[Of What Character He Ought to Be Who is Initiated.]
XVIII. But let him that is to be baptized be free from all iniquity; one that has left off to work sin, the friend of God, the enemy of the devil, the heir of God the Father, the fellow-heir of His Son; one that has renounced Satan, and the demons, and Satan’s deceits; chaste, pure, holy, beloved of God, the son of God, praying as a son to his father, and saying, as from the common congregation of the faithful, thus: “Our Father, which art in heaven, hallowed be Thy name; Thy kingdom come; Thy will be done on earth, as it is in heaven; give us this day our daily bread; and forgive us our debts, as we forgive our debtors; and lead us not into temptation, but deliver us from the evil one: for Thine is the kingdom, and the power, and the glory, for ever. Amen.” 56 Matt. vi. 9, etc.
[18] Ὁ δὲ βαπτιζόμενος ὑπαρχέτω ἀλλότριος ἀσεβείας πάσης, ἀνενέργητος πρὸς ἁμαρτίαν, φίλος Θεοῦ, ἐχθρὸς διαβόλου, κληρονόμος Πατρός, συγκληρονόμος δὲ τοῦ Υἱοῦ αὐτοῦ, ἀποτεταγμένος τῷ σατανᾷ καὶ τοῖς δαίμοσιν καὶ ταῖς ἀπάταις αὐτοῦ, ἁγνός, καθαρός, ὅσιος, θεοφιλής, υἱὸς τοῦ Θεοῦ, προσευχόμενος ὡς υἱὸς πατρὶ καὶ λέγων ὡς ἀπὸ κοινοῦ τοῦ τῶν πιστῶν συναθροίσματος οὕτως: Πάτερ ἡμῶν ὁ ἐν τοῖς οὐρανοῖς, ἁγιασθήτω τὸ ὄνομά σου: ἐλθέτω ἡ βασιλεία σου: γενηθήτω τὸ θέλημά σου ὡς ἐν οὐρανῷ καὶ ἐπὶ τῆς γῆς: τὸν ἄρτον ἡμῶν τὸν ἐπιούσιον δὸς ἡμῖν σήμερον: καὶ ἄφες ἡμῖν τὰ ὀφειλήματα ἡμῶν, ὡς καὶ ἡμεῖς ἀφίεμεν τοῖς ὀφειλέταις ἡμῶν: καὶ μὴ εἰσενέγκῃς ἡμᾶς εἰς πειρασμόν, ἀλλὰ ῥῦσαι ἡμᾶς ἀπὸ τοῦ πονηροῦ, ὅτι σοῦ ἐστιν ἡ βασιλεία καὶ ἡ δύναμις καὶ ἡ δόξα εἰς τοὺς αἰῶνας: ἀμήν.