1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

49

ἡγεμονίαν 8.14.3 μετὰ δικαιοσύνης τὸν σύμπαντα οὐρανόν τε καὶ κόσμον βραβεύει. βασιλεῖ δὲ οὐκ ἔστι πρόσρησις οἰκειοτέρα πατρός. ὃ γὰρ ἐν ταῖς συγγενείαις πρὸς τέκνα γονεῖς, τοῦτο βασιλεὺς μὲν πρὸς πόλιν, πρὸς δὲ κόσμον ὁ θεός, δύο κάλλιστα φύσεως θεσμοῖς ἀκινήτοις ἀδιαλύτῳ ἑνώσει ἁρμοσάμενος, τὸ ἡγεμονικὸν 8.14.4 μετὰ τοῦ κηδεμονικοῦ. καθάπερ οὖν τῶν ἀσώτων υἱέων οὐ περιορῶσιν οἱ τοκέες, ἀλλὰ τῆς ἀτυχίας οἶκτον λαμβάνοντες περιέπουσι καὶ τημελοῦσι, νομίζοντες ἐχθρῶν ἀσπόνδων ἔργον εἶναι κακοπραγίαις ἐπεμβαίνειν, φίλων 8.14.5 δὲ καὶ συγγενῶν ἐπελαφρίζειν τὰ πταίσματα, πολλάκις δὲ καὶ τούτοις μᾶλλον ἢ τοῖς σώφροσιν ἐπιδαψιλευόμενοι χαρίζονται, σαφῶς εἰδότες ὡς ἐκείνοις μὲν ἄφθονος εἰς εὐπορίαν ἀφορμὴ πάρεστιν ἡ σωφροσύνη, τοῖς δ' ἐλπὶς 8.14.6 μία οἱ γονεῖς, ἧς εἰ σφαλεῖεν, ἀπορήσουσι καὶ τῶν ἀναγκαίων· τὸν αὐτὸν τρόπον καὶ ὁ θεός, λογικῆς συνέσεως πατὴρ ὤν, ἁπάντων μὲν τῶν λογισμοῦ μεμοιραμένων κήδεται, προμηθεῖται δὲ καὶ τῶν ὑπαιτίως ζώντων, ἅμα μὲν καιρὸν εἰς ἐπανόρθωσιν αὐτοῖς διδούς, ἅμα δὲ καὶ τὴν ἵλεων φύσιν αὐτοῦ μὴ ὑπερβαίνων, ἧς ὀπαδὸς ἀρετὴ καὶ φιλανθρωπία γέγονεν, ἐπαξία τὸν θεῖον 8.14.7 περιπολεῖν οἶκον. ἕνα μὲν δὴ λόγον τοῦτον, ὦ ψυχή, δέξαι τέως αὐτοῦ παρακαταθήκην, ἕτερον δὲ συνῳδὸν καὶ ἐναρμόνιον αὐτῷ τοιόνδε· μὴ τοσοῦτόν ποτε ψευσθείης τῆς ἀληθείας ὡς εὐδαίμονά τινα τῶν φαύλων εἶναι νομίσαι, κἂν πλουσιώτερος μὲν ᾖ Κροίσου, Λυγκέως δ' ὀξυωπέστερος, ἀνδρειότερος δὲ τοῦ Κροτωνιάτου Μίλωνος, καλλίων δὲ Γανυμήδους, ὃν καὶ ἀνηρείψαντο θεοὶ ∆ιὶ οἰνοχοεύειν, κάλλεος εἵνεκα οἷο. 8.14.8 τὸν γοῦν ἴδιον δαίμονα, λέγω δὲ τὸν ἑαυτοῦ νοῦν, μυρίων ὅσων δεσποτῶν δοῦλον ἀποφήνας, ἔρωτος, ἐπιθυμίας, ἡδονῆς, φόβου, λύπης, ἀφοσύνης, ἀκολασίας, δειλίας, ἀδικίας, οὐκ ἂν εἶναί ποτε δύναιτο εὐδαίμων, κἂν οἱ πολλοὶ σφαλλόμενοι κρίσεως ἀληθοῦς νομίζωσι, δεκασθέντες ὑπὸ κακοῦ διδύμου, τύφου καὶ κενῆς δόξης, δεινῶν παλεῦσαι καὶ παραγαγεῖν ἀνερματίστους ψυχάς, περὶ 8.14.9 ἃ κηραίνει γένος τὸ πλεῖστον ἀνθρώπων. εἰ μέντοι τὸ τῆς ψυχῆς ὄμμα τείνας βουληθείης περιαθρῆσαι θεοῦ διάνοιαν, ὡς ἔνεστιν ἀνθρωπίνῳ λογισμῷ, τρανοτέραν τὴν τοῦ πρὸς ἀλήθειαν ἀγαθοῦ λαβὼν φαντασίαν, γελάσῃ τὰ παρ' ἡμῖν, ἃ τέως ἐθαύμαζες. ἀεὶ γὰρ ἀπουσίᾳ τῶν κρειττόνων τιμᾶται τὰ χείρονα, τὴν ἐκείνων κληρονομοῦντα τάξιν· ἐπιφανέντων δὲ ὑποστέλλει, δευτερείοις ἄθλων 8.14.10 ἀρκούμενα. καταπλαγεὶς οὖν τὸ θεοειδὲς ἐκεῖνο ἀγαθόν τε καὶ καλόν, πάντως ἐννοήσεις ὅτι παρὰ θεῷ τῶν εἰρημένων πρότερον οὐδὲν καθ' ἑαυτὸ τῆς ἀγαθοῦ μοίρας ἠξίωται, διότι τὰ μὲν ἀργύρου μέταλλα καὶ χρυσοῦ γῆς ἐστιν ἡ φαυλοτάτη μοῖρα, τῆς πρὸς καρπῶν ἀνειμένης γένεσιν ὅλῳ καὶ τῷ παντὶ 8.14.11 λειπομένη. οὐ γάρ ἐσθ' ὅμοιον τροφῆς, ἧς ἄνευ ζῆν ἀδύνατον, εὐπορία χρημάτων. μία τούτων ἐστὶ βάσανος ἐναργεστάτη λιμός, ᾧ τὸ πρὸς ἀλήθειαν ἀναγκαῖον καὶ χρήσιμον δοκιμάζεται· θησαυροὺς γὰρ τοὺς πανταχοῦ πάντας 8.14.12 ἀντικαταλλάξαιτ' ἄν τις βραχείας ποτὲ τροφῆς ἄσμενος. ὅταν δὲ ἡ τῶν ἀναγκαίων ἀφθονία μυρίῳ φορᾶς ἀκατασχέτῳ πλήθει ῥυεῖσα κατὰ πόλεις ἀναχέηται, τοῖς τῆς φύσεως ἀγαθοῖς ἐντρυφῶντες ἐπ' αὐτῶν μόνων οὐκ ἀξιοῦμεν ἵστασθαι, κόρον δ' ὑβριστὴν ἡγεμόνα τοῦ βίου ποιησάμενοι ἀργύρου τε καὶ χρυσοῦ κτήσεσιν ἐπαποδύντες, ἅπασι, παρ' ὧν ἄν τι κερδανεῖν ἐπελπίσωμεν, κονιόμεθα, καθάπερ τυφλοὶ μηκέτι τῇ διανοίᾳ βλέποντες ὑπὸ φιλαργυρίας, ὅτι γῆς εἰσιν ὄγκοι, περὶ ὧν ἐκ μὲν εἰρήνης συνεχὴς καὶ ἀδιάστατος πόλεμος. 8.14.13 ἐσθῆτές γε μὴν προβάτων εἰσίν, ὡς οἱ ποιηταί πού φασιν, ἄνθος, κατὰ δὲ τὴν δημιουργὸν τέχνην ὑφαντῶν ἔπαινος. εἰ δέ τις ἐπὶ δόξῃ μέγα φρονεῖ, τὴν παρὰ τῶν φαύλων ἀποδοχὴν ἀσπαζόμενος, ἴστω μὲν καὶ αὐτὸς φαῦλος ὤν· τὸ 8.14.14 γὰρ ὅμοιον χαίρει τῷ ὁμοίῳ· εὐχέσθω δὲ καθαρσίων μεταλαχὼν ἰαθῆναι τὰ ὦτα, δι' ὧν αἱ