουν διασκαλεύοντες πλούτου χάριν καὶ οὕτω τὸν Ἅιδην Πλούτωνα καὶ αὐτοὶ νοεῖν ὑπεμφαίνοντες. Τί μοι πλείω γράφειν, ἔνθα οὐδὲ βίβλοι ὅλαι μακραὶ ἱκανώσαιειν ἄν με εἰς αὔταρκες διαγράφοντα τοῖς φιληκόοις ὁποῖα ἡμῖν συνέπεσε; ∆ι' ὧν ὀψέ ποτε σὺν κακῷ ἔμαθον οἱ ἐν ἡμῖν κομψοὶ τὴν νόησιν χρῆναι τὰ θεόθεν σημεῖα λεπτολογεῖν καὶ πρὸς αὐτοῖς διευκρινουμένοις ἔχειν τὸν νοῦν καὶ ποιεῖν τὰ δηλούμενα. Εἰ δέ τις ἐνταῦθα ποθῶν φαίνεται προσιστορηθῆναι καὶ οἷα σήματα τῶν μελλόντων προυφάνη, ἀκουέτω βραχυλογικῶς καὶ ταῦθ' ἡμῶν εἰς ἱστορίαν ἐκτιθεμένων. Ἐν πρώτοις μὲν ἀγαθῶν ἀνδρῶν ὀνείρατα, ὁποῖα καὶ ἡ ἱερὰ οἶδε γραφὴ μηνυτικὰ μελλόντων εἶναι, προελάλουν οἷα πεισόμεθα. Καὶ ἡμεῖς ἐγελῶμεν ἐξουθενοῦντες τὰς καθ' ὕπνους δηλώσεις καὶ διαστολὴν οὐκ ἐθέλοντες ἐξευρίσκειν ὁράματός τε καὶ τῶν λοιπῶν, ἅπερ ὕπνος φαίνει. Καὶ ἀπεῖναί τε τὸν Μυροβλύτην τῆς καθ' ἡμᾶς πόλεως καὶ κατ' αὐτὴν τὴν ἅλωσιν εἰσελεύσεσθαι οἱ αὐτοὶ ἑωράκασι. Καὶ ἡμεῖς οὐ πεπιστεύκαμεν. Ὡς γὰρ ὀχλοῦντες οἱ πιστοὶ πρὸς ἐπικουρίαν ἐνέκειντο, ἀνεκάλυψεν αὐτὸς προορατικῶς εἰς μάτην τύραννα δυσωπεῖσθαι· οὐ γὰρ ἄρτι, ἀλλ' ἢ μετὰ τρεῖς ἡμέρας ἐλεύσεσθαι. Ἦν δὲ τετάρτη μετὰ τὰς τρεῖς ἡ τῆς πορθήσεως. Καὶ συχνὰ μὲν ἐποτνιώμεθα «ἐλθὲ εἰς τὸ σῶσαι ἡμᾶς, μή ποτε εἴπωσι τὰ ἔθνη, ποῦ ἔστιν ὁ πολιοῦχος αὐτῶν;», ὁ δ' οὐχ ὑπακούων ἐξετόπιζεν ἡμῶν ἑαυτόν. Ἐδάκρυον ἅγιοι ἐν εἰκονίσμασι καὶ ἔχαιρον οἱ κενέλπιδες λέγοντες δυσωπεῖν ἐκείνους ὑπὲρ ἡμῶν. Ἐλέγομεν ἡμεῖς «ναί, ἀλλ' οὐκ εἰσακούονται, διὸ καὶ ἐπιμένουσι κλαίοντες» καὶ ἠπίστουν ἡμῖν. Καὶ αὐτοὶ μὲν ἦσαν ἐν ἐλπίσιν, ἡμεῖς δὲ εὖ εἰδότες τὸν ὄλεθρον ἐξ ὧν καὶ ἑωρῶμεν καὶ ἐλλόγως συνήγομεν, οὐκ εἴχομεν ὅ τι καὶ δράσομεν, λέγοντες καὶ αὐτοὶ μή τι πρὸς ἀγαθῷ εἶναί τινι τὸ μέλλον εἰδέναι, ἔνθα τῷ φρονοῦντι μηδὲν ἡ γνῶσις λυσιτελεῖ, καὶ κατὰ τὴν τῆς ἱστορίας Κασάνδραν, ὀκνῶ γὰρ εἰπεῖν τὰ μείζω 142 παρεισκυκλήσας καὶ προφητικά, ἀληθιζόμενοι μέν, ἀφιέμενοι δὲ λαλεῖν εἰς ἀνήκοον. Ἔδειξέ τι τέρας τότε οὐκ αἴσιον καὶ ἡ πάναγνος Θεομήτωρ, ἡ παρ' ἡμῖν τοῦ ὁδηγεῖν ἐπώνυμος, δεικνῦσα ὡς ἀποστέργει τὰ καθ' ἡμᾶς καὶ οὐκ ἐθέλει μεθ' ἡμῶν εἶναι. Προοδεύουσα γάρ ποτε τότε καθ' ἡμέραν, ἣ τὸ κῦρος ἔχει τοῦ τοιούτου καλοῦ, καὶ περιελθοῦσα ἔνθα τῆς πόλεως ἡ ἀδελφότης ἤθελε καὶ ἀποκαθισταμένη αὖθις εἰς τὸν οἶκον αὑτῆς καὶ ταῖς εἰσόδοις ἐγγίσασα, οὕτως ὤκνει τὴν εἴσοδον, ὡς ἀνὰ πόδα χωρεῖν κραταιῶς βιάζεσθαι τὸν αὐτὴν φέροντα καὶ ἐνιστάμενον βαρύνεσθαι ὅτι μάλα καὶ πρὸς τῷ καταπίπτειν γίνεσθαι, καὶ οὐ μόνον ἐκεῖνον, ἀλλὰ καὶ ἄλλους, ὅσοι συνεπιλάβοιντο. Καὶ ἦν μὲν τὴν ἀρχὴν ὁ ἐκείνην ἀνέχων ὕποπτος, ὡς οἴκοθεν τοιαῦτα τεχνώμενος, ὁποῖα πολλοὶ τερθρεύονται· ὡς δὲ καὶ ἱεροὶ ἄνδρες, ἀγαθοὶ τὸ ἦθος καὶ οἶοι μὴ παλαμᾶσθαι τὰ μὴ δέοντα, συνήραντο ἐγκρατῶς καὶ πάντες ἐλάττους ἦσαν τῆς τοῦ ἱεροῦ σίγνου ἰσχύος καὶ οὐκ ἐπείθετο εἰσελθεῖν, ἀλλ' ἦν, ὡς εἰπεῖν, ἀφόρητον, ὑπέρχεται φόβος ἅπαντας, ὅσον ἐχρῆν παθεῖν, ἐχέφρονας, καὶ ἀναπρήσαντες δάκρυα ὕψωσαν κλαυθμὸν καὶ φωνὰς ἐπῆραν πρὸς τὸν ὕψιστον υἱὸν τῆς πανάγνου μητρὸς καὶ οὐκ ἐνέδωκαν, ἕως τοῦ σημείου ἤδη διαδειχθέντος, εἶτα μόνος ὁ βαστάζων ἀβάρυντος καὶ ἀπαραπόδιστος ἤγαγε τὸ ἅγιον μόρφωμα ἔνθα ἵδρυται. Καὶ ἐδόκει μὲν καὶ τοῦτο τοῖς γενναίοις φρονεῖν ἐλαφρόν, ἡμεῖς δὲ οἱ ἀσθενεῖς ἐβαρυνόμεθα, ὑπονοοῦντες ὅπου νεύει τὰ τοῦ πράγματος. Ἀπεκρίναντο καὶ τὰ ἱερὰ λόγια ἐξ ἐρωτήσεως τὰς ἀποβάσεις τῶν ἐν τῷ μέλλοντι, τὴν ἅλωσιν, τὴν ἡμέραν αὐτῆς, τὸ κατακοπήσεσθαι ἡμᾶς. Ὢ προφητικῆς εὐκρινείας ἐκείνης, ὢ ἀνεπικρύπτου ἀποφάσεως καὶ μὴ ἐπισυρομένης λόξωσιν. Καὶ ἡμεῖς ἐκωφεύομεν. Ἦν τηνικαῦτα καιρός, παρὰ τὰ τελευταῖα τῆς ἁλώσεως, καὶ περικοπὰς εὐαγγελικὰς ἐπ' ἐκκλησίας ἐκφωνεῖσθαι, δι' ὧν τὰ τῆς Σιὼν στηλογραφοῦνται κακά. Καὶ οἱ ἔσω φρενῶν ἱερολογίαν κατὰ τῆς πόλεως ὑπενόουν αὐτά. Ἔδοξε τῷ ἀρχηγῷ τηνικαῦτα, οἷα τῶν στρατηγικῶν ἀπεγνωκότι, διατάττεσθαι τὰ καθ' ἡμᾶς καὶ διεγείρειν ὡς οἷον ἀπονυστάζοντας, ἵνα φαίνοιτο τοῖς μὴ συνιεῖσι