46
ἐξαρπάσειν τῆς ὀργῆς αὐτοῦ, οὐχ ἕνα οὐδὲ δύο καὶ τρεῖς καὶ ἑκατὸν, ἀλλὰ πάντας τοὺς κατὰ τὴν οἰκουμένην ἁμαρτωλοὺς, ἔξω καθέζεσθε, καὶ οὐ συντρέχετε κοινῇ πάντες, ἵνα ὁ Θεὸς τὴν συμφωνίαν ὑμῶν αἰδεσθεὶς, κἀκείνοις ἀφῇ τὴν κόλασιν, καὶ ὑμῖν συγχωρήσῃ τὰ ἁμαρτήματα; Εἰ γὰρ ἐπ' ἀγορᾶς τύχῃς ὢν κατὰ τὸν καιρὸν ἐκεῖνον, εἰ γὰρ ἐπὶ τῆς οἰκίας, εἰ γὰρ ἐν ἀπαραιτήτοις πράγμασιν, οὐχὶ παντὸς λέοντος σφοδρότερον ἅπαντα διαῤῥήξας τὰ δεσμὰ πρὸς τὴν κοινὴν ἱκετηρίαν αὐτομολήσεις; καὶ ποίαν ἕξεις σωτηρίας ἐλπίδα; Τί γὰρ τῆς τοῦ Θεοῦ Ἐκκλησίας δυνατώτερον γένοιτ' ἄν; Μή μοι λέγε τείχη καὶ ὅπλα· τείχη τῷ χρόνῳ παλαιοῦνται, Ἐκκλησία δὲ οὐδέποτε γηρᾷ· τείχη βάρβαροι καταλύουσιν, ἐκκλησίας δὲ οὐδὲ δαίμονες περιγίνονται. Καὶ ὅτι οὐ κόμπος τὰ ῥήματα, μαρτυρεῖ τὰ πράγματα. Πόσοι ἐπολέμησαν τὴν Ἐκκλησίαν, καὶ οἱ πολεμήσαντες ἀπώλοντο, αὕτη δὲ ὑπὲρ τὸν οὐρανὸν ἀναβέβηκε; Τοιοῦτον ἔχει μέγεθος ἡ Ἐκκλησία· πολεμουμένη νικᾷ, ἐπιβουλευομένη περιγίνεται, ὑβριζομένη λαμπροτέρα καθίσταται. Συνήκατε τὴν ἡμέραν ἐκείνην, ὅσα ἐκινεῖτο καθ' ἡμῶν ὅπλα, καὶ θυμὸς στρατιωτικὸς πυρὸς σφοδρότερος, καὶ ἡμεῖς πρὸς τὰς βασιλικὰς αὐλὰς ἀπηγόμεθα, καὶ θέατρον ἐγινόμεθα τῇ οἰκουμένῃ; ἀλλὰ διὰ τὴν τοῦ Θεοῦ χάριν οὐδὲν ἡμᾶς ἐκείνων κατέπληξε. ∆ιὰ τί; Ὅτι οὐδὲν τῶν παρόντων δεινόν. Τί γάρ ἐστι δεινόν; θάνατος; ἀλλ' οὐκ ἔστι δεινόν· ταχέως γὰρ ἐπὶ τὸν λιμένα ἀπερχόμεθα. Ἀλλὰ δήμευσις; Γυμνὸς ἐξῆλθον, γυμνὸς καὶ ἀπελεύσομαι. Ἀλλ' ἐξορία; Τοῦ Κυρίου ἡ γῆ καὶ τὸ πλήρωμα αὐτῆς. Ἀλλὰ συκοφαντία; Χαίρετε, ὅταν εἴπωσι πᾶν πονηρὸν καθ' ὑμῶν ῥῆμα, ὅτι μισθὸς ὑμῶν πολὺς ἐν τοῖς οὐρανοῖς. Εἰ γὰρ καὶ ἀπηγόμην, ἀλλ' οὐκ ἦν ὕβρις μοι τὸ γινόμενον· ὕβρις γὰρ ἓν μόνον, ἁμαρτία· κἂν ἡ οἰκουμένη σε ὑβρίσῃ, σὺ δὲ σαυτὸν μὴ ὑβρίσῃς, οὐχ ὑβρίσθης. Προδοσία μόνη ἡ τοῦ συνειδότος· μὴ προδῷ σε τὸ συνειδὸς, καὶ οὐδείς σε προδίδωσιν. Ἀπηγόμην, καὶ ἑώρων τὰ πράγματα, μᾶλλον δὲ τὰ ῥήματά μου πράγματα γινόμενα, καὶ τὴν προσομιλίαν μου τὴν διὰ τῶν ῥημάτων ἐπὶ τῆς ἀγορᾶς διὰ πραγμάτων κηρυττομένην. Ἐβουλόμην τοίνυν εἰδέναι, ποῦ διατρίβουσιν οἱ τῆς συνάξεως καταφρονήσαντες, καὶ τῆς ἱερᾶς ταύτης ἀπολειφθέντες τραπέζης. Μᾶλλον δὲ οἶδα σαφῶς· ἢ γὰρ περὶ ἀτόπων καὶ καταγελάστων πραγμάτων διαλέγονται, ἢ βιωτικαῖς εἰσι προσηλωμένοι φροντίσιν· ἀμφοτέρων δὲ ἡ διατριβὴ συγγνώμης ἀπεστέρηται, καὶ κόλασιν ἔχει τὴν ἐσχάτην. Καὶ περὶ μὲν τῆς προτέρας οὐδὲ λόγων δεῖ, οὐδὲ ἀποδείξεως· ὅτι δὲ καὶ οἱ 63.628 τὰ τῆς οἰκίας ἡμῖν προβαλλόμενοι πράγματα, καὶ τὴν ἀφόρητον ἐκεῖθεν ἀνάγκην λέγοντες, οὐδὲ οὗτοι δύνανται συγγνώμης τυχεῖν, μὴ τὰ πνευματικὰ τῶν γηΐνων προτιμῶντες πραγμάτων, παντί που δῆλον. Τίς γὰρ οἰκέτης, εἰπέ μοι, πρὶν ἢ δεσποτικὴν πληρώσει διακονίαν, τῶν κατὰ τὴν ἰδίαν οἰκίαν ἐπιμελήσεταί ποτε; Πῶς οὖν οὐκ ἄτοπον, ἐπ' ἀνθρώπων μὲν ἔνθα ψιλὸν ὄνομα ἡ δεσποτεία, τοσαύτην τοῖς κυρίοις παρέχειν τὴν αἰδὼ καὶ τὴν ὑπακοήν· τὸν δὲ ἀληθῶς ∆εσπότην οὐχ ἡμῶν μόνον, ἀλλὰ καὶ τῶν ἄνω δυνάμεων, μηδὲ τῆς αὐτῆς τοῖς ἡμετέροις συνδούλοις ἀξιοῦν θεραπείας; Εἴθε ἦν μοι δυνατὸν δεῖξαι τοῖς ὑμετέροις ὀφθαλμοῖς τὴν ἐκείνων ψυχὴν, καὶ εἴδετε ἂν ῥυπῶσαν, αὐχμῶσαν, κατῃσχυμμένην, τεταπεινωμένην καὶ ἀπαῤῥησίαστον. Ὥσπερ γὰρ τὰ βαλανείων οὐκ ἀπολαύοντα σώματα, αὐχμοῦ, καὶ ῥύπου γέμει πολλοῦ· οὕτω καὶ ψυχὴ μὴ διδασκαλίας ἀπολαύουσα πνευματικῆς, πολλὴν τῶν ἁμαρτημάτων ἔχει περικειμένην αὐτῇ τὴν κηλῖδα. Εἴθε ἦν δυνατὸν ἀναπτύξαι τὰς καρδίας τῶν ἀπολιμπανομένων τῆς θείας συνάξεως· εἴθε ἦν δυνατὸν ὑμῖν εἰς τὸ συνειδὸς αὐτῶν εἰσεληλυθέναι· καὶ τότε εἴδετε ἂν καλῶς, πόσων τραυμάτων γέμουσιν, ὅσας ἀκάνθας ἔχουσι. Καθάπερ γὰρ γῆ γεωργικῶν οὐκ ἀπολαύουσα χειρῶν χερσοῦται καὶ ὑλομανεῖ· οὕτω καὶ ψυχὴ πνευματικῆς οὐκ ἀπολαύουσα διδασκαλίας, ἀκάνθας καὶ τριβόλους ἐκπέμπει. Εἰ γὰρ ἡμεῖς οἱ καθ' ἑκάστην ἡμέραν τῆς τῶν προφητῶν καὶ ἀποστόλων μετέχοντες ἀκροάσεως, καὶ