48
8.13.1 ιγʹ. ΦΙΛΩΝΟΣ ΠΕΡΙ ΘΕΟΥ ΚΑΙ ΠΕΡΙ ΤΟΥ ΓΕΝΗΤΟΝ ΕΙΝΑΙ ΤΟΝ
ΚΟΣΜΟΝ «Τινὲς γὰρ τὸν κόσμον μᾶλλον ἢ τὸν κοσμοποιὸν θαυμάσαντες τὸν μὲν ἀγένητόν τε καὶ ἀΐδιον ἀπεφήναντο, τοῦ θεοῦ πολλὴν ἀπραξίαν ἀνάγνως καταψευσάμενοι, δέον ἔμπαλιν τούτου τὰς δυνάμεις ὡς ποιητοῦ καὶ πατρὸς κατα8.13.2 πλαγῆναι, τὸν δὲ μὴ πλέον ἀποσεμνῦναι τοῦ μετρίου. Μωσῆς δὲ καὶ φιλοσοφίας ἐπ' αὐτὴν φθάσας ἀκρότητα καὶ χρησμοῖς τὰ πολλὰ καὶ συνεκτικώτατα τῶν τῆς φύσεως ἀναδιδαχθεὶς ἔγνω διότι ἀναγκαιότατόν ἐστιν ἐν τοῖς οὖσι τὸ μὲν εἶναι δραστήριον αἴτιον, τὸ δὲ παθητόν· καὶ ὅτι τὸ μὲν δραστήριον ὁ τῶν ὅλων νοῦς ἐστιν εἰλικρινέστατος καὶ ἀκραιφνέστατος, κρείττων ἢ ἐπιστήμη καὶ κρείττων ἢ αὐτὸ τὸ ἀγαθὸν καὶ αὐτὸ τὸ καλόν· τὸ δὲ παθητικὸν ἄψυχον καὶ ἀκίνητον ἐξ αὑτοῦ, κινηθὲν δὲ καὶ σχηματισθὲν καὶ ψυχωθὲν ὑπὸ τοῦ νοῦ μετέβαλεν εἰς τὸ τελειότατον ἔργον τόνδε τὸν κόσμον· ὃν οἱ φάσκοντες ὡς ἔστιν ἀγένητος, λελήθασι τὸ ὠφελιμώτατον καὶ ἀναγκαιότατον τῶν εἰς εὐσέβειαν ὑπο8.13.3 τεμνόμενοι, τὴν πρόνοιαν. τοῦ μὲν γὰρ γεγονότος ἐπιμελεῖσθαι τὸν πατέρα καὶ ποιητὴν αἱρεῖ λόγος. καὶ γὰρ πατὴρ ἐκγόνων καὶ δημιουργὸς τῶν δημιουργηθέντων στοχάζεται τῆς διαμονῆς, καὶ ὅσα μὲν ἐπιζήμια, μηχανῇ πάσῃ διωθεῖται, ὅσα δὲ ὠφέλιμα καὶ λυσιτελῆ, πάντα τρόπον ἐκπορίζειν ἐπι8.13.4 ποθεῖ· πρὸς δὲ τὸ μὴ γεγονὸς οἰκείωσις οὐδεμία τῷ μὴ πεποιηκότι. περιμάχητον δὲ δόγμα καὶ ἀνωφελὲς ἀναρχίαν ὡς ἐν πόλει κατασκευάζειν τῷδε τῷ κόσμῳ τὸν ἔφορον ἢ βραβευτὴν ἢ δικαστὴν οὐκ ἔχοντι, ὑφ' οὗ πάντ' οἰκονο8.13.5 μεῖσθαι καὶ πρυτανεύεσθαι θέμις. ἀλλ' ὅ γε μέγας Μωσῆς ἀλλοτριώτατον τοῦ ὁρατοῦ νομίσας εἶναι τὸ ἀγένητον πᾶν γὰρ τὸ αἰσθητὸν ἐν γενέσει καὶ μεταβολαῖς οὐδέ ποτε κατὰ ταὐτὰ ὄν, τῷ μὲν ἀοράτῳ καὶ νοητῷ προσένειμεν ὡς ἀδελφὸν καὶ συγγενῆ ἀϊδιότητα, τῷ δ' αἰσθητῷ οἰκεῖον ὄνομα ἐπεφήμισεν. 8.13.6 ἐπεὶ οὖν ὁρατός τε καὶ αἰσθητὸς ὅδε ὁ κόσμος, ἀναγκαίως ἂν εἴη καὶ γενητός, ὅθεν οὐκ ἀπὸ σκοποῦ καὶ τὴν γένεσιν ἀνέγραψεν αὐτοῦ, μάλα σεμνῶς θεολογήσας.» 8.13.7 Ταῦτα μὲν οὖν περὶ τοῦ γενητὸν εἶναι τὸν κόσμον. ὁ δ' αὐτὸς ἀνὴρ καὶ περὶ τοῦ προνοίᾳ διοικεῖσθαι τὸ πᾶν ἐν τῷ Περὶ προνοίας νεανικώτατα διέξεισι, τὰς τῶν ἀθέων ἀντιθέσεις προτάξας καὶ πρὸς αὐτὰς ἑξῆς ἀποκρινάμενος. καὶ τούτων δέ, εἰ καὶ μακρότερα δόξειεν, ἀλλ' ὡς ἀναγκαῖα τὰ πλεῖστα συντεμὼν ἐκθήσομαι. κατασκευάζει δὲ τὸν λόγον τοῦτον τὸν τρόπον·
8.14.1 ιδʹ. ΠΕΡΙ ΤΟΥ ΠΡΟΝΟΙΑΙ ΘΕΟΥ ∆ΙΟΙΚΕΙΣΘΑΙ ΤΟΝ ΚΟΣΜΟΝ
«Πρόνοιαν εἶναι λέγεις ἐν τοσαύτῃ τῶν πραγμάτων ταραχῇ καὶ συγχύσει; τί γὰρ τῶν κατὰ τὸν ἀνθρώπινον βίον διατέτακται; τί μὲν οὖν οὐκ ἀταξίας γέμει καὶ φθορᾶς; ἢ μόνος ἀγνοεῖς ὅτι τοῖς μὲν κακίστοις καὶ πονηροτάτοις ἄφθονα ἐπεισκωμάζει τὰ ἀγαθά, πλοῦτος, εὐδοξία, τιμαὶ παρὰ τοῖς πλήθεσιν· ἡγεμονία πάλιν, ὑγεία, εὐαισθησία, κάλλος, ἰσχύς, ἀπόλαυσις ἡδονῶν ἀκώλυτος διά τε παρασκευῶν περιουσίαν καὶ διὰ τὴν εἰρηνικωτάτην σώματος εὐμοιρίαν; οἱ δὲ φρονήσεως καὶ ἀρετῆς ἁπάσης ἐρασταί τε καὶ ἀσκηταὶ πάντες εἰσίν, ὀλίγου δέω φάναι, πένητες, ἄποροι, ἀφανεῖς, ἄδοξοι, ταπεινοί;» 8.14.2 Ταῦτα εἰς ἀνασκευὴν καὶ μυρία ἄλλα πλείω τούτων εἰπὼν ἑξῆς ἐπιλύεται τὰς ἀντιθέσεις διὰ τούτων· «Οὐ τύραννος ὁ θεός, ὠμότητα καὶ βίαν καὶ ὅσα δεσπότης ἀνημέρου ἀρχῆς ἔργα ἐπιτετηδευκώς, ἀλλὰ βασιλεὺς ἥμερον καὶ νόμιμον ἀνημμένος