τὴν δοκὸν ἐκ τοῦ ὀφθαλμοῦ σου.9 (A f. 111) Τουτέστι, σαυτὸν ἐπίδειξον καθαρὸν τῶν μεγάλων ἁμαρτημάτων, καὶ τότε σύμβουλος ἔσῃ τῷ πταίοντι μικρά. Οὐκοῦν ἑαυτῷ μὲν ἔσται διδάσκαλος ὁ σοφὸς, ἕτερον δὲ οὐ κατακρινεῖ. Τοῦτο γὰρ καὶ ὁ νόμος ὁ διὰ Μωϋσέως παραγγέλλει, λέγων· "Πρόσ εχε, φησὶ, σεαυτῷ, οὐχ ἑτέρῳ·" τὸ δὲ, "Πρόσεχε," ἀντὶ τοῦ, Περιβλέπου τὰ κατὰ σαυτόν.(A f. 111 b) Ἀλλ', ὦ ∆έσποτα, φαίη ἂν, οἶμαι, τὶς, πῶς ἄρα δια γνωσόμεθα τὸν ἔχοντα μὲν ἐν ὀφθαλμῷ τὴν δοκὸν, ἐπι πλήττοντα δὲ τοῖς κάρφον ἔχουσι καὶ ἀσθενοῦσιν ἐκ μέρους; Χαλεπὸν οὐδὲν ἐν τούτῳ, φησί· πρόκειται γὰρ τοῖς ἐθέλουσιν εὐκόλως ἰδεῖν.(B f. 68) Οὐκ οῦν ὁ ἑκάστου βίος τῶν αὐτοῦ τρόπων ἔσται παρα δεικτικός· οὐ γὰρ τοῖς ἔξωθεν ὡραϊσμοῖς, καὶ πε πλασμέναις ἐπιεικείαις τὸ τῆς ἀληθοῦς εὐζωΐας χαρακτηρίζεται κάλλος, ἀλλ' ἐξ ὧν ἂν ἐργάσαιτό τις. Τοῦτο πάλιν ἔφη που ὁ Χριστός· "Προσέχετε ἀπὸ τῶν ἐρχομένων πρὸς ὑμᾶς ἐν ἐνδύμασι προβάτων, ἔσωθεν δέ εἰσι λύκοι ἅρπαγες." Ἰδοὺ δὴ πάλιν οὐκ ἐκ τῶν ἐνδυμάτων, ἀλλ' ἐξ ὧν εἰσι κατὰ ἀλήθειαν οἱ πρὸς ἡμᾶς ἐρχόμενοι, διαγινώσκεσθαι δεῖν αὐτοὺς ἐπιτάττει Χριστός· "Ἀπὸ γὰρ τοῦ καρποῦ, φησὶ, τὸ δένδρον γινώσκεται." Ὥσπερ ἐστὶν ἀμαθὲς τὸ ἐν ἀκάνθαις ζητεῖν τὰ τῶν ὡρίμων ἐξαίρετα. σταφυλήν τέ φημι καὶ σύκον [αλινς Cod.9 σύκα], οὕτω κατα γέλαστον ἐννοεῖν ἐν ὑποκριταῖς καὶ βεβήλοις εὑρεῖν δύνασθαί τι τῶν τεθαυμασμένων, ἤγουν ἀρετῆς εὐ γένειαν· τούτους καὶ τριβόλους καὶ βάτους φαίη τις ἄν. Παρὰ τοῖς τοιούτοις γλυκὺ μὲν οὐδὲν, πικρὰ δὲ πάντα καὶ δυσγενῆ· οὐ γὰρ ἐν ἀκάνθαις φύεται σύ κον, οὐδὲ ἐν βάτῳ τίκτεται σταφυλή· οὐκοῦν οὐκ ἀπό γε τῶν σχημάτων, ἀλλ' ἐξ αὐτῶν τῶν ἑκάστῳ βε βιωμένων, διαγνωστέον τὸν διδάσκαλον. Εἵρηται ταῦτα 72.605 καὶ ἐν τῷ πέμπτῳ κεφαλαίῳ τοῦ κατὰ Ματθαῖον· πλὴν ἐκεῖ μὲν περὶ τῶν πλάνων, ἐνταῦθα δὲ περὶ τῶν κεκαθαρμένων καὶ καθαιρόντων ἑτέρους, καὶ περὶ τῶν ἀκαθάρτων καὶ καθαίρειν ἅλλους πειρωμέ νων. Παραβολικῶς δὲ τούτους μὲν ὠνόμασε δένδρα, καρποὺς δὲ τὰς πράξεις αὐτῶν· καὶ παραινεῖ προσέχειν ταῖς πράξεσι τούτων, αἱ εἰσι καρπὸς, καὶ μὴ τοῖς λόγοις, οἵ εἰσι φύλλα. 9Ὁ ἀγαθὸς ἄνθρωπος ἐκ τοῦ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας αὐτοῦ προφέρει τὸ ἀγαθόν.9 (A f. 112) Ἀποδείξας ἐν τοῖς προλαβοῦσι, πόθεν ἂν διαγνωσθείη ὁ ἀγαθὸς καὶ ὁ πονηρὸς, ὅτι ἐπὶ τῶν ἔργων, ὡς τὸ δένδρον ἐκ τοῦ καρποῦ, νῦν καὶ δι' ἑτέρου σημείου τοῦτο κατασκευάζει. Ὁ μὲν γὰρ ἀγαθὸς, φησὶν, ὡς ἐξ ἀγαθοῦ θησαυροῦ τῆς καρδίας, πηγάζει τὰ ἀγαθά· ὁ δὲ μὴ οὕτως ἔχων, φαυλότητι δὲ καὶ πονηρίᾳ κεκρατημένον ἔχων τὸν νοῦν, ἐνδώ σει πάντως τὰ ἐν τῷ βάθει κεκρυμμένα· τὰ γὰρ εἰς νοῦν καὶ καρδίαν ἐπιπηδᾷ διὰ τοῦ πρὸς τὰ ἄνω τρέ χοντος λόγου. Οὐκοῦν ὁ χρηστὸς τοὺς τρόπους τὰ αὐτῷ πρέποντα λαλεῖ· ὁ δὲ φαῦλός τε καὶ πονηρὸς τὴν ἐν τῷ βάθει κειμένην ἀκαθαρσίαν ἐρεύξεται. 9Τί δέ με καλεῖτε, Κύριε, Κύριε;9 Μόνῃ μέντοι πρέπει τῇ πάντων ἐπέκεινα καὶ ἀνωτάτω φύσει τὸ τῆς κυριότητος ὄνομά τε καὶ πράγματα· κρατεῖ γὰρ καὶ κατεξουσιάζει τῶν ὅλων· "Εἶς γὰρ Κύριος, μία πίστις, ἓν βάπτισμα." Καὶ αὗθις· "Εἴπερ εἰσὶ θεοὶ πολλοὶ καὶ κύριοι πολλοὶ ἔν τε οὐρανῷ καὶ ἐπὶ γῆς, ἀλλ' ἡμῖν εἷς Θεὸς ὁ Πατὴρ, ἐξ οὗ τὰ πάντα· καὶ εἷς Κύριος Ἰησοῦς Χριστὸς, δι' οὗ τὰ πάντα." Μόνον οὖν εἰδότες τὸν φύσει τε καὶ ἀληθῶς Κύριον, τὸν συμβασιλεύοντα τῷ Θεῷ καὶ Πα τρὶ Θεὸν Λόγον, οὕτως αὐτὸν ὀνομάζομεν· ἀλλὰ, "Τί δῆτα, φησὶ, καλεῖτε Κύριον," οὐ ποιεῖτε δὲ ἂ λέγω; ἀληθὲς γὰρ τὸ δι' ἑνὸς τῶν ἁγίων προφητῶν εἰρημένον· "Εἰ Πατήρ εἰμι ἐγὼ, ποῦ ἦν ἡ δόξα μου; Καὶ εἰ Κύριός εἰμι ἐγὼ, ποῦ ἐστιν ὁ φόβος; Υἱὸς δοξάζει πατέρα, καὶ δοῦλος τὸν κύριον αὐτοῦ, λέγει Κύριος παντοκράτωρ." Ἐπισφαλὲς οὖν ἄρα καὶ τῆς ἐσχάτης ἄξιον δίκης, τὸ μὴ ὑποκεῖσθαι θέλειν τῷ τῶν ὅλων κρατοῦντι Χριστῷ. Κατίδῃ δ' ἄν τις ἐκ πολλῶν μὲν καὶ ἄλλων, κἀκ τῶνδε μέντοι· τὸν μὲν γὰρ γνήσιον οἰκέτην, ἐξαιρέτοις τιμαῖς στεφανούμε νον, τὸν δὲ