51
σώματος θνητοῦ μεταλαχόντες καὶ κηρῶν γέμοντες ἀνθρωπίνων καὶ μετὰ τοσούτου πλήθους ἀδίκων ζῶντες, ὧν οὐδ' ἀριθμὸν εὑρεῖν εὔπορον, ἐπεβουλεύθησαν, τί τὴν φύσιν αἰτιώμεθα, δέον τὴν τῶν 8.14.23 ἐπιθεμένων κακίζειν ὠμότητα; καὶ γὰρ εἰ ἐν ἀέρι γεγένηντο λοιμικῷ, πάντως ὤφειλον νοσῆσαι· καταστάσεως δὲ λοιμικῆς μᾶλλον ἢ οὐχ ἧττον φθοροποιός ἐστι κακία. ὡς δ' ὁπόταν ὑετοῦ μὲν ὄντος ἀνάγκη τὸν σοφόν, εἰ ἐν ὑπαίθρῳ διάγοι, καταβρέχεσθαι, βορέου δὲ ψυχροῦ καταπνέοντος ῥίγει πιεσθῆναι καὶ ψύχει, θέρους δ' ἀκμάζοντος ἀλεαίνεσθαι ταῖς γὰρ ἐτησίοις τροπαῖς τὰ σώματα συμπάσχειν νόμος φύσεως, τὸν αὐτὸν τρόπον τὸν ἐν τοῖς τοιούτοις χωρίοις ἐνοικοῦντα, «ἔνθα φόνοι» τελοῦνται «καὶ ἄλλων ἔθνεα κηρῶν,» 8.14.24 ἐναλλάττεσθαι τὰς ἀπὸ τῶν τοιούτων τιμὰς ἀναγκαῖον. ἐπεὶ Πολυκράτει γε ἐφ' οἷς δεινοῖς ἠδίκησε καὶ ἠσέβησε, χορηγὸς ἀπήντησε χείρων μὲν ἡ τοῦ βίου βαρυδαιμονία, πρόσθες δ' ὡς ὑπὸ μεγάλου βασιλέως ἐκολάζετο καὶ προσηλοῦτο, χρησμὸν ἐκπιπλάς οἶδ', ἔφη, κἀμαυτὸν οὐ πρὸ πολλοῦ θεωρῆσαι δόξαντα ὑπὸ μὲν ἡλίου ἀλείφεσθαι, λούεσθαι δ' ὑπὸ ∆ιός. αἱ γὰρ διὰ συμβόλων αἰνιγματώδεις αὗται φάσεις, ἀδηλούμεναι τὸ πάλαι, τὴν διὰ τῶν ἔργων ἀριδηλο 8.14.25 τάτην ἐλάμβανον πίστιν. οὐκ ἐπὶ τελευτῇ δὲ μόνον, ἀλλὰ παρὰ πάντα τὸν ἐξ ἀρχῆς βίον λελήθει πρὸ τοῦ σώματος τὴν ψυχὴν κρεμάμενος. αἰεὶ γὰρ φοβούμενος καὶ τρέμων τὸ πλῆθος τῶν ἐπιτιθεμένων ἐπτόητο, σαφῶς ἐξεπιστάμενος ὅτι εὔνους μὲν ἦν οὐδείς, ἐχθροὶ δὲ πάντες δυσπραξίᾳ ἀμείλικτοι. 8.14.26 τῆς δὲ ∆ιονυσίου ἀνηνύτου καὶ συνεχοῦς εὐλαβείας μάρτυρες οἱ τὰ Σικελικὰ συγγράψαντες, οἵ φασιν ὅτι καὶ τὴν θυμηρεστάτην ὕποπτον εἶχε γυναῖκα· σημεῖον δέ· τὴν εἰς τὸ δωμάτιον εἴσοδον, δι' ἧς φοιτήσειν ἔμελλεν ὡς αὐτόν, ἐκέλευσε στορεσθῆναι σανίσιν, ἵνα μὴ λάθῃ ποτὲ παρεισερπύσασα, ψόφῳ δὲ καὶ κτύπῳ τῆς ἐπιβάσεως προμηνύῃ τὴν ἄφιξιν· εἶτ' οὐκ ἀνείμονα μόνον, ἀλλὰ καὶ πᾶσι τοῖς μέρεσι γυμνήν, ἃ μὴ θέμις ὑπ' ἀνδρῶν ὁρᾶσθαι, παρέρχεσθαι· πρὸς δὲ τούτοις τὸ συνεχὲς τοῦ κατὰ τὴν ὁδὸν ἐδάφους εἰς τάφρου γεωργικῆς εὖρος καὶ βάθος διακοπῆναι, κατὰ δέος μή τι πρὸς ἐπιβουλὴν ἀφανῶς ἐπικρύπτηται, ὅπερ ἢ ἅλμασιν ἢ μακραῖς διαβάσεσιν ἔμελλε διελέγχε8.14.27 σθαι. πόσων ἄρα κακῶν ὁ ταῦτα παρατηρῶν καὶ τεχνάζων ἐπὶ γυναικός, ᾗ πρὸ τῶν ἄλλων ὤφειλε πιστεύειν, μεστὸς ἦν; ἀλλὰ γὰρ ἐῴκει τοῖς δι' ἀπορρῶγος ὄρους ἐπὶ τῷ τὰς ἐν οὐρανῷ φύσεις ἀριδηλοτέρας κατανοῆσαι κρημνοβατοῦσιν, οἳ μόλις φθάνοντες ἄχρι προνενευκότος αὐχένος οὔτ' ἀναχωρεῖν ἔτι δύνανται, πρὸς τὸ λειπόμενον ὕψος ἀπειρηκότες, οὔτε καταβαίνειν θαρ8.14.28 ροῦσι, πρὸς τὴν ὄψιν τῶν χασμάτων ἰλιγγιῶντες. ἐρασθεὶς γὰρ ὡς θείου πράγματος καὶ περιμαχήτου τυραννίδος οὔτε μένειν οὔτε ἀποδιδράσκειν ἀσφαλὲς εἶναι ὑπελάμβανε. μένοντι μὲν γὰρ ἀλλεπάλληλα ἐπέρρει κακὰ ἀμύθητα, βουλομένῳ δὲ ἀποδιδράσκειν ὁ περὶ τοῦ ζῆν ἐπεκρέματο κίνδυνος ὡπλισμένων, εἰ 8.14.29 καὶ μὴ τοῖς σώμασιν, ἀλλά τοι ταῖς διανοίαις κατ' αὐτοῦ. δηλοῖ δὲ καὶ τὸ ἔργον, ᾧ πρὸς τὸν μακαρίζοντα τὸν τῶν τυράννων βίον φασὶ χρήσασθαι ∆ιονύσιον. καλέσας γὰρ αὐτὸν ἐπὶ λαμπροτάτου καὶ πολυτελεστάτου δείπνου παρασκευήν, ἐκ μηρίνθου πάνυ λεπτῆς προσέταξεν ἠκονημένον ὑπεραιωρηθῆναι πέλεκυν. ἐπεὶ δὲ κατακλιθεὶς εἶδεν αἰφνίδιον, οὔτ' ἐξαναστῆναι θαρρῶν διὰ τὸν τύραννον οὔτ' ἀπολαῦσαί τινος τῶν παρεσκευασμένων διὰ δέος οἷός τε ὤν, ἀφθόνων καὶ πλουσίων ἀλογήσας ἡδονῶν ἀνατείνας τὸν αὐχένα καὶ τὰς ὄψεις 8.14.30 ἐκαραδόκει τὸν οἰκεῖον ὄλεθρον. συνεὶς δ' ὁ ∆ιονύσιος· «Ἆρ' ἤδη κατανοεῖς,» ἔφη, «τὸν ἀοίδιμον καὶ περιμάχητον ἡμῶν βίον; ἔστι γὰρ τοιοῦτος, εἰ μὴ βούλοιτό τις ἑαυτὸν φενακίζειν, ἐπειδὴ περιέχει παμπληθεῖς μὲν χορηγίας, ἀπόλαυσιν δ' οὐδενὸς χρηστοῦ, φόβους δ' ἐπαλλήλους καὶ κινδύνους ἀνηκέστους καὶ νόσον ἑρπηνώδους καὶ φθινάδος