45
πολυανθρώπους ὁμίλους. ἔστι δ' αὐτοῖς ἡ προαίρεσις οὐ γένει γένος γὰρ ἐφ' ἑκουσίοις οὐ γράφεται, διὰ δὲ ζῆλον ἀρετῆς καὶ φιλανθρωπίας 8.11.3 ἵμερον. Ἐσσαίων γοῦν κομιδῇ νήπιος οὐδεὶς ἀλλ' οὐδὲ πρωτογένειος ἢ μειράκιον, ἐπεὶ τά γε τούτων ἀβέβαια ἤθη τῷ τῆς ἡλικίας ἀτελεῖ συννεωτερίζονται· τέλειοι δ' ἄνδρες καὶ πρὸς γῆρας ἀποκλίνοντες ἤδη, μηκέθ' ὑπὸ τῆς τοῦ σώματος ἐπιρροῆς κατακλυζόμενοι μηδ' ὑπὸ τῶν παθῶν ἀγόμενοι, τὴν 8.11.4 ἀψευδῆ δὲ καὶ μόνην ὄντως ἐλευθερίαν καρπούμενοι. μάρτυς δὲ τῆς ἐλευθερίας αὐτῶν ὁ βίος. ἴδιον οὐδεὶς οὐδὲν ὑπομένει κτήσασθαι τὸ παράπαν, οὐκ οἰκίαν, οὐκ ἀνδράποδον, οὐ χωρίον, οὐ βοσκήματα, οὐχ ὅσα ἄλλα παρασκευαὶ καὶ χορηγίαι πλούτου· πάντα δ' εἰς μέσον ἀθρόα καταθέντες κοινὴν καρποῦνται 8.11.5 τὴν ἁπάντων ὠφέλειαν. οἰκοῦσι δ' ἐν ταὐτῷ, κατὰ θιάσους ἑταιρίας καὶ συσσίτια πεποιημένοι, καὶ πάνθ' ὑπὲρ τοῦ κοινωφελοῦς πραγματευόμενοι δια8.11.6 τελοῦσιν. ἀλλ' ἑτέρων ἕτεραι πραγματεῖαι, αἷς ἐπαποδύντες ἀόκνως διαθλοῦσιν, οὐ κρυμόν, οὐ θάλπος, οὐχ ὅσα ἀέρος νεωτερίσματα προφασιζόμενοι· πρὶν δ' ἥλιον ἀνασχεῖν ἐπὶ τὰ συνήθη τρεπόμενοι, δυομένου μόλις ἐπανίασι 8.11.7 χαίροντες οὐχ ἧττον τῶν ἐν τοῖς γυμνικοῖς ἐξεταζομένων ἀγῶσιν. ὑπολαμβάνουσι γὰρ ἅττ' ἂν ἐπιτηδεύωσιν εἶναι βιωφελέστερα καὶ ἡδίω ψυχῇ καὶ σώματι τὰ γυμνάσματα καὶ πολυχρονιώτερα τῶν ἐν ἀθλήσεσι, μὴ συναφηβῶντα 8.11.8 τῇ τοῦ σώματος ἀκμῇ. εἰσὶ γὰρ αὐτῶν οἱ μὲν γεηπόνοι, τῶν περὶ σπορὰν καὶ φυτουργίαν ἐπιστήμονες, οἱ δ' ἀγελάρχαι, παντοδαπῶν θρεμμάτων ἡγε8.11.9 μόνες, ἔνιοι δὲ σμήνη μελιττῶν ἐπιτροπεύουσιν. ἄλλοι δὲ δημιουργοὶ τῶν κατὰ τέχνας εἰσίν, ὑπὲρ τοῦ μηδὲν ὧν αἱ ἀναγκαῖαι χρεῖαι βιάζονται παθεῖν, 8.11.10 οὐδὲν ἀναβαλλόμενοι τῶν εἰς πορισμὸν ἀνυπαίτιον. ἐκ δὴ τῶν οὕτως διαφερόντων ἕκαστοι τὸν μισθὸν λαβόντες ἑνὶ διδόασι τῷ χειροτονηθέντι ταμίᾳ· λαβὼν δ' ἐκεῖνος αὐτίκα τἀπιτήδεια ὠνεῖται καὶ παρέχει τροφὰς ἀφθό8.11.11 νους καὶ τἄλλα ὧν ὁ ἀνθρώπινος βίος χρειώδης. οἱ δ' ὁμοδίαιτοι καὶ ὁμοτράπεζοι καθ' ἑκάστην ἡμέραν εἰσὶ τοῖς αὐτοῖς ἀσμενίζοντες, ὀλιγοδείας ἐρασταί, 8.11.12 πολυτέλειαν ὡς ψυχῆς καὶ σώματος νόσον ἐκτρεπόμενοι. κοινὴ δ' οὐ τράπεζα μόνον, ἀλλὰ καὶ ἐσθὴς αὐτοῖς ἐστι. πρόκεινται γὰρ χειμῶνι μὲν στιφραὶ χλαῖναι, θέρει δ' ἐξωμίδες εὐτελεῖς, ὡς εὐμαρῶς ἐξεῖναι τῷ βουλομένῳ ἣν ἂν ἐθελήσῃ λαβεῖν, ἐπειδὴ καὶ τὰ ἑνὸς ἁπάντων καὶ τὰ πάντων ἔμπαλιν 8.11.13 ἑνὸς ὑπείληπται. καὶ μὴν εἴ τις αὐτῶν ἀσθενήσειεν, ἐκ τῶν κοινῶν νοσηλεύεται, θεραπευόμενος ταῖς ἁπάντων ἐπιμελείαις καὶ φροντίσιν. οἱ δὲ δὴ πρεσβῦται κἂν εἰ τύχοιεν ἄτεκνοι, καθάπερ οὐ πολύπαιδες μόνον, ἀλλὰ καὶ σφόδρα εὔπαιδες, ἐν εὐτυχεστάτῳ καὶ λιπαρωτάτῳ γήρᾳ τὸν βίον εἰώθασι καταλύειν, ὑπὸ τοσούτων προνομίας ἀξιούμενοι καὶ τιμῆς, ἑκουσίῳ γνώμῃ μᾶλλον ἢ φύσεως ἀνάγκῃ 8.11.14 θεραπεύειν ἀξιούντων. ἔτι τοίνυν ὅπερ ἢ μόνον ἢ μάλιστα τὴν κοινωνίαν ἔμελλε διαλύειν, ὀξυδερκέστερον ἰδόντες γάμον παρῃτήσαντο μετὰ τοῦ καὶ διαφερόντως ἀσκεῖν ἐγκράτειαν. Ἐσσαίων γὰρ οὐδεὶς ἄγεται γυναῖκα, διότι φίλαυτον γυνὴ καὶ ζηλότυπον οὐ μετρίως καὶ δεινὸν ἀνδρὸς ἤθη παλεῦσαι 8.11.15 καὶ συνεχέσι γοητείαις ὑπαγαγέσθαι. μελετήσασα γὰρ θῶπας λόγους καὶ τὴν ἄλλην ὑπόκρισιν, ὥσπερ ἐπὶ σκηνῆς, ὄψεις καὶ ἀκοὰς ὅταν δελεάσῃ, 8.11.16 διηπατημένων οἷα ὑπηκόων τὸν ἡγεμόνα νοῦν φενακίζει. παῖδες δ' εἰ γένοιντο, φρονήματος ὑποπλησθεῖσα καὶ παρρησίας, ὅσα κατ' εἰρωνείαν πρότερον ὑπούλως ὑπῃνίττετο, ταῦτα ἀπ' εὐτολμοτέρου θράσους ἐκλαλεῖ καὶ ἀναι8.11.17 σχυντοῦσα βιάζεται πράττειν, ὧν ἕκαστον κοινωνίας ἐχθρόν. ὁ γὰρ ἢ γυναικὸς φίλτροις ἐνδεθεὶς ἢ τέκνων ἀνάγκῃ φύσεως προκηδόμενος οὐκέτι πρὸς ἄλλους ὁ αὐτός ἐστιν, ἀλλ' ἕτερος γέγονε λεληθώς, ἀντ' ἐλευθέρου δοῦλος. 8.11.18 οὕτως γοῦν ὁ βίος ἐστὶν αὐτῶν περιμάχητος, ὥστ' οὐκ ἰδιῶται μόνον, ἀλλὰ καὶ