εἰς αὐτοὺς ἀπησχόλησαν τὰ ξίφη, μετὰ δὲ κενὸν τὸ πᾶν ἀφῆκαν ὧν ἐντὸς ἔστεγε, τῶν τε πρὸς ἰατρείαν καὶ οἷς οἱ τληπαθεῖς ἐσκέποντο. Καὶ νῦν τὸ τοιοῦτον καλὸν οὐκ ἔχει τινὰ ξεναγωγεῖν, ἀλλ' οἱ πρὸς νοσοκομίαν ἀπονεύοντες ἐρχόμενοι καὶ τὸ κένωμα βλέποντες καὶ τὸ πρὸς ὑγίειαν βοήθημα ὡσεὶ καὶ θανάτου καταγώγιον ἀποτροπιαζόμενοι, τύπτοντες τὰς αὑτῶν κεφαλὰς καὶ οἰμώζοντες ὡς ἐπιτελεύτια ἐπαναστρέφουσιν οἴκαδε καὶ κεῖνται θανάτῳ ἐπιτρέψαντες ἑαυτούς. Οὐδὲ γὰρ οὐδὲ ἔστι ῥανίδα ἢ ψῆγμά τι νοσήλειον οὐδ' ἄλλοθί που τῆς καθ' ἡμᾶς ἐρημοπόλεως εὑρέσθαι, πάντων ὑπὸ τῶν καὶ ἀγροίκων καὶ ἀπηνεστάτων ἐξηφανισμένων, οἳ οὐδεμίαν χάριν μὴ ὅτι γε καταπλουτοῦντες, ἀλλ' οὐδὲ οἶμαι εἰδότες, ἄνθρωποι ἀχαρίστεροι πάντων, ὦν ἂν εἴποι τις, καὶ λόγον ἄλλον ἀπειρόκαλοι, καθότι τῷ χυδαίῳ τῆς πολιτεύσεως καλοῦ παντὸς ἦσαν ἀπείρατοι καὶ τῶν τοιούτων ἁπάντων ἀγαθῶν τὴν καθ' ἡμᾶς πόλιν ἀπωρφάνισαν, ὡς μηκέτι θαυμάζεσθαι τί δήποτε αὐτοὶ κατ' ἀνθρώπων θάνατοι αὐτόχρημα ἐξέβησαν, εἰ δίχα τῶν τοιούτων καὶ ἀλόγων ἀφειδεῖς ἦσαν κατὰ μανίαν τὴν καθ' ἡμῶν καὶ ἀγγείοις ἐνύβριζον εἰς κατάκλασμα, μέχρι καὶ αὐτῶν λαγύνων καὶ ληκύθων καὶ εἴ τι φαυλότερον. Οἱ δὲ καὶ ἄλλως εἰς τόσον ἀγροικικῶς εἶχον, ὡς μηδὲ ὀφθαλμοῖς ποτε διαλαβέσθαι δοκεῖν τὰ σπουδαιότερα. Λινέοις γοῦν σπειράμασι καὶ σακκίοις καὶ ῥάκεσιν ἀγαθὰ καὶ πολλὰ καὶ τίμια ἐγκείμενα πρὸς ἔριν ἀναλεγόμενοι, τὰ μὲν ἔνδον ἐξερρίπτουν ἀνοίγοντες τὰ τῶν ἀγγείων στόματα καὶ συνεπάτουν, τὰ δὲ ἀχρεῖα δοχεῖα εἰς κόλπους παρέβυον, ὀβολιαῖα ὡς τὰ πολλὰ ὄντα. Καὶ τοιοῦτοι μὲν οἱ πλείους τὰ πρῶτα ἐν ἀκμῇ τῆς ἁρπαγῆς· ἐπελθόντες δὲ οἱ μετ' αὐτοὺς καὶ οἱ μετ' ἐκείνους ἔτι ἐφορτίζοντο τὰ ἐκκεχυμένα καλὰ καὶ πλοῦτον συνέλεγον. Ἦσαν δὲ καὶ αὐτοὶ ἀγεννεῖς ἄγροικοι καὶ οὐδὲν ἀστεῖον 148 πεπαιδευμένοι. Τοῖς γοῦν κατ' ἐμπορίαν παρατετυχηκόσι καὶ εἴτε ἰσχνότερον ἢ πρὸς πάχος δυναμένοις κτᾶσθαι τὰ ἐμπολώμενα βραχύ τι λαμβάνοντες κατήλλαττον τὰ τῷ βίῳ τίμια. Καὶ ἔστι μαθεῖν ὡς διπλοὺς μὲν ὁ χρυσός, ὁ δὲ ἄργυρος καὶ εἰς πολλαπλοῦν πονηροῖς εἰς ἄλλαγμα χαλκείοις προΐετο. Βίβλοι δέ, ἃς ἀπολωλεκώς τις δάκνοιτο ἂν τὴν ψυχὴν διὰ βίου, καὶ φάρεα, οἷς πρὸ τῶν ἄλλων φιληδοῦσιν οἱ Σῆρες, καὶ λοιπὰ ἔργα ἱστοῦ, οἷς ἀραχνῶν μίτος ἐρίσειεν ἄν, καὶ ὅσα δὲ ῥίζαν γενέσεως φέρουσι σκώληκα ἐργάτην τρυφεροῦ μηρύματος, οὐδ' αὐτὰ ἐφολκὰ ἦσαν τοῖς μηδὲν εἰδόσι καλόν, ἀλλὰ παρερριπτοῦντο εἰκαίου τιμήματος. Παρ' οἷς καὶ ὁ τριγέρων οἶνος διὰ τὸ ἀγλευκὲς ἐξουθενεῖτο, οἶα καί τι φάρμακον οὐκ ἀγαθόν· οἵου δὴ οἴνου χρεία καὶ μάλιστα ἦν τά τε ἄλλα καὶ διὰ τοὺς ἐν πληγαῖς. Ἐξεχεῖτο γὰρ τὸ καλὸν ἐκεῖνο ὑγρὸν ὡς εἰς ποταμούς· ὅθεν οὔτε αὐτὸς ἦν οὔτε τι ἀκόλουθον μάλαγμα οὔτε ὁ καθ' εἱρμὸν κατάδεσμος. ∆ιόπερ οὐ μόνον κύκλῳ τοῦ τείχους τῶν νεκρῶν κειμένων καὶ περὶ σύμπαν δὲ τὸ τοῦ τοιούτου κύκλου ἐμβαδὸν οὐκ ἦν ὁ θάπτων, ἀλλὰ καὶ οἱ πεπληγμένοι προσθήκην ἐποίουν τῷ Ἅιδῃ καὶ πράγματα προυξένουν τοῖς θάπτουσιν. Ὢ γοῦν ὅσας ἐξεκένωσαν οἰκίας καὶ οἱ τραυματίαι κατὰ πολυμερῆ ποσότητα ἐκλείποντες. Καὶ οὕτω μὲν ὁ γέρων οἶνος ἐκφορὰν ἔπαθε, συντεθνηκὼς οἷον καὶ αὐτὸς τοῖς κινδυνεύσασι κατ' ἔνδειαν αὐτοῦ, ὁ δὲ νεογνὸς ὑπεσκίρτα ζέων καὶ βραττόμενος καὶ τὸ βράσμα ἦν τοῖς προσιεμένοις καθὰ καί τι ἐμβόημα καὶ ἀπειλὴ βίου ὑπεξαγωγῆς. Οἱ γὰρ τούτου ὑποπιμπλάμενοι εἶτα τοῦ τῆς λήθης ἔπινον πόματος, ὃ θάνατος οἰνοχόει, οὐ τοῖς ἡμετέροις μόνοις, ἀλλ', ὃ καὶ προφέρων τῷ στόματι χαίρω, καὶ μάλιστα τοῖς Λατίνοις, οἷς μέγα τι καλὸν αὐτὸς ἐκρίνετο, ἅμα ἐκπιέζουσι χερσὶ σταφυλὰς καὶ ῥοφοῦσι χανδὸν τὸ νεόθλιπτον, ἵνα μηδὲ ταῖς λαγύνοις πρωτείου ὑποδοχῆς ἐκχωρήσωσι. Καὶ ὁφείλομεν ἡμεῖς τῷ τοιούτῳ βρασματίᾳ οἴνῳ χάριτας, οἷα προσεταιρισαμένῳ κατὰ Λατίνων τὸν θάνατον· ὃν ἐπώτρυνεν αὐτοῖς καὶ τὰ ὕεια κρέα, οἷς τὰς γαστέρας πλησμίως ἔσαττον· οὕτω δὲ καὶ τὰ ἐκ βοῶν καὶ τὰ καλὰ σκόροδα, δι' ὧν ὁ καθ' ἡμᾶς κλῆρος ἐσῴζετο καταψάλλων καὶ καρπιζόμενος τὰ ἐς ζωὴν καὶ οὕτω τιννύμενος τοὺς φόνους, οἷς