ὑπερκείμενον, καὶ τὴν ἀπαράβλη τον ὑπερβολήν. Ἤκουον γὰρ λέγοντος αὐτοῦ· "Αὐτοὶ ὑμεῖς μαρτυρεῖτε ὡς εἶπον· Ἐγὼ οὐκ εἰμὶ ὁ Χρι στὸς, ἀλλ' ὅτι ἀπεσταλμένος εἰμὶ ἔμπροσθεν ἐκεί νου. Ὁ ἔχων τὴν νύμφην, νυμφίος ἐστίν· ὁ δὲ φίλος τοῦ νυμφίου, ὁ ἐστηκὼς καὶ ἀκούων αὐτοῦ τῆς φω νῆς, χαρᾷ χαίρει διὰ τὴν χαρὰν τοῦ νυμφίου· αὕτη οὖν ἡ ἐμὴ χαρὰ πεπλήρωται· ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι." Καὶ οὐ δήπου φαμὲν ὡς ἐλάτ των ἑαυτοῦ γέγονε· κατά τι γοῦν ὅλως ὁ μακάριος Βαπτιστὴς, προσθήκην ἀεὶ δεχομένης τῆς δόξης τοῦ Χριστοῦ, παρά γε τοῖς πιστεύουσιν εἰς αὐτὸν, ἐπειδὴ δὲ ἐν τοῖς τῆς ἀνθρωπότητος μέτροις μεμένηκεν ὁ μακάριος Ἰωάννης. Οὐ γὰρ ἦν ἑτέρωσέ ποι προελ θεῖν αὐτὸν δύνασθαί ποτε· Θεὸς δὲ ὢν φύσει, καὶ ἐκ Θεοῦ Πατρὸς ἀποῤῥήτως γεγεννημένος ὁ ἐνανθρω πήσας Λόγος, εἰς δύναμιν ἀεὶ τὴν αὐτῷ πρέπουσαν ἀναφοιτῶν, παρὰ πάντων ἐθαυμάζετο· ταύτῃ τοι φησί· "Ἐκεῖνον δεῖ αὐξάνειν, ἐμὲ δὲ ἐλαττοῦσθαι." Τοῦ γὰρ ἀεὶ προκόπτοντος, ὁ ἐν ταυτότητι μένων, ἐλαττοῦσθαι δοκεῖ. Ἵνα τοίνυν βεβαίαν ἐργάσηται πίστιν, εἰς αὐτὸν δηλονότι, τοῖς ἔτι ὀκλάζουσι καὶ οὔπω πεπληροφο ρημένοις ὡς αὐτὸς εἴη Χριστὸς, προσποιεῖται τὴν ἄγνοιαν· εἶτα πέμπει πρὸς αὐτὸν ἐρομένους καὶ λέγοντας· "Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶ μεν;" Ἐρχόμενος δὲ ποῦ; φαῖεν ἂν ἴσως τινές. Καὶ δοκεῖ μέν τισι τοιοῦτόν τι νοεῖν. Ἐπειδὴ γὰρ ἔμελλε, φησὶ, πρὸ τοῦ τιμίου σταυροῦ τὸν ἐκ τῆς Ἡρώδου σκαιότητος θάνατον ὑπομένειν ὁ Βαπτιστὴς, προαποδημεῖν δὲ ὥσπερ Χριστοῦ, καὶ τῆς εἰς τὸν ᾅδην ἀφίξεως προβαδίζειν ὡς πρόδρομος, ἐρωτᾷ, 72.613 φησὶ, εἰ αὐτὸς ἥξει κἀκεῖσε, λυτρωσάμενος τοὺς ἐν σκότῳ καὶ σκιᾷ θανάτου. Ἔκβλητος δὲ παντελῶς ἡ τοιάδε δόξα· οὐδαμοῦ γὰρ εὑρήσομεν τὴν θεό πνευστον Γραφὴν ἀπαγγείλασαν, ὅτι καὶ τοῖς ἐν ᾅδῃ πνεύμασι προκατήγγειλε τοῦ Σωτῆρος τὴν ἄφιξιν ὁ μακάριος Βαπτιστής. Ἀληθὲς δὲ κἀκεῖνο εἰπεῖν· ὅλην γὰρ ἅπαξ οὐκ ἠγνοηκὼς τῆς μετὰ σαρκὸς οἰ κονομίας τοῦ Μονογενοῦς τὴν δύναμιν, ᾔδει πάντως που ὑπὲρ τῶν ἄλλων, ὅτι καὶ τοὺς ἐν ᾅδῃ λυτρώσε ται, καὶ αὐτοῖς ἐπιλάμψει χάριτι Θεοῦ ὑπὲρ παντὸς γενόμενος θανάτου, ἵνα, ὡς Παῦλός φησι, καὶ νεκρῶν καὶ ζώντων κυριεύσῃ. Τί οὖν ἄρα βούλεται νοεῖν, ἐρωτῶν καὶ λέγων· "Σὺ εἶ ὁ ἐρχόμενος, ἢ ἕτερον προσδοκῶμεν;" Ἔφην, ὅτι πλάττεται τὴν ἄγνοιαν οἰκονομικῶς, οὐχ ἵνα μάθοι μᾶλλον αὐτός· ᾔδει γὰρ ὡς πρόδρομος τὸ μυστήριον· ἀλλ' ἵνα πληροφορη θεῖεν οἱ αὐτοῦ μαθηταὶ, ὅση τις ἐστὶν ἡ τοῦ Σωτῆρος ὑπεροχή· καὶ ὅτι τῆς θεοπνεύστου Γραφῆς ὁ λόγος τὸν μὲν ὡς Θεὸν καὶ Κύριον ἥξοντα προμεμήνυκεν· οἱ δὲ ἄλλοι πάντες ἦσαν οἰκέται, προαπεσταλμένοι ∆εσπότου, ἑτοιμάζοντες τὴν ὁδὸν Κυρίου, καθὰ γέ γραπται. Ἐκλήθη τοίνυν διὰ τῶν προφητῶν ὁ ἐρχό μενος, ὁ τῶν ὅλων Σωτὴρ καὶ Κύριος. Ψάλλει γοῦν ὁ προφήτης ∆αβὶδ, καί φησιν· "Εὐλογημένος ὁ ἐρχό μενος ἐν ὀνόματι Κυρίου, τουτέστιν ἐν δόξῃ θεοπρε πεῖ, καὶ ἐν κυριότητι καὶ ὑπεροχῇ τῇ πάντων ἐπ έκεινα. Καὶ τοῦτο πάλιν αὐτὸς καταμεμήνυκεν ἐφεξῆς, εἰπών· "Θεὸς Κύριος, καὶ ἐπέφανεν ἡμῖν." Ἦλθε μὲν γὰρ Μωϋσῆς, καὶ μετ' αὐτὸν ἐστρατήγησε τῶν ἐξ Ἰσ ραὴλ Ἰησοῦς ὁ τοῦ Ναυῆ· καὶ καθεξῆς, οἱ μακά ριοι προφῆται, καὶ οὐδεὶς ἐκείνων ἐν ὀνόματι Κυ ρίου τοῖς ἐπὶ γῆς ἐπιλάμψαι λέγεται. Θεὸς δὲ Κύ ριος ὢν φύσει καὶ ἀληθῶς ὁ μονογενὴς τοῦ Θεοῦ Λό γος, ἐπέφανεν ἡμῖν· οὕτως αὐτὸν ὁ Θεὸς καὶ Πατὴρ ὠνόμαζε, λέγων Ἀββακοὺμ τῷ προφήτῃ· "Ἔτι μικρὸν ὁ ἐρχόμενος ἥξει καὶ οὐ χρονιεῖ." Ναὶ μὴν καὶ δι' ἐτέρου προφήτου πάλιν ὧδέ φησιν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος· "Χαῖρε καὶ εὐφραίνου, θύγατερ Σιὼν, ὅτι ἰδοὺ ἐγὼ ἔρχομαι, καὶ κατασκηνώσω ἐν μέσῳ σου, λέγει Κύριος· καὶ καταφεύξονται ἔθνη πολλὰ ἐπὶ τὸν Κύριον, ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ἔσομαι αὐτῶν Θεὸς, καὶ αὐτοὶ ἔσονταί μοι λαός." Ὃ δὴ καὶ εἰς πέρας ἐκβεβηκὸς, δι' αὐτῶν ἔστιν ἰδεῖν τῶν πραγμάτων· οὐκοῦν ὡς ἔκ γε τῆς θεοπνεύστου Γραφῆς τὸ ὄνομα λαβὼν ὁ