[Concerning the Sacred Initiation of Holy Baptism.]
XVI. Thou therefore, O bishop, according to that type, shalt anoint the head of those that are to be baptized, whether they be men or women, with the holy oil, for a type of the spiritual baptism. After that, either thou, O bishop, or a presbyter that is under thee, shall in the solemn form name over them the Father, and Son, and Holy Spirit, and shall dip them in the water; and let a deacon receive the man, and a deaconess the woman, that so the conferring of this inviolable seal may take place with a becoming decency. And after that, let the bishop anoint those that are baptized with ointment.
[16] Διὰ τοῦτο, ὦ ἐπίσκοπε, τοὺς συνεργούς σου τῆς ζωῆς καὶ τῆς δικαιοσύνης ἐργάτας διακόνους εὐαρέστους Θεῷ προχειρίζου, οὓς ἐκ παντὸς τοῦ λαοῦ δοκιμάζεις εἶναι ἀξίους καὶ εἰς τὰς τῆς διακονίας χρείας εὐσκύλτους. Προχείρισαι δὲ καὶ διάκονον πιστὴν καὶ ἁγίαν εἰς τὰς τῶν γυναικῶν ὑπηρεσίας. Ἔστι γάρ, ὁπόταν ἔν τισιν οἰκίαις ἄνδρα διάκονον γυναιξὶν οὐ δύνασαι πέμπειν διὰ τοὺς ἀπίστους: ἀποστελεῖς οὖν γυναῖκα διάκονον διὰ τὰς τῶν φαύλων διανοίας. Καὶ γὰρ εἰς πολλὰς χρείας γυναικὸς χρῄζομεν διακόνου. Καὶ πρῶτον μὲν ἐν τῷ φωτίζεσθαι γυναῖκας ὁ διάκονος χρίσει μὲν μόνον τὸ μέτωπον αὐτῶν τῷ ἁγίῳ ἐλαίῳ, καὶ μετὰ τοῦτον δὲ ἡ διάκονος ἀλείψει αὐτάς: οὐ γὰρ ἀνάγκη τὰς γυναῖκας ὑπὸ ἀνδρῶν κατοπτεύεσθαι. Ἀλλὰ μόνον ἐν τῇ χειροθεσίᾳ τὴν κεφαλὴν αὐτῆς χρίσει ὁ ἐπίσκοπος, ὃν τρόπον οἱ βασιλεῖς καὶ οἱ ἱερεῖς τὸ πρότερον ἐχρίοντο: οὐχ ὅτι καὶ οἱ νῦν βαπτιζόμενοι ἱερεῖς χειροτονοῦνται, ἀλλ' ὡς ἀπὸ τοῦ Χριστοῦ χριστιανοί, βασίλειον ἱεράτευμα καὶ ἔθνος ἅγιον, Ἐκκλησία Θεοῦ, στῦλος καὶ ἑδραίωμα τοῦ νυμφῶνος, οἵ ποτε οὐ λαός, νῦν δὲ ἠγαπημένοι καὶ ἐκλεκτοί. Σὺ οὖν, ὦ ἐπίσκοπε, ἐκείνῳ τῷ τύπῳ χρίσεις τὴν κεφαλὴν τῶν βαπτιζομένων, εἴτε ἀνδρῶν εἴτε γυναικῶν, τῷ ἁγίῳ ἐλαίῳ εἰς τύπον τοῦ πνευματικοῦ βαπτίσματος: ἔπειτα ἢ σὺ ὁ ἐπίσκοπος ἢ ὁ ὑπὸ σὲ πρεσβύτερος τὴν ἱερὰν ἐπ' αὐτοῖς εἰπὼν καὶ ἐπονομάσας ἐπίκλησιν Πατρὸς καὶ Υἱοῦ καὶ ἁγίου Πνεύματος βαπτίσεις αὐτοὺς ἐν τῷ ὕδατι: καὶ τὸν μὲν ἄνδρα ὑποδεχέσθω ὁ διάκονος, τὴν δὲ γυναῖκα ἡ διάκονος, ὅπως σεμνοπρεπῶς ἡ μετάδοσις τῆς ἀθραύστου σφραγῖδος γένηται: καὶ μετὰ τοῦτο ὁ ἐπίσκοπος χριέτω τοὺς βαπτισθέντας τῷ μύρῳ.