49
πλείονος παρασκευάζει τῆς προθυμίας τῆς συνήθους ἅπτεσθαι τροφῆς· οὕτω δὴ καὶ ὁ πικρὰ λέγων ῥήματα, καὶ καθαίρων τοὺς πονηροὺς λογισμοὺς τῆς διανοίας, καὶ τὸ βαρὺ τῶν 63.631 ἁμαρτημάτων ἀποσκευαζόμενος φορτίον, δίδωσιν ἀναπνεῦσαι τῷ συνειδότι, καὶ μετὰ πολλῆς ἡδονῆς ἀπογεύσασθαι τοῦ σώματος παρασκευάζει τοῦ ∆εσποτικοῦ. Εἰκότως ἄρα ὁ μακάριος Παῦλος ἔλεγε· Πείθεσθε τοῖς ἡγουμένοις ὑμῶν, καὶ ὑπείκετε· αὐτοὶ γὰρ ἀγρυπνοῦσιν ὑπὲρ τῶν ψυχῶν ὑμῶν, ὡς λόγον ἀποδώσοντες. Σὺ μὲν γὰρ τὰ ἑαυτοῦ μεριμνᾷς· κἂν ταῦτα διαθῇ καλῶς, οὐδείς σοι τῶν ἄλλων ἔσται λόγος λοιπόν· ὁ δὲ ἱερεὺς, κἂν τὸν οἰκεῖον οἰκονομήσῃ βίον καλῶς, τὸν δὲ σὸν μὴ μετὰ ἀκριβείας ἐπιμελήσηται, μετὰ τῶν πονηρῶν εἰς τὴν γέενναν ἄπεισι· καὶ πολλάκις ἀπὸ τῶν οἰκείων οὐ προδοθεὶς, ἀπὸ τῶν ἀλλοτρίων ἀπόλλυται. Ἀλλ' ἐπειδὴ σφοδρότερον τῶν ἀναξίως τῶν θείων μεταλαμβανόντων μυστηρίων καθηψάμεθα, ἀναγκαῖον καὶ πρὸς ὑμᾶς τοὺς διακονουμένους διαλεχθῆναι λοιπὸν, ὥστε μετὰ πολλῆς τῆς σπουδῆς διανέμειν ταυτὶ τὰ δῶρα· οὐ μικρὰ γὰρ κόλασις ὑμῖν ἐστιν. Εἰ γὰρ συνειδότες τινὶ πονηρίαν, συγχωρήσετε ταύτης μετασχεῖν τῆς τραπέζης, τὸ αἷμα αὐτῶν ἐκ τῶν χειρῶν ἐκζητηθήσεται τῶν ὑμετέρων. Κἂν στρα 63.632 τηγὸς ᾖ, κἂν ὕπαρχος, κἂν αὐτὸς ὁ τὸ διάδημα περικείμενος, ἀναξίως δὲ προσίῃ, κώλυσον· μείζονα ἐκείνου τὴν ἐξουσίαν ἔχεις· μὴ παροξύνῃς τὸν ∆εσπότην, οὐκ ἐκκαθαίρων τὸ σῶμα τούτου. Μὴ ξίφος δῷς ἀντὶ τῆς τροφῆς· ἀλλὰ κἂν ὑπὸ ἀσθενείας ἐκεῖνος ἔρχηται μεθέξων, κωλύσειν μὴ φοβηθῇς. Φοβήθητι τὸν ∆εσπότην Θεὸν, μὴ τὸν ἄνθρωπον· ἂν τὸν ἄνθρωπον φοβηθῇς, καὶ ὑπ' αὐτοῦ καταγελασθήσῃ, καὶ τὸν ∆εσπότην παροξυνεῖς· ἂν δὲ τὸν Θεὸν, καὶ ἀνθρώποις αἰδέσιμος ἔσῃ, καὶ αὐτῷ φιλητός. Εἰ δὲ αὐτὸς οὐ τολμᾷς, ἐμοὶ πρόσαγε, οὐ συγχωρήσω ταῦτα τολμᾶσθαι· τῆς ψυχῆς ἀποστήσομαι πρότερον, ἢ τοῦ αἵματος μεταδώσω τοῦ ∆εσποτικοῦ παρ' ἀξίαν, καὶ τὸ αἷμα τὸ ἐμαυτοῦ προήσομαι πρότερον, ἢ μεταδώσω αἵματος οὕτω φρικώδους παρὰ τὸ προσῆκον. Κρεῖττον γὰρ στερηθῆναι τοῦ βίου μᾶλλον διὰ τὸν Θεὸν, ἢ διὰ τὸν βίον αὐτοῦ τοῦ Θεοῦ. Ὧ πρέπει δόξα, κράτος, νῦν καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ Ιʹ. Περὶ Προνοίας. Τίνος ἕνεκεν οὐ τὸν ἐξ ἀρχῆς ἀπατήσαντα ἐχθρὸν ἠφάνισεν ὁ Θεός; Εἰ πρὸς
βίαν ἐκράτει, φησὶν, εἶχεν ἄν τινα λόγον τὸ ζητούμενον· εἰ δὲ ταύτης μὲν ἀφῄρηται τῆς δυνάμεως, πείθει δὲ μόνον, τὸ μὴ πεισθῆναι δὲ ἐφ' ἡμῖν, τίνος ἕνεκα τῆς εὐδοκιμήσεως τὴν πρόφασιν περιαιρεῖς, καὶ τὴν τῶν στεφάνων ἐκκόπτεις ὑπόθεσιν; Καὶ ἄλλως, εἰ μὲν εἰδὼς αὐτὸν πάντων περιεσόμενον ἀφῆκεν, οὐδ' οὕτως ἄξιον ἀπορεῖν· παρ' ἡμῶν γὰρ τὸ κρατεῖν ἐκεῖνον, ἑκόντων ὑποκλινομένων, οὐ βιαζομένων· εἰ δὲ πολλοὶ μὲν οἱ ἤδη περιγενόμενοι, πολλοὶ δὲ καὶ αὖθις ἔσονται, τί τοὺς μέλλοντας εὐδοκιμεῖν τοσαύτης ἀποστερεῖς τιμῆς; Ἀλλ' οὐ πάντες αὐτοῦ περιέσονται. Ἀλλὰ πολλῷ δικαιότερον τοὺς μὲν γενναίους λαμβάνειν ἀφορμὰς, ἐν αἷς ἐπιδείξονται τὴν προαίρεσιν· τοὺς δὲ μὴ τοιούτους, ἀπὸ τῆς οἰκείας κολάζεσθαι ῥᾳθυμίας, ἢ διὰ τούτους ἐκείνους ἐπηρεάζεσθαι. Ὁ μὲν γὰρ φαῦλος, κἂν ἠδίκηται, οὐ παρὰ τὸν ἀνταγωνιστὴν, ἀλλὰ παρὰ τὴν αὑτοῦ νωθρίαν· καὶ δηλοῖ τὸ πλῆθος τῶν νικώντων. Τότε δὲ ἂν οἱ σπουδαῖοι διὰ τοὺς φαύλους ἐπεβουλεύθησαν, οὐκ ἔχοντες ὅπου χρήσονται τῇ ἀνδρείᾳ. Οὕτω δ' ἂν καὶ τῆς τοῦ στόματος καὶ τῆς τῶν ὀφθαλμῶν κατηγορήσωσι διαπλάσεως (διὰ τούτων γὰρ ἐπιθυμοῦσιν ὧν οὐ δεῖ, καὶ εἰς μοιχείαν ἐμπίπτουσιν οἱ πολλοί· δι' ἐκείνου δὲ βλασφημοῦσι, καὶ τὰ ὀλέθρια τῶν δογμάτων ἐκφέρουσιν ἕτεροι), ἆρ' οὖν διὰ τοῦτο χωρὶς γλώττης καὶ ὀφθαλμῶν τοὺς ἀνθρώπους γενέσθαι ἐχρῆν; Οὐκοῦν καὶ τὰς χεῖρας· καὶ τοὺς πόδας ἀποτεμοῦμεν· αἱ μὲν γὰρ αἱμάτων πλήρεις, οἱ δὲ εἰς κακίαν τρέχουσι. Πρὸς τούτοις δὲ καὶ τὰ ὦτα, ὅτι καὶ ματαίαν παραδέχεται ἀκοὴν, καὶ τὴν τῶν δογμάτων φθορὰν τῇ ψυχῇ