θεσπέσιος Βαπτιστὴς, ἐρομένους ἀπέστειλεν τῶν αὐτοῦ γνωρίμων τινὰς, εἰ αὐτός ἐστιν ὁ ἐρχόμενος. 9Ἐν αὐτῇ δὲ τῇ ὥρᾳ ἐθεράπευσε πολλούς.9 (A f. 116 b) Εἰδὼς τοίνυν ἅτε Θεὸς ὢν τὴν διά νοιαν, μεθ' ἧς αὐτοὺς ἔπεμψεν ὁ Ἰωάννης, καὶ τὴν οἰκονομίαν τοῦ πράγματος, καὶ τὴν αἰτίαν τῆς ἐκεί νων ἀφίξεως, κατ' ἐκεῖνο δὴ μάλιστα τοῦ καιροῦ, πολλαπλασίως τῶν ἤδη γεγενημένων εἰργάζετο τὰς 72.616 θεοσημείας, καὶ πολλοὺς ἐθεράπευσεν· οὐκ ἐκεῖνον διδάσκων, πῶς γὰρ τὸν πεπεισμένον; ἀλλὰ τούτους τοὺς ἀμφιβάλλοντας. Γεγονότες οὖν ἄρα τῆς ἐνούσης μεγαλοπρεπείας ἐπόπται καὶ θεωροὶ, καὶ πολὺ τὸ θαῦμα τῆς ἐνούσης αὐτῷ δυνάμεώς τε καὶ ἐνεργείας ἐν ἑαυτοῖς συλλέξαντες, προσάγουσι τὴν ἐρώτησιν, ὡς ἐξ Ἰωάννου λέγοντες, Εἰ αὐτός ἐστιν ὁ ἐρχόμε νος; Ἐνταῦθά μοι βλέπε τῆς τοῦ Σωτῆρος οἰκονο μίας τὸ εὐτεχνές· οὐ γὰρ ἁπλῶς ἔφη τὸ, Ἐγώ εἰμι, ἀλλ' ἀποφέρει μᾶλλον αὐτοὺς εἰς τὴν δι' αὐτῶν τῶν πραγμάτων πληροφορίαν, ἵνα εὐαφόρμως τὴν εἰς αὐτὸν πίστιν παραδεξάμενοι, ὑπονοστήσωσι πρὸς τὸν ἀποστείλαντα αὐτούς· ὅθεν οὐδὲ πρὸς τὰ ῥήματα, ἀλλὰ πρὸς τὴν γνώμην τοῦ πέμψαντος ἀπεκρίνατο. Πορευθέντες γὰρ, φησὶ, ἀπαγγείλατε Ἰωάννῃ ἅπερ ἠκούσατε μὲν διὰ τῶν προφητῶν, εἴδετε δὲ πληρω θέντα δι' ἐμοῦ. Ἐκεῖνα γὰρ οἰκονομικῶς εἰργάζετο κατ' ἐκεῖνο μάλιστα καιροῦ, ἅπερ αὐτὸν ἐπιτελέσειν, ὅταν ἥκοι πρὸς ἡμᾶς, οἱ προφῆται διήγγειλον. Τίνα δὲ ταῦτα; Τυφλῶν διόρθωσις, λεπρῶν κάθαρσις, κωφῶν ἀκοὴ, νεκρῶν ἔγερσις, καὶ τὰ ἑξῆς· ἐφ' οἷς ἐπάγει θεοπρεπῶς· "Καὶ μακάριός ἐστιν ὃς ἐὰν μὴ σκανδαλισθῇ ἐν ἐμοί." Τί τοῦτο λέγων, ἢ δεῖξαι βουλόμενος, ὡς καὶ αὐτοῦ τὰ βλέφαρα, ᾗ φησιν ὁ θεῖος ∆αβὶδ, ἐξετάζει τοὺς υἱοὺς τῶν ἀνθρώπων, καὶ τὰ ἐν καρδίᾳ αὐτοῖς στρεφόμενα τοὺς ὀφθαλμοὺς ἐκείνου διέφυγεν οὐδαμῶς; αὐτοὶ γὰρ ἄντικρυς οἱ σκανδαλιζόμενοι. 9Ἤρξατο λέγειν πρὸς τοὺς ὄχλους περὶ Ἰωάννου.9 (A. f.118) Ὅρα δὲ πάλιν ἐν τούτοις ὅσην ἐποιή σατο τὴν οἰκονομίαν ὁ Σωτήρ. Πολὺς αὐτῷ καὶ μα κρὸς περὶ τοῦ ἁγίου Βαπτιστοῦ κεκίνηται λόγος· τὴν μὲν γὰρ, ὅθεν ἦν εἰκὸς ἀδικηθήσεσθαί πως αὐτὸν, ἀπεκρούσατο δόξαν· προφήτου δέ τι πλέον ἔχειν εἰπὼν, ἀξιοθαύμαστον ἤδη καὶ ἀξιέραστον τοῖς ἀκροωμένοις ἐδείκνυεν. Εἶτα εἰκόνα ὥσπερ αὐτὸν ἀναθεὶς τῆς ἐνούσης ἀρετῆς, ἐν γεννητοῖς γυναι κῶν ἔχουσαν τὸ ἀκρότατον, ἀντιπαρατίθησι τὸ μει ζόνως ἀγαθὸν, τὸν ἄρτι τῆς βασιλείας ἁψάμενον, καὶ εἰς Υἱὸν ἀναγεννηθέντα Θεοῦ διὰ τοῦ Πνεύμα τος· βασιλείαν γὰρ οὐρανῶν τὴν τοῦ Πνεύματος δόσιν εἶναί φαμεν, κατὰ τό· "Ἡ βασιλεία τῶν οὐ ρανῶν ἐντὸς ὑμῶν ἐστι." Μείζων οὖν ἄρα παν τὸς γεννητοῦ γυναικὸς, ὁ τῇ τοῦ Πνεύματος ἀναγεν νήσει τετιμημένος· οἱ γὰρ ἔτι τέκνα καλοῦνται σαρκὸς, οἱ δὲ πατέρα τὸν τῶν ὅλων Θεὸν ἐπιγράφον ται, οὐκέτι χρηματίζοντες γεννητοὶ γυναικῶν, ὡς Ἰωάννης καὶ οἱ πρὸ αὐτοῦ, ἀλλ' ἐκ Θεοῦ γεννη 72.617 θέντες, καὶ θείας κοινωνοὶ γενόμενοι φύσεως. Οὐκ οῦν κἂν ἐλάττονες ὦμεν τῶν τὴν ἐν νόμῳ δικαιοσύνην κατωρθωκότων, κατά γε τὴν τῆς ζωῆς ἁγιότητά φημι, ἀλλ' ἐν μείζοσι γεγόναμεν διὰ Χριστόν. Με μνῆσθαι δὲ ἀναγκαῖον, ὅτι καίτοι τοιοῦτος ὑπάρχων εἰς ἀρετὴν ὁ Βαπτιστὴς, ὁμολογεῖ σαφῶς ἐν χρείᾳ καθεστηκέναι τοῦ ἁγίου βαπτίσματος· "Ἐγὼ γὰρ, φησὶ, χρείαν ἔχω ὑπὸ σοῦ βαπτισθῆναι." Οὐκ ἂν δὲ ἐδεήθη, εἰ μή τι πλέον ἦν ἐν αὐτῷ, καὶ τῆς ἐν νόμῳ δικαιοσύνης ὑπερκείμενον. Κἀκεῖνο δὲ τὸ, ἐκ τῶν Ἰωάννου ἡμερῶν τὴν τῶν οὐρανῶν βασιλείαν ἁρ πάζεσθαι, οὐκ εἴρηται ὡς οὐδενὸς πρὸ αὐτοῦ ταύτην ἁρπάσαντος. Ποῖ γάρ ποτε τῶν προφητῶν ἡ ἐλπὶς οἰχήσεται; τί δὲ ὁ τοσοῦτος τῶν ἁγίων πράξει χορὸς, εἴπερ ἔξω τῆς τῶν οὐρανῶν βασιλείας κείσεται; Ἀλλ' ὅτι κατὰ τὸν Ἰωάννου καιρὸν, καὶ λοιπὸν ἐφεξῆς, ἡ τοῦ Πνεύματος δόσις, καὶ ἡ διὰ τοῦ ἁγίου βαπτί σματος εἰς Θεὸν ἀναγέννησις, διὰ πίστεως ἁρπά ζεται. 9Ἀλλὰ τί ἐξεληλύθατε ἰδεῖν; κ.τ.λ.9 (B f. 71 b). Μὴ σχῆμα ἔχει περίβλεπτον; μὴ βα σιλικὸν ἀξίωμα; μὴ