βασιλικὰς εἶχεν ἐντολάς; καὶ γράμματα, καὶ δόγματα, καὶ νόμους ἐπεφέρετο βα σιλικούς; μὴ λαμπρὸς ἦν κατὰ τὸ φαινόμενον; Οὐχὶ τρίχινον ἱμάτιον ἐφόρει; οὐκ αὐτοσχέδιον εἶχε τρο φήν; Μή τι τοιοῦτον προετρέψατο ὑμᾶς ἐκεῖ ἀπελ θεῖν; Εἰ δὲ ὡς εἰς προφήτην χρησίμως ἐξήλθετε, ναὶ λέγω ὑμῖν καὶ περισσότερον προφήτου. Ὁ μὲν γὰρ προφήτης προλέγει μόνον, οὗτος δὲ οὐ μόνον ἥξοντα προμεμήνυκεν, ἀλλὰ καὶ ὑπέδειξεν, εἰπών· "Ἴδε ὁ Ἀμνὸς τοῦ Θεοῦ ὁ αἴρων τὴν ἁμαρτίαν τοῦ κό σμου." Ἄγγελον δὲ τὸν Ἰωάννην καλεῖ, οὐχ ὅτι ἦν ἄγγελος, ἄνθρωπος γὰρ ἦν τὴν φύσιν, ἀλλ' ὅτι ἀγγέλου ἔργον ἐποίησεν, ἀγγέλλων τοῦ Χριστοῦ τὴν παρουσίαν. Εἶτα τὸ, "περισσότερον προφήτου," παρατιθέμενος, τὸ, "Ἰδοὺ ἐγὼ ἀποστέλλω τὸν ἄγγε λόν μου ἔμπροσθέν σου," διηγεῖται. Μείζων γὰρ προφήτου ὁ μαρτυρούμενος ὑπὸ Θεοῦ, ὅτι ἄγγελος αὐτοῦ ὢν, ἀποστέλλεται πρὸ προσώπου τοῦ Χριστοῦ, κατασκευάσων τὴν ὁδὸν αὐτοῦ. Μαρτυρία γὰρ με γάλη περὶ Ἰωάννου, "καὶ περισσότερον προφήτου." Ὅτι προφητευομένου τοῦ Χριστοῦ ἐλεύσεσθαι, καὶ οὗτος συμπροεφητεύθη αὐτῷ, ὡς προελευσόμενος αὐ τοῦ ὁ ἄγγελος. 9Μείζων ἐν γεννητοῖς γυναικῶν προφήτης Ἰωάν νου τοῦ βαπτιστοῦ οὐδείς ἐστιν.9 (B f. 72). Ὁ μὲν γὰρ μακάριος Ἰωάννης, ὁμοῦ τοῖς ἄλλοις ὅσοι πρὸ αὐτοῦ γεγόνασιν, γεννητός ἐστι γυναικός· οἱ δὲ τὴν πίστιν προσηκάμενοι, οὐκέτι γεννητοὶ γυναικῶν, ἀλλ' υἱοὶ Θεοῦ χρηματίζουσι· "Ὅσοι γὰρ, φησὶν, ἔλαβον αὐτὸν, ἔδωκεν αὐτοῖς ἐξου σίαν τέκνα Θεοῦ γενέσθαι· οἳ οὐκ ἐξ αἱμάτων, ἀλλ' ἐκ Θεοῦ ἐγεννήθησαν." καὶ ὁ Παῦλος· "Ὅτι δέ ἐστε υἱοὶ, ἐξαπέστειλεν ὁ Θεὸς τὸ Πνεῦμα τοῦ Υἱοῦ αὐτοῦ 72.620 ἐν ταῖς καρδίαις αὐτῶν κράζον, Ἀββᾶ, ὁ Πατήρ." Ὅτε γὰρ ἀνεβίω Χριστὸς σκυλεύσας τὸν ᾅδην, τότε τοῖς πιστεύσασιν εἰς αὐτὸν τὸ τῆς υἱοθεσίας δέδωκε Πνεῦμα, καὶ πρό γε τῶν ἄλλων τοῖς οἰκείοις μαθη ταῖς· "Ἐνεφύσησε γὰρ αὐτοῖς, λέγων· Λάβετε Πνεῦμα ἅγιον· ἄν τινων ἀφῆτε τὰς ἁμαρτίας, ἀφίενται αὐ τοῖς," καὶ τὰ ἑξῆς. Ἐπειδὴ γὰρ ὅλως γεγόνασι θείας κοινωνοὶ φύσεως, τὸ ∆εσποτικὸν καὶ κατεξουσιάζον τῶν ὅλων πλουτήσαντες Πνεῦμα, ταύτῃ τοι καὶ θεο πρεπὲς ἀξίωμα περιτέθεικεν αὐτοῖς, τὸ ἀφιέναι φημὶ τὰς ἁμαρτίας ὧν ἂν βούλωνται, κρατεῖν δὲ καὶ τὰς ἑτέρων. Ὅτι δὲ πρὸ τῆς ἀναφοιτήσεως οὐκ ἦν ἐν ἀνθρώποις τῆς υἱοθεσίας τὸ Πνεῦμα, ὁ πάνσοφος εὐαγγελιστὴς Ἰωάννης δηλοῖ, λέγων· "Οὐδέπω γὰρ ἦν Πνεῦμα ἅγιον, ὅτι Ἰησοῦς οὐδέπω ἐδοξάσθη·" δόξαν, τὴν ἐκ νεκρῶν ἀνάστασιν, καὶ τὴν εἰς οὐρανὸν ἄνοδον λέγων. Ἐκεῖ γὰρ ἀναφοιτήσας ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος ἔπεμψεν ἡμῖν ἀνθ' ἑαυτοῦ τὸν Παρά κλητον, καὶ ἐν ἡμῖν ἐστι δι' αὐτοῦ· καὶ τοῦτο ἡμᾶς ἐδίδαξεν, εἰπών· "Ἐὰν μὴ ἀπέλθω, ὁ Παράκλητος οὐκ ἐλεύσεται πρὸς ὑμᾶς." Λοιπὸν οὖν κἂν ἐλάττους ὦμεν τῶν τὴν ἐν νόμῳ δικαιοσύνην ἐχόντων, κατά γε τὴν τῆς ζωῆς ἀστειότητά φημι, ἀλλ' ἐν μείζοσι γεν νητῶν γυναικὸς διὰ Χριστόν. 9Ὅμοιοί εἰσι παιδίοις τοῖς ἐν ἀγορᾷ καθημέ νοις.9 (A f. 118 b, B f. 73, E f.121 b). Ἦν τάχα που παιγνίου τις τρόπος παρὰ τῶν Ἰουδαίων παισὶν οὕ τως ἔχων· Εἰς μέρη δύο πληθὺς παιδίων ἐτέμνετο, ἃ καὶ τὴν τοῦ βίου γελῶντα τύρβην καὶ τῶν ἐν αὐτῷ πραγμάτων τὸ ἀνώμαλον, καὶ τῶν ἑτέρων τὴν εἰς ἕτερα δεινὴν καὶ ἀθρόαν μεταβολὴν, τὰ μὲν ηὔλουν, τὰ δὲ ἐθρήνουν· ἀλλ' οὔτε τοῖς αὐλοῦσι καὶ χαίρουσιν οἱ θρηνοῦντες συνήδοντο, οὔτε μὴν τοῖς κλαίουσιν οἱ τὸν αὐλὸν ἔχοντες, συνεπλάττοντο. Εἶτα ἀλλήλοις ἐν εκάλουν τρόπον τινὰ τὸ ἀσυμπαθὲς ἤγουν ἀδιάθετον. Τοιοῦτόν τι πεπονθέναι τοὺς τῶν Ἰουδαίων δήμους ὁμοῦ τοῖς προεστηκόσιν, ἰσχυρίζετο Χριστός. (B f. 73) Ἦλθον γὰρ οἱ προφῆται τὰ ἐσόμενα προαναφω νοῦντες σκυθρωπὰ, καὶ πρὸς θρῆνον διεγερτικά· εἶτα μετ' ἐκείνους ἐλήλυθεν ὁ Χριστὸς, καὶ οἱ ἀπό στολοι αὐλοῦ δίκην ἐξηχοῦντες τὸ τῆς βασιλείας κή ρυγμα, καὶ τὴν χάριν τῆς μετανοίας. Ἀλλ' οἱ σκλη ροκάρδιοι Ἰουδαῖοι οὐ μόνον οὐκ ἐκόψαντο ἐπὶ τοῖς προτέροις,