ἐκεῖνοι τοὺς ἡμετέρους ἐνέρριψαν, καὶ μακαρίζοντες οὐκ αὐτοὺς ἀλλὰ τὴν νόσον, ἤδη δέ που καὶ τὸν θάνατον κατὰ τοὺς ἀπὸ Γαδείρων, παρ' οἷς ὁ Ἅιδης ἐκτετίμητο, εἰ καὶ μηδεμίαν χάριν οἶδε θάνατος κατὰ τὸν τραγῳδόν. Τὸν δὲ συχνὸν τοῦτον λατινικὸν θάνατον αὐτὸς ὁ Ἀλδουΐνος ἐτράνωσε περίλυπος φάμενος ὑπὲρ χιλιάδας τρεῖς μεγάλων αὐτοῖς ἀνθρώπων ἐκ νόσου πεσεῖν. Σωρὸς οὗτος ἡδὺς ἡμῖν, εἰ καὶ μὴ ἀντεσήκου πρὸς τὴν ἐξ ἡμῶν στοι 150 βήν. Συναριθμουμένων δέ γε καὶ τῶν ἐν πολέμῳ πεπτωκότων, εἴχομεν παραμυθίαν πλείονα. Ὁ αὐτὸς γάρ, αἰτιώμενος ἄλογον ἀντιστασίαν ἡμῶν καὶ ζημίαν ἐντεῦθεν τοῦ ῥηγός, ἐξετραγῴδησεν ὑπὲρ τρισχιλίους πεσεῖν ὑπὸ τῶν ἐκ τοῦ τείχους ἔξω καταπεμπομένων βελῶν, δίχα γε τῶν ἐν προνομαῖς πιπτόντων ἢ καὶ ἄλλως, ὡς ὁ τοῦ πολέμου κύβος ἔρριπτε καὶ ὁ τῆς δίκης τροχὸς κατεκύλιεν εὔστροφα περιφερόμενος. Πολλοὺς δὲ καὶ λιμὸς ἀπῆγεν· ἐστενοχωρεῖτο γὰρ καὶ σφίσι τὰ ἀναγκαῖα. Καὶ οὕτως ἡμῖν ἐπεσταλάττετο νέκταρ παραμυθίας τῇ ὑποκαταβάσει τῆς πολεμίου στρατιᾶς, ἣν οἱ δεξιῶς φιλιωθέντες ἡμῖν Λατῖνοι, πολλοὺς γὰρ ὑπηγόμεθα πραγματευόμενοι τὰ ἐκ Θεοῦ, ἐξεκάλυπτον ὑπὲρ ὀγδοήκοντα χιλιάδας πεζῇ ἐπελθεῖν, ὧν χίλιοι μὲν πεντάκις φερέγγυοι ἐμαρτυροῦντο ἱππόται εἶναι πεντήκοντα χιλιάσι ῥωμαϊκαῖς ἐναντίαι κατὰ τὴν ἐκείνων δόξαν ἀντιδραμεῖν, τῶν δὲ λοιπῶν οἱ μὲν ἱπποτοξόται ἦσαν, οἱ δὲ ψιλῆται καὶ ἄλλως δὲ μεθ' ὅπλων χρήσιμοι. Συνεπλήρουν δὲ τὸν πολὺν ἐν αὐτοῖς ἀριθμὸν καὶ ἄνδρες, φασί, τοῦ ῥιζίκου, μήτε διάρια λαχόντες ἐκεῖνοι ἐκ τοῦ ῥηγὸς μήθ' ὑπόσχεσιν, ἐπακολουθήσαντες δὲ τῷ λοιπῷ στρατῷ, εἴ πως τῶν ἔργων συναιρόμενοι τὰ ἐκ τύχης εὕροιεν ἀγαθά. Καὶ τοσοῦτοι μὲν τὸ πεζόν, τὸ δὲ ναυτικόν, ἀλλ' αὐτοὶ δῆλοι κατ' ἀριθμὸν τὸν ὑπὲρ διακοσίας νεῶν, σύν γε τοῖς πειραταῖς, οἳ καὶ αὐτοὶ μηδὲν ῥηγικὸν ἔχοντες τύχης δώροις ἐπέτρεψαν ἑαυτούς· ὑφ' ὧν, κατὰ γῆν τε καὶ θάλασσαν πιεσάντων ἡμᾶς, ἐξεθλίβημεν τῆς ζωῆς καὶ οἱ μὲν θανάτῳ κατεσπάσθημεν, οἱ δέ, τοῦ Ἅιδου τὸ στόμα συγκλείσαντος οἷς, οἶμαι, κεκόρεστο, ἡμιθνῆτες ἐμείναμεν. Ἀλλ' ἐνταῦθα παρεκβεβηκότες καθ' ἱστορίας ἀνάγκην, ἀναδραμούμεθα πρὸς μικρὸν αὖθις ἐκφῆναι τὸ καὶ πτωχικὸν καὶ ὑπόπαχυ τῶν κατακλυσμοῦ δίκην παρασυράντων τὰ πολιτικά· οἳ τὰ μὲν τίμια εὐήθως καὶ ὡς οἷα βρεφικῶς ἀπεδίδοντο οὗ ἄν τις αὐτοῖς χειρίσειε, τῶν δὲ λοιπῶν οὐδὲν ἢ βραχύ τι παντελῶς ἀνθίστων τίμημα, καὶ μάλιστα τῶν ὅσα ἐξοπλίζει χειρομάχαν πληθύν. Ἀλλ' εἶχον αὐτὰ εἰς χύμα προκείμενα αἱ λεωφόροι, τὰ ἐλαιώδη εὐώδη, τὰ στακτὰ εὔοδμα, τὰ ξηρά, τὰ κατὰ νόσων, τὰ πρὸς τρυφήν, τὰ πρὸς βαφήν, τἆλλα οἷς διοικονομεῖται βίος καθάρειος. Ξύλον γοῦν εὔοδμον εὑρεῖν, ἐκπελέκημά τι αὐτοῖς ἦν ἰδεῖν, ἡ εὐγενὴς ἀσταφὶς ἄνθρακος ἐσβεσμένου τμῆμα ἐφάνταζεν ἐκείνοις, τὸ ῥόδεον στάγμα εἰς ὕδωρ ἀχρεῖον ἐτάσσετο, καὶ τὰ ἄλλα ὧδέ πη παρενοοῦντο, ἵνα μὴ διασκευάζων εἰς πλέον θηριώδη ἀγροι 152 κίαν δοκοίην ἀπανθρωπίζεσθαι. Καὶ ἦν θαυμάζειν ὡς κρίκων μὲν σιδηρέων καὶ ἡλαρίων καὶ μαχαιριδίων καὶ πυρείων καὶ βελονίων ἐπιμελῶς εἶχον, ὡσεὶ καὶ μεγάλων τινῶν, τὰ δὲ ἄλλως ἁδρὰ ποσὶν ἐδίδουν πατεῖσθαι. Ἔλυε δὲ τὸ θαῦμα ἡ κατ' αὐτοὺς ἀπειρία καὶ τὸ πρὸς βίον ἥμερον καὶ πολιτικὸν ἀνέθιστον. Ἐντεῦθεν οὖν κατὰ τὴν κερκυραίαν παροιμίαν ἦν ἐπιλέγειν αἰσχρῶς καὶ τῇ καθ' ἡμᾶς πόλει τὸ ἀπευκταῖον ἐλεύθερον, ὡς ἐξὸν ὂν καὶ ἐν ταύτῃ ἀποπατεῖν, ὅποι ἐθέλει, τὸν βουλόμενον. Οὐκ ἂν δέ τις ἐπ' αὐτῆς ἀφυῶς εἴποι καὶ ἐρημίαν μεγάλην εἶναι τὴν μεγαλόπολιν, καὶ ἐρημίαν οὐ Σκυθῶν, οὐ μὴν οὐδὲ Λατίνων τῶν ἑλόντων, ἀλλ' ἡμῶν αὐτῶν, οἵ, ψυγέντες ἁμαρτιῶν βαρυτάτῳ χειμῶνι, ἔρημον τηλικαύτην πόλιν ἀφέντες ἐθέμεθα καὶ τὴν σικελικὴν Σκύλλαν ἐπηγαγόμεθα. Εἴθε μὲν οὖν Σκύλλαν, ὀλίγαις ἡμᾶς κεφαλαῖς ζημιώσουσαν, ἄρτι δὲ Χάρυβδις ἡ ἐκεῖθεν κατέσπακεν ἡμᾶς, ὀλέθριον ἀναρροιβδήσασα. Καὶ ἦν μὲν ἐνταῦθά μοι τόπος θρήνων κατάρξαι καὶ ἀποιμώξασθαι τὰ ἐφ' ἡμᾶς κακά· οὔτε δὲ γέροντι τὰ τοιαῦτα προσευπορεῖται καὶ οὐδὲ Θεοῦ ἐπίσκοπος τοιούτοις λόγοις