[Sec. I.—On Helping the Poor.]
ΒΙΒΛΙΟΝ Δʹ Περὶ ὀρφανῶν βʹ. Ὅπως χρὴ τὸν ἐπίσκοπον προνοεῖν τῶν ὀρφανῶν. γʹ. Τίνες ὀφείλουσιν ἐπικουρεῖσθαι κατὰ τὴν κυριακὴν διαταγήν. δʹ. Περὶ φιλαργυρίας. εʹ. Μετὰ ποίου φόβου χρὴ τῶν κυριακῶν μετέχειν συνεισφορῶν τὰς χήρας καὶ τοὺς ὀρφανούς. Ϛʹ. Τίνων αἱ καρποφορίαι δεκταὶ καὶ τίνων ἄδεκτοι. ζʹ. Ὅτι αἱ τῶν ἀναξίων καρποφορίαι, ἕως ἂν ὦσι τοιοῦτοι, οὐ μόνον οὐκ ἐξιλεοῦνται Θεόν, ἀλλ' ἐκ τῶν ἐναντίων κινοῦσιν αὐτὸν πρὸς ἀγανάκτησιν. ηʹ. Ὅτι βέλτιον ἐκ κόπου ἰδίου παρέχειν χήραις, κἂν ᾖ τὰ διδόμενα εὐτελῆ καὶ ὀλίγα, ἢ τὰ πολλὰ τῶν ἀσεβῶν, κἂν πολλὰ καὶ μεγάλα τυγχάνῃ: βέλτιον γὰρ λιμῷ διαφθαρῆναι ἢ παρὰ ἀσεβῶν συνεισφορὰν δέξασθαι. θʹ. Ὅτι χρὴ προτρέπεσθαι τὸν λαὸν ὑπὸ τοῦ ἱερέως εὐποιεῖν τοὺς πένητας, ὡς καὶ Σολομὼν ὁ σοφός. ιʹ. Διάταξις, ἵν' ἐάν τις τῶν ἀσεβῶν βίᾳ προσρίψῃ χρήματα τοῖς ἱερεῦσιν, εἰς ξύλα καὶ ἀνθρακιὰν ἀναλώσωσι ταῦτα, ἀλλὰ μὴ εἰς διατροφάς. ιαʹ. Περὶ γονέων καὶ τέκνων. ιβʹ. Περὶ οἰκετῶν καὶ δεσποτῶν. ιγʹ. Ἐν τίσιν ὑποτάσσεσθαι χρὴ τοῖς κοσμικοῖς ἄρχουσιν. ιδʹ. Περὶ παρθένων.