1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

45

μετὰ τῶν Χερουβὶμ, μετὰ τῶν Σεραφὶμ, καὶ τῶν ἄλλων οὐρανίων δυνάμεων· ἀναλόγισαί σου τοὺς συγχορευτάς· ἀρκεῖ σοι τοῦτο εἰς νῆψιν, ὅταν ἐνθυμηθῇς, ὅτι σῶμα περικείμενος, καὶ σαρκὶ συμπεπλεγμένος, μετὰ τῶν ἀσωμάτων δυνάμεων κατηξιώθης ἀνυμνεῖν τὸν κοινὸν ∆εσπότην ἁπάντων. Μὴ τοίνυν διαλελυμένος τὴν προθυμίαν τῶν ἱερῶν κοινώνει καὶ μυστικῶν ὕμνων ἐκείνων, μὴ βιωτικοὺς κατ' ἐκεῖνον τὸν καιρὸν ἔχε λογισμούς· ἀλλὰ πάντα τὰ γήϊνα τῆς διανοίας ἐξορίσας, καὶ πρὸς τὸν οὐρανὸν ὅλον ἑαυτὸν μεταθεὶς, ὡς αὐτοῦ πλησίον ἑστὼς τοῦ θρόνου τῆς δόξης, καὶ μετὰ τῶν Σεραφὶμ ἱπτάμενος, οὕτως τῷ Θεῷ τὸν πανάγιον ὕμνον ἀνάφερε. ∆ιὰ γὰρ τοῦτο ἑστάναι καλῶς κατὰ τὸν τῆς θείας μυσταγωγίας καιρὸν κελευόμεθα, ἵνα τοὺς χαμαὶ συρομένους λογισμοὺς ἀνορθώσωμεν, ἵνα τὴν ἔκλυσιν τὴν ἐκ τῶν βιωτικῶν γινομένην ἡμῖν πραγμάτων ἐκβαλόντες, ὀρθὴν ἔμπροσθεν τοῦ Θεοῦ ἀναστῆσαι δυνηθῶμεν ἡμῶν τὴν ψυχήν. Οὐ γὰρ περὶ χειρῶν καὶ γονάτων λέγει τῶν τοῦ σώματος· οὐδὲ γὰρ δρομεῦσιν ἀνθρώποις, οὐδὲ παγκρατιασταῖς διαλέγεται· ἀλλὰ τὴν ἰσχὺν τῶν ἔνδον λογισμῶν προκαταβεβλημένην ὑπὸ τῶν πειρασμῶν, ἀναστῆσαι διὰ τῶν ῥημάτων τούτων παρακελεύεται. Κατὰ γὰρ τὸν τῆς θείας συνάξεως καιρὸν, ἀδελφοὶ, οὐκ ἄνθρωποι μόνον βοῶσι τὴν φρικωδεστάτην ἐκείνην βοὴν, ἀλλὰ καὶ ἄγγελοι προσπίπτουσι τῷ ∆εσπότῃ, καὶ ἀρχάγγελοι δέονται· ἔχουσι γὰρ καὶ τὸν καιρὸν αὐτοῖς συμμαχοῦντα, καὶ τὴν προσφορὰν βοηθοῦσαν. Καὶ καθάπερ ἄνθρωποι κλάδους ἐλαιῶν ἐκκόψαντες ἐπισείουσι τοῖς βασιλεῦσι, διὰ τοῦ φυτοῦ ἐλέου καὶ φιλανθρωπίας αὐτοὺς ἀναμιμνήσκοντες· οὕτω δὴ καὶ οἱ ἄγγελοι τότε ἀντὶ κλάδων ἐλαιῶν, αὐτὸ τὸ σῶμα τὸ δεσποτικὸν προτεινόμενοι, τὸν ∆εσπότην παρακαλοῦσιν ὑπὲρ τῆς ἀνθρωπίνης φύσεως, μονονουχὶ λέγοντες, ὅτι Ὑπὲρ τούτων δεόμεθα, οὓς αὐτοὺς φθάσας οὕτως ἀγαπῆσαι κατηξίωσας, ὡς τὴν ψυχὴν ἐπιδοῦναι τὴν ἑαυτοῦ· ὑπὲρ τούτων ἐκχέομεν τὰς ἱκετηρίας, ὑπὲρ ὧν αὐτὸς τὸ αἷμα ἐξέχεας· ὑπὲρ τούτων παρακαλοῦμεν, ὑπὲρ ὧν τὸ σῶμα τοῦτο κατέθυσας. Ἕκαστος τοίνυν ἀναλογιζέσθω παρ' ἑαυτῷ, ποῖον ἐλάττωμα διώρθωσε, ποῖον κατόρθωμα προσεκτήσατο, ποίαν ἁμαρτίαν ἀπενίψατο, κατὰ τί βελτίων ἐγένετο· κἂν μὲν εὕρῃ πλέον τι γενόμενον ἀπὸ τῆς νηστείας αὐτῷ πρὸς τὴν καλὴν ταύτην ἐμπορίαν, καὶ συνίδῃ ἑαυτῷ πολλὴν πεποιημένῳ τῶν τραυμάτων ἐπιμέλειαν, προσερχέσθω· εἰ δὲ ἠμελημένος ἔμεινε, νηστείαν μὲν ἔχων ἐπιδείξασθαι μόνην, τῶν δὲ ἄλλων οὐδὲν κατωρθωκὼς, ἔξω μενέτω, καὶ τότε εἰσιέτω, ὅταν ἅπαντα ἐκκαθάρῃ τὰ ἁμαρτήματα. Τὸν μὲν γὰρ μὴ νηστεύοντα εἰκὸς καὶ συγγνώμης τυχεῖν, σώματος ἀσθένειαν προβαλλόμενον· τὸν δὲ μὴ διορθώσαντα ἑαυτοῦ τὰ πλημμελήματα, ἀδύνατον ἀπολογίας τυχεῖν. Τῆς γὰρ ἐν ταῖς συνάξεσι ῥᾳθυμίας ἐὰν ἀπαιτήσῃ τὰς εὐθύνας ὁ Θεὸς, τί ποιήσομεν; Ἴστε γὰρ δήπου τοῦτο, ὅτι πολλάκις αὐτοῦ διαλεγομένου πρὸς πάντας ἡμᾶς διὰ τοῦ προφήτου, πολλοὺς καὶ μακροὺς ποιούμεθα πρὸς τοὺς πλησίον λόγους περὶ τῶν οὐδὲν ἡμῖν προσηκόντων πραγμάτων. Ἂν τοίνυν πάντα παρεὶς τὰ ἄλλα, ταύτης τῆς ἁμαρτίας θελήσῃ δίκην ἀπαιτῆσαι ἡμᾶς, ποία σωτηρίας ἔσται ἡμῖν ἐλπίς; Μὴ γὰρ δὴ μικρὸν 63.627 εἶναι νομίσῃς τὸ πλημμέλημα, ἀλλ' εἰ βούλει τὸ μέ63.627 γεθος αὐτοῦ κατιδεῖν, ἐπ' ἀνθρώπων τοῦτο αὐτὸ ἐξέτασον, καὶ τότε ὄψει τῆς ἀτοπίας τὸ μέγεθος. Τόλμησον ἄρχοντος πρὸς σὲ φθεγγομένου, μᾶλλον δὲ φίλου τινὸς τῶν ὀλίγον σεμνοτέρων, ἀφεὶς αὐτὸν πρὸς οἰκέτην διαλέγεσθαι τὸν σαυτοῦ, καὶ τότε ὄψει ἡλίκον τολμᾷς ἐπὶ Θεοῦ τοῦτο ποιῶν. Ἐὰν γὰρ ᾖ τις τῶν ἐπιφανεστέρων ἐκεῖνος, καὶ δίκην σε ἔχει ἀπαιτῆσαι τῆς ὕβρεως· ἀλλ' ὁ Θεὸς τοσαῦτα καὶ πλείονα τούτων καθ' ἑκάστην ὑβριζόμενος τὴν ἡμέραν, οὐ παρ' ἑνὸς καὶ δύο καὶ τριῶν ἀνθρώπων, ἀλλὰ παρὰ πάντων ἡμῶν σχεδὸν, ἀνέχεται καὶ μακροθυμεῖ. Καὶ βασιλέως μὲν ὀργὴν ἐπιγείου καταλῦσαι βουλόμενοι, μετὰ τῶν παίδων καὶ γυναικῶν συντρέχετε πάντες, καὶ τῆς βασιλικῆς ὀργῆς πολλάκις τὸν κατάδικον ἐξαρπάζετε· τὸν δὲ οὐράνιον βασιλέα μέλλοντες ἵλεων ποιῆσαι καὶ