ἀπειθῆ καὶ ῥᾴθυμον, εἰς τὸ σκότος δρα μόντα τὸ ἐξώτερον. Οἱ γὰρ λαβόντες τὰ τάλαντα, καὶ διπλασιάσαντες τῷ δεσπότῃ τὸ δοθὲν, ἐπαίνοις τετί μηνται· τόν γε μὴν εἰς γῆν καταχώσαντα τὸ δοθὲν ὡς ῥᾴθυμον, σκληρᾷ καὶ ἀφύκτῳ περιβέβληκε δίκῃ. Κἀκεῖνο δὲ, οἶμαι, τοῖς εἰρημένοις προσεπενεχθῆναι δεῖ. Ἐν γὰρ τῷ βούλεσθαι τοῖς τοῦ Σωτῆρος ἡμῶν ὑποκεῖσθαι λόγοις, καὶ δουλεύειν αὐτῷ, τὸ τῆς ἐλευ θερίας ἀξίωμα διὰ τῶν αὐτοῦ πάλιν νευμάτων κατα πλουτήσομεν. Ἔφη γοῦν τοῖς πιστεύσασιν εἰς αὐτόν· "Ἐὰν ὑμεῖς μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, ἀληθῶς μαθηταί μού ἐστε, καὶ γνώσεσθε τὴν ἀλήθειαν· καὶ ἡ 72.608 ἀλήθεια ἐλευθεροῖ ὑμᾶς." Οὐκοῦν τῆς ἐλευθερίας τὴν δόσιν διὰ τῆς ὑπακοῆς κερδαίνομεν· τοῦτο δέ ἐστιν ἡ ὑπ' αὐτῷ δουλεία· τοῦτο καὶ υἱοὺς ἡμᾶς ἀποτελεῖ καὶ κληρονόμους Θεοῦ, καὶ συγκληρονόμους αὐτοῦ τοῦ Χριστοῦ. Καὶ αὐτός σε πάλιν πιστώσεται λέγων· "Πᾶς ὁ ποιῶν ἁμαρτίαν, δοῦλός ἐστιν τῆς ἁμαρ τίας·" ὁ δοῦλος οὐ μένει ἐν τῇ οἰκίᾳ εἰς τὸν αἰῶνα, ὁ υἱὸς μένει εἰς τὸν αἰῶνα. "Ἐὰν οὖν ὁ υἱὸς ὑμᾶς ἐλευθερώσῃ, ὄντως ἐλεύθεροί ἐστε." Οὐκοῦν εἰ ∆ε σπότην ὀνομάζομεν τὸν τῶν ὅλων Σωτῆρα Χριστὸν, ποιῶμεν ἃ λέγει· "Οὐ πᾶς γὰρ, φησὶν, ὁ λέγων μοι, Κύριε, Κύριε, εἰσελεύσεται εἰς τὴν βασιλείαν τῶν οὐρανῶν, ἀλλ' ὁ ποιῶν τὸ θέλημα τοῦ Πατρός μου τοῦ ἐν τοῖς οὐρανοῖς." Ὁποία γε μὴν ἡ ὄνησις ἐν τῷ βούλεσθαι τηρεῖν τὰ προστεταγμένα, τί δ' ἂν γένοιτο βλάβος ἐν τῷ μὴ ὑποτάττεσθαι θέλειν, αὐτὸς ἐδίδαξεν ὁ Σωτὴρ εἰπών· 9Πᾶς ὁ ἐρχόμενος πρός με, ὅμοιός ἐστιν ἀνθρώ πῳ οἰκοδομοῦντι οἰκίαν, κ.τ.λ.9 (αφ. 112 b, εφ. 68 b) Ὁ γὰρ εὐπειθὴς καὶ εὐάγωγος, οὐκ ἀκροατὴς νόμου γενόμενος μᾶλλον, ἀλλὰ ποιη τὴς ἔργων, ἑδραιοτάτην ἕξει τὴν στάσιν, τὴν ἐν παντὶ πράγματι καλῷ τε καὶ ἀγαθῷ· ἔσται δὲ οἰκίᾳ παρα πλήσιος ἱδρυμένῃ καλῶς, καὶ ἀκατάσειστον ἐχούσῃ τὸν θεμέλιον· ὥστε κἂν χειμάῤῥου δίκην ἤτοι πλημ μύρας ὑδάτων προσβάλωσιν οἱ πειρασμοὶ, καὶ ἡ τῶν ἐν ἡμῖν παθῶν ἀγριότης, πείσεται τῶν ἀπευκτῶν οὐ δέν. Ὁ δὲ μόνην ὑπέχων τὴν ἀκοὴν οἷς ἂν λέγοι Χρι στὸς, ἀπόθετον δὲ εἰς νοῦν ἔχων οὐδὲν, οὔτε μὴν κατ ορθώσας τι τῶν κεκελευσμένων, ἔσται πάλιν οἰκίᾳ προσεοικὼς ἑτοιμοτάτῃ πρὸς πτῶσιν· κατενεχθήσε ται γὰρ ἐφ' ἃ μὴ θέμις, κατερεθιζούσης ἡδονῆς, καὶ εἰς τοὺς τῆς ἁμαρτίας ἐκφερούσης βόθρους.(B f. 68 b) ∆εῖ γὰρ διὰ τῆς καθ' ἡμέραν ἀσκήσεως βε βαιοῦν ἑαυτοὺς τοῖς τοῦ Κυρίου παραγγέλμασιν, ἵνα μὴ καθάπερ βιαίων ὑδάτων προσβαλοῦσα ἡδονὴ, σαθρὰ τὰ ἐν ἡμῖν δόγματα διασκεδάσῃ· ἀλλ' ἐνευδο κιμήσῃ τοῖς ἐναντίοις πράγμασιν, ἀκατάλυτος οὖσα ἡ ἀρετή· καὶ μὴ τῷ πτώματι περιφανεῖς, ἀλλὰ τῇ νίκῃ γενώμεθα. Περιφανὲς γὰρ καὶ τὸ πτῶμα τῶν μεγάλα δεδιδαγμένων, ὅταν μεγάλων ἀποπίπτωσιν. Ἀθλίους δὲ ποιεῖ τοὺς ἀνθρώπους ἡ περὶ τοὺς πόνους ὀλιγωρία, καὶ τὸ τῆς κρίσεως σαθρὸν καὶ ἀβέβαιον· οὗτοί εἰσιν οἱ τοῖς μωροῖς ὁμοιωθέντες, οἱ ἐπὶ τῆς ψάμμου τῆς κατὰ τὴν γνώμην ἀβεβαιότητος, τὸν θε μέλιον τῆς πνευματικῆς τιθέντες οἰκοδομῆς, ὃν ὀλίγαι ψεκάδες πειρασμῶν, καὶ βραχὺς χειμάῤῥους τῶν τοῦ πονηροῦ προσπαιγμάτων ὑφελκύσας, τὴν ὑποβάθραν διέλυσέ τε καὶ διεσκόρπισε, μηδὲ ὀλίγον ἐπισχόντα πρὸς τὴν βροχὴν καὶ τὰ πνεύματα.
ΚΕΦ. Ζʹ.
Οὐδὲ ἐν τῷ Ἰσραὴλ τοσαύτην πίστιν εὗρον.9 (A f. 114) Ὁσίᾳ δὴ οὖν ψήφῳ Θεοῦ τῆς μὲν πρὸς 72.609 αὐτὸν οἰκειότητος ἀπώλισθεν ὁ Ἰσραήλ· ἀντεισκέ κληται δὲ καὶ προσελήφθη τὰ ἔθνη, ἑτοιμοτέραν ἔχοντα τὴν καρδίαν εἰς τὸ πιστεύειν εἰς αὐτόν. Καὶ πιστώσεται πάλιν ἡμᾶς τοῦτο λέγων ὁ θεσπέσιος Μελῳδὸς περὶ αὐτῶν· ποτὲ μέν· "ὅτι