1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

48

τεσσαράκοντα ἡμέρας ἀπὸ νόσου μακρᾶς, πάλιν σαυτὸν ἐκδῷς τοῖς νοσοποιοῖς ἐκείνοις, οὐχὶ καὶ τὸν πρότερον κόπον ἀπώλεσας; Εἰ τοίνυν τὰ φυσικὰ μεθίσταται, πολλῷ μᾶλλον τὰ τῆς προαιρέσεως. Κἂν μὲν ὄζῃ τὸ στόμα, οὐδὲ τῶν κοινῶν μετέχεις σιτίων· τοσαύτης δὲ δυσωδίας οὔσης ἐν τῇ ψυχῇ, μυστηρίων τολμᾷς κοινωνεῖν, εἰπέ μοι; καὶ ποίας τεύξῃ συγγνώμης; φησὶ γὰρ ὁ θεῖος Ἀπόστολος· Ὁ ἐσθίων καὶ πίνων τὸ ποτήριον τοῦ Κυρίου ἀναξίως, κρῖμα ἑαυτῷ ἐσθίει καὶ πίνει· τουτέστι, τὴν αὐτὴν δώσει δίκην, ὅσην ὑποστήσονται τιμωρίαν οἱ σταυρώσαντες τὸν Χριστόν. Καθάπερ καὶ ἐκεῖνοι οἱ σφαγεῖς ἔνοχοι ἐγένοντο τοῦ αἵματος· οὕτω καὶ οὗτοι οἱ ἀναξίως κοινωνοῦντες τῶν μυστηρίων. Ὥσπερ γὰρ ἄν τε διαῤῥήξῃ τις τὴν πορφυρίδα τὴν βασιλικὴν, ἄν τε μολύνῃ βορβόρῳ, παραπλησίως εἰς τὸν ἐνδύντα αὐτὴν ἐνύβρισε βασι 63.630 λέα· οὕτω δὴ καὶ ἐνταῦθα, οἵ τε ἀνελόντες τὸ σῶμα τὸ ∆εσποτικὸν, οἵ τε ἀκαθάρτῳ δεχόμενοι τῇ διανοίᾳ, ὁμοίως ἐμπαροινοῦσι τῷ ἐνδύματι τῷ βασιλικῷ. ∆ιέῤῥηξαν μὲν οὖν αὐτὸ οἱ Ἰουδαῖοι τῷ σταυρῷ, μολύνει δὲ καὶ ὁ ἀκαθάρτῳ δεχόμενος αὐτὸ τῇ ψυχῇ. Ὥστε εἰ καὶ διάφορα τὰ τῆς παρανομίας, ἀλλὰ τὰ τῆς ὕβρεως ἴσα. Τοῦτο πολλῶν καθήψατο, τοῦτο πολλοὺς ἐθορύβησεν, ἔδακε τὸ συνειδὸς τῶν ἀκουόντων, μᾶλλον δὲ οὐχὶ τῶν ἀκουόντων μόνον, ἀλλὰ καὶ ἐμοῦ τοῦ λέγοντος, πρὸ ὑμῶν. Κοινὴ γὰρ ἡ διδασκαλία, κοινὰ τὰ τραύματα· διὸ καὶ κοινὰ τὰ φάρμακα ἐπιτίθημι. Τοῦτο τῆς τοῦ Θεοῦ φιλανθρωπίας ἐγένετο ἔργον, ὥστε καὶ τὸν λέγοντα καὶ τοὺς ἀκούοντας τοῖς αὐτοῖς ὑποκεῖσθαι νόμοις, τῆς αὐτῆς κοινωνεῖν φύσεως, ὁμοίως ἕκαστον ὑπεύθυνον εἶναι παραβαίνοντα. ∆ιὰ τί; Ἵνα μετὰ συμμετρίας ποιῆται τὴν ἐπιτίμησιν· ἵνα συγγνωμονικὸς γίνηται τοῖς ἁμαρτάνουσιν· ἵνα ἀναμιμνησκόμενος τῆς οἰκείας ἀσθενείας, μὴ ἀφόρητον ποιῆται τὸν ἔλεγχον. Ἂν τοίνυν ἴδῃς τινὰ τῶν μετὰ σοῦ συναγελαζομένων πορνεύοντα, καὶ μυστηρίοις προσερχόμενον, εἰπὲ τῷ διακονουμένῳ τὴν τούτων διανομήν· Ὁ δεῖνα ἀνάξιος μυστηρίων, κώλυσον τὸν βέβηλον τῶν ἁγίων. Εἰ γὰρ μηδὲ διηγεῖσθαι τὰ δικαιώματα τοῦ Θεοῦ ὁ τοιοῦτος ἄξιος, ἐννόησον οἷ προβήσεται τὰ τῆς κολάσεως αὐτῷ, ὅταν καὶ τῆς ἱερᾶς ἅπτηται τραπέζης· οὐκ αὐτῷ δὲ μόνῳ, ἀλλὰ καὶ σοὶ τῷ συσκιάζοντι. Οὐ γὰρ εἶπεν, Καὶ ἐμοίχευες, ἀλλὰ, Μετὰ μοιχοῦ τὴν μερίδα σου ἐτίθεις. Βαβαὶ, ἡλίκον ἐστὶ κακὸν περιστέλλειν τῶν ἄλλων τὰς σηπεδόνας! κοινωνὸν γάρ σέ φησιν εἶναι τῆς ἐπὶ τῷ πλημμελήματι τιμωρίας· καὶ εἰκότως. Ὁ μὲν γὰρ ἔχει τὸ πάθος εἰπεῖν, εἰ καὶ ἀσύγγνωστος ἡ πρόφασις· σὺ δὲ οὐδὲ τοῦτο. Τίνος οὖν ἕνεκεν τῆς ἡδονῆς οὐκ ἀπολαύων, τῆς κολάσεως κοινωνὸς καὶ μεριστὴς γίνῃ; Μὴ γάρ μοι ἐκεῖνο τὸ ῥῆμα λέγε, τῆς πολλῆς γέμον ἀναλγησίας· Τί δέ μοι μέλει; τὰ ἐμαυτοῦ μεριμνῶ. Τότε γὰρ μάλιστα μεριμνήσεις τὰ σὰ, ὅταν τὰ σὰ ζητῇς ἐν τῷ τοῦ πλησίον συμφέροντι· καθὰ καὶ Παῦλος ἔλεγε, Μηδεὶς τὸ ἑαυτοῦ ζητείτω, ἵνα εὕρῃ τὸ ἑαυτοῦ. Ὅταν γὰρ ὁ ἡμαρτηκὼς πάντας ἀποστρεφομένους αὐτὸν ἴδῃ, μέγα τι καὶ πονηρὸν ἡγήσεται εἰργάσθαι ἂν δὲ μὴ μόνον μὴ ἀγανακτοῦντας μηδὲ δυσχεραίνοντας θεάσηται, ἀλλὰ καὶ πράως φέροντας καὶ συνεφαπτομένους, καὶ τὸ ἐκ τοῦ συνειδότος διαφθείρει δικαστήριον, τῆς τῶν πολλῶν ψήφου συμπραττούσης αὐτοῦ τῇ διεφθαρμένῃ γνώμῃ. Πολλοὶ τὸ βάρος τῶν πρὸς ὑμᾶς εἰρημένων ἐλέγχων οὐκ ἐνεγκόντες, μετὰ τὴν ἀναχώρησιν προσελθόντες, ἐδυσχέραινον, ἠγανάκτουν, Ἀπάγεις ἡμᾶς, λέγοντες, τῆς ἱερᾶς τραπέζης, καὶ τῆς κοινωνίας ἀποσοβεῖς; ∆ιὰ τοῦτο δὲ ταῦτα ἠναγκάσθην εἰπεῖν, ἵνα μάθητε, ὅτι οὐκ ἀπάγω, ἀλλὰ συνάγω μᾶλλον· οὐδὲ ἀποσοβῶ, οὐδὲ ἀπείργω, ἀλλ' ἐπισπῶμαι διὰ τῶν ἐλέγχων πλέον. Ὁ γὰρ φόβος τῆς τιμωρίας, καθάπερ πῦρ εἰς κηρὸν, οὕτως εἰς τὸ συνειδὸς τῶν ἁμαρτανόντων ἐμπίπτων, λύει μὲν ἡμῶν καὶ τήκει τὰ πλημμελήματα διηνεκῶς ἐγκαθήμενος, καθαρὰν δὲ καὶ ἀποστίλβουσαν ἐργαζόμενος τὴν διάνοιαν, πλείονα τὴν παῤῥησίαν ἡμῖν ἐντίθησι. Καὶ καθάπερ ὁ πικρὰ φάρμακα τοῖς κακοσίτοις διδοὺς, καὶ τοὺς πονηροὺς ἐκκαθαίρων χυμοὺς, διεγείρει τὴν καταβεβλημένην ὄρεξιν, καὶ μετὰ