ἀνηλεὲς ἐπὶ τοὺς βραχύ τι προσκρούοντας, ἐξ οὗ τὸ καταρρίψαν ἡμᾶς ἄρτι ἀνηλεές, τὸ δικαιότατον, εἴπερ οὐ μικρά τινα ἡμεῖς, ἀλλὰ μυρία προσκεκρουκότες, οὐ τοσαῦτα τίνομεν. Προσενθυμητέον οὐχ ἥκιστα καὶ τὴν τῶν θείων περιφρόνησιν, τὸ χείριστον, καὶ τὸν ἐπ' αὐτοῖς γέλων, ἐξ ὧν περιπεφρονήμεθα οὐ πρὸς κατάγελων, ἀλλὰ πρὸς ὄλεθρον. Ἢ γὰρ οὐκ οἴδαμεν τοὺς ἐν ἡμῖν ὁρογλυφοῦντας τὰ τῶν ἁγίων καὶ ὑποσπωμένους αὐτὰ εἰς κληρονομίαν καὶ καυχωμένους ὡς, ἐφ' οἷς Θεὸς ὑπνοῦν προσποιεῖται, αὐτοὺς νηφαλίους ὄντας καὶ πρακτικούς. Ἀναβάλλομαι περιηγήσασθαι νῦν κατ' ἐξαίρετον καὶ τὰ κατὰ τοῦ πολιούχου ἡμῶν Μυροβλύτου, καὶ τὰς θρασείας ἀναιδείας ἐκείνας, καὶ ταῦτα ἐπὶ πράγμασιν, ἃ προυκαλεῖτο καὶ ἐγκαλύπτεσθαι, ὧν μάρτυρες ἀπαράγραπτοι καὶ πύλαι περίοπτοι, κολαφθεῖσαι ἀξίναις εἰς βαθύ ποτε καὶ προτιτλοῦσαι θράσος ὕψιστον· ἔτι δὲ καὶ τὰς περιέργους συνδρομὰς καὶ καταδρομάς, ἃς τὸ ἔναγχος οἶδε θέρος, εἰς οὐδὲν δέον. Ἀλλ' ὥστε οὐ τοῦτο δὴ τὸ ἐλαφρὸν δῆσαι δίκαιον ἄνδρα, οἷα δύσχρηστον τοῖς δυσαρέστοις, ἀλλὰ καὶ κρύψαι εἰς γῆν τὸ βαρύτατον. Προσεπιλεκτέον τοῖς αἰτιατέοις καὶ τοὺς κατ' ἀλλήλων ψιθυρισμούς, ἐφ' οἷς οὐκ ἐχρῆν, οἳ βοὰς μάχης ἀφύκτου ἡμῖν ἐπέρρηξαν, τὰς ἐπὶ παραθήκαις ἀποστερήσεις, ὧν ἕνεκεν ἀπεπλουτίσθημεν, εἰ καὶ γελῶσι κἀνταῦθα πάντες οἱ ἔτι ἄνδρες τοῦ πλούτου, τὰς τῶν γραμματίων ἀποπροσποιήσεις, ὧν σταυροῦ τιμίου τύπος προλάμπων εἶτα καὶ μνήμην τῆς Ἁγίας Τριάδος τοῦ ἑνὸς καὶ μεγάλου Θεοῦ ἐπεισάγει προγεγραμμένην πρὸς ἑκάστου τῶν οὕτω συναλλαττόντων, ὡσεὶ καὶ ὤμνυον· ὅπερ κατ' ἐπιορκίας ἔγκλημα ἐξεπολέμωσεν ἡμῖν φανερῶς τὸν Θεόν. Τί μοι ἀναμετρεῖν τὰ πλείω αἴτια, ἔνθα μὴ πάνυ καιρός; Ἀρκέσει μόνον εἰπεῖν ὡς δίκαιος ὁ Θεὸς καὶ δικαιοσύνας ἀγαπᾷ. ∆ιὸ οὔτε μερὶς αὐτῷ πρὸς 158 τοὺς μὴ τοιούτους καὶ οὐδ' ἂν ἀνήσει ποτὲ συχναῖς μεθόδοις μετερχόμενος τοὺς ὅσοι τοῖς ἀδικοῦσι συνεξετάζονται. ∆οκῶ μοι, ὦ πολῖται καὶ δι' ὅλων συναεθλευταί, καὶ ὑμεῖς δέ, ὦ νεήλυδες, ἠκριβωσάμην διαγράψας τὰ καθ' ἡμᾶς τεχνικῶς καὶ εἰκόνα ταύτην ἐν ἡμῖν ἀνεστήλωσα διδασκαλικὴν ὧν ἐπάθομεν· καὶ ἔστιν ἀπὸ τῆς ἄρτι ὄφελος διαβαίνειν εἰς τὸν τῇ ζωγραφίᾳ ταύτῃ ἐπεντρανίζοντα καὶ μὴν καὶ ἀγαπῶντα. Ὡς ὅ γε τὴν ἀκριβῆ διαζωγράφησιν μεμισηκὼς οὐδὲν ἧττον, φασί, καὶ τὴν ἀλήθειαν συνεμίσησεν. Οἶμαι δὲ καὶ ὡς εὐλαβητέον μὴ τῇ περιφρονήσει τῶν ἐνταυθοῖ διεζωγραφημένων καὶ τῇ ἐντεῦθεν ἀπαλοιφῇ τοῦ τυπώματος ὧν πεπόνθαμεν ἀνάγκη ἐστὶ καὶ ἑτέρῳ μεταχρονίῳ ἀρχιζωγράφῳ τῶν τοιούτων πινακογράφημα ἕτερον ἐφ' ὁμοίοις παθήμασιν ἐν ὑμῖν στήσασθαι. Εὖ γὰρ ἴστε πάντως ὡς οὐ μίαν πληγὴν Θεὸς ἐντήκειν οἶδε τοῖς ἀνεπιστρόφως κακοτρόποις, οὐδὲ εἰσάπαξ, ἀλλὰ πολλὰ βέλη παρ' αὐτῷ ἡ μυστικὴ φαρέτρα κρύπτει, ἐξ ὧν ἀεὶ κατασκοπεύονται αὐτῷ καὶ βάλλονται, συνεκπολεμούσης αὐτῷ καὶ τῆς ἀρᾶς <τοῦ Μυροβλύτου.> Ἀλλὰ μὴ ἡμῖν, κύριε, μὴ ἡμῖν, ἀλλ' ἢ τῷ ὀνόματί σου δὸς δόξαν. Ἐξελοῦ θλιβομένους ἡμᾶς, καὶ οὕτω δοξαζόμενος κατὰ τὸ «καὶ ἐν ἡμέρᾳ θλίψεώς σου ἐπικάλεσαί με <καὶ ἐξελοῦμαί σε> καὶ δοξάσεις με», τὸν ὄντως ὑπερδεδοξασμένον εἰς πάντας τοὺς αἰῶνας.