50
μεγάλαι ψυχῇ νόσοι κατασκήπτουσι. μαθέτωσαν δὲ καὶ ὅσοι ἐπ' εὐτονίᾳ πεφύσηνται μὴ ὑψαυχενεῖν, ἀπιδόντες εἰς τὰς τῶν ἡμέρων καὶ ἀτιθάσων ζῴων ἀμυθήτους ἀγέλας, αἷς ἰσχὺς καὶ ῥώμη συγγεγένηνται· τῶν γὰρ ἀτοπωτάτων ἐστὶν ἐπὶ θηρίων ἀρεταῖς, καὶ ταῦτα παρευημερούμενον ὑπ' 8.14.15 αὐτῶν, ἄνθρωπον ὄντα σεμνύνεσθαι. διὰ τί δ' ἄν τις εὖ φρονῶν ἐπὶ σώματος εὐμορφίᾳ ἀγάλλοιτο, ἣν βραχὺς καιρὸς ἔσβεσε, πρὶν ἐπὶ μήκιστον ἀνθῆσαι, τὴν ἀπατηλὸν αὐτῆς ἀκμὴν ἀμαυρώσας, καὶ ταῦθ' ὁρῶν ἐν ἀψύχοις περιμάχητα καλλιγράφων ἔργα καὶ πλαστῶν καὶ ἄλλων τεχνιτῶν ἔν τε ζωγραφήμασι καὶ ἀνδριᾶσι καὶ ὑφασμάτων ποικιλίαις ἐν Ἑλλάδι καὶ βαρβάρῳ κατὰ 8.14.16 πόλιν ἑκάστην εὐδοκιμοῦντα; τούτων οὖν, ὅπερ ἔφην, οὐδὲν παρὰ θεῷ 8.14.16 τῆς ἀγαθοῦ μοίρας ἠξίωται. καὶ τί θαυμάζομεν εἰ μὴ παρὰ θεῷ; οὐδὲ γὰρ παρὰ ἀνθρώποις τοῖς θεοφιλέσι, παρ' οἷς τὰ πρὸς ἀλήθειαν ἀγαθὰ καὶ καλὰ τετίμηται, φύσεως μὲν εὐμοίρου λαχοῦσι, μελέτῃ δὲ μετ' ἀσκήσεως τὴν φύσιν 8.14.17 ἐπικοσμήσασιν, ὧν ἡ ἄνοθος φιλοσοφία δημιουργός. ὅσοι δὲ νόθου παιδείας ἐπεμελήθησαν, οὐδὲ τοὺς ἰατροὺς ἐμιμήσαντο τὸ δοῦλον ψυχῆς σῶμα θεραπεύοντας οἱ τὴν δέσποιναν ἐπιφάσκοντες ἰᾶσθαι. ἐκεῖνοι μὲν γάρ, ἐπειδάν τις τῶν ἐπ' εὐτυχίᾳ νοσήσῃ, κἂν ὁ μέγα ᾖ βασιλεύς, πάνθ' ὑπερβάντες τὰ περίστωα, τοὺς ἀνδρῶνας, τὰς γυναικωνίτιδας, γραφάς, ἄργυρον, χρυσὸν ἄσημον ἐπίσημον, ἐκπωμάτων, ὑφασμάτων πλῆθος, τὸν ἄλλον τῶν βασιλέων ἀοίδιμον κόσμον, ἔτι δὲ τὸν οἰκετικὸν ὄχλον καὶ τὴν φίλων καὶ συγγενῶν καὶ ὑπηκόων τῶν ἐν τέλει θεραπείαν ἄξαντες, τῶν σωματοφυλάκων, ἄχρι τῆς εὐνῆς ἀφικόμενοι καὶ τῶν περὶ αὐτὸ τὸ σῶμα ἀλογήσαντες, οὔθ' ὅτι κλῖναι λιθο κόλλητοι καὶ ὁλόχρυσοι θαυμάσαντες οὔθ' ὅτι ἀραχνοϋφεῖς ἢ λιθογραφημέναι στρωμναὶ οὔθ' ὅτι ἐσθημάτων ἰδέαι διάφοροι, προσέτι δὲ τὰς περὶ αὐτὸν χλαίνας ἀπαμφιάσαντες ἅπτονται χειρῶν καὶ τὰς φλέβας προσπιεζοῦντες ἀκριβοῦσι τοὺς παλμοὺς εἰ σωτήριοι· πολλάκις δὲ καὶ τοὺς χιτωνίσκους ἀναστείλαντες εἰ περιπληθής ἐσθ' ἡ γαστὴρ ἐξετάζουσιν, εἰ πεπυρωμένος ὁ θώραξ, εἰ 8.14.18 ἄτακτα ἡ καρδία πηδᾷ· κἄπειτα τὴν οἰκείαν προσφέρουσι θεραπείαν. ἔδει δὲ καὶ τοὺς φιλοσόφους, ἰατρικὴν ὁμολογοῦντας ἐπιτηδεύειν τῆς φύσει βασιλίδος ψυχῆς, καταφρονεῖν μὲν ἁπάντων ὅσα αἱ κεναὶ δόξαι τυφοπλαστοῦσιν, εἴσω δὲ προσιόντας ἅπτεσθαι διανοίας αὐτῆς, εἰ ὑπ' ὀργῆς ἀνισοταχεῖς καὶ παρὰ φύσιν κεκινημένοι παλμοί· ἅπτεσθαι καὶ γλώττης, εἰ τραχεῖα καὶ κακήγορος, εἰ πεπορνευκυῖα καὶ ἀταμίευτος· ἅπτεσθαι καὶ γαστρός, εἰ ἀπλήστῳ σχήματι ἐπιθυμίας διῴδηκε· καὶ συνόλως παθῶν καὶ νοσημάτων καὶ ἀρρωστημάτων, εἰ κεκρᾶσθαι δοκεῖ, διερευνᾶν ἕκαστον, ἵνα μὴ διαμαρτάνωσι τῶν 8.14.19 προσφόρων εἰς τὸ σῴζειν. νυνὶ δὲ ὑπὸ τῆς τῶν ἔξω περιαυγασθέντες λαμπρότητος, ἅτε νοητὸν φῶς ἰδεῖν ἀδυνατοῦντες, πλαζόμενοι διετέλεσαν τὸν αἰῶνα, πρὸς μὲν τὸν βασιλέα λογισμὸν φθάσαι μὴ δυνηθέντες, ἄχρι δὲ τῶν προπυλαίων μόλις ἀφικνούμενοι, καὶ τοὺς ἐπὶ θύραις ἀρετῆς, πλοῦτον, ἔτι καὶ δόξαν 8.14.20 καὶ ὑγείαν καὶ τὰ συγγενῆ, τεθαυμακότες προσεκύνουν. ἀλλὰ γὰρ ὡς ὑπερβολὴ μανίας χρωμάτων κριταῖς χρῆσθαι τυφλοῖς ἢ κωφοῖς τῶν κατὰ μουσικὴν φθόγγων, οὕτως καὶ φαύλοις ἀνδράσι τῶν πρὸς ἀλήθειαν ἀγαθῶν. καὶ γὰρ οὗτοι τὸ κυριώτατον τῶν ἐν αὐτοῖς διάνοιαν πεπήρωνται, ἧς βαθὺ σκότος 8.14.21 ἀφροσύνη κατέχεεν. ἔτι νῦν θαυμάζομεν εἰ Σωκράτης καὶ ὁ δεῖνα ἢ ὁ δεῖνα τῶν σπουδαίων ἐν πενίᾳ διετέλεσαν, ἄνθρωποι μηδὲν πώποτε τῶν εἰς πορισμὸν ἐπιτηδεύσαντες, ἀλλὰ μηδ' ὅσα ἦν παρὰ φίλων πολυχρημάτων ἢ παρὰ βασιλέων δωρεὰς μεγάλας προτεινόντων λαβεῖν ἀξιώσαντες, ἕνεκα τοῦ μόνον ἀγαθὸν καὶ καλὸν τὴν τῆς ἀρετῆς κτῆσιν ἡγεῖσθαι, περὶ ἣν πονούμενοι 8.14.22 τῶν ἄλλων ἀγαθῶν πάντων ἠλόγουν; τίς δ' οὐκ ἂν ἀλογήσαι νόθων ἕνεκα προνοίας τῶν γνησίων; εἰ δὲ