1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

51

ἐφεξῆς καθίστη τὸ γεγονός. Ἄλλως τε, εἰ μὲν αὐτὸν ἀπέκτεινεν εὐθέως ὁ Θεὸς, οὐκ ἄν τινα προθεσμίαν αὐτῷ μετανοίας καὶ βελτιώσεως ἔδωκε· τότε δὲ τρόμῳ καὶ δέει συζῶν, εἰ μὴ λίαν ἀναίσθητος ἦν, καὶ θηρίον μᾶλλον ἢ ἄνθρωπος, πολλὰ ἂν ἀπὸ ταύτης ἐκέρδανε τῆς ζωῆς. Χωρὶς δὲ τούτων, ἐλάττονα αὐτῷ τὴν μέλλουσαν κόλασιν διὰ ταύτης αὐτῷ τῆς τιμωρίας εἰργάζετο. Τὰ γὰρ ἐν τῷ παρόντι βίῳ ἐπαγόμενα ἡμῖν παρὰ τοῦ Θεοῦ λυπηρὰ ἢ κολαστήρια, οὐ μικρὸν τῶν ἐκεῖ βασάνων ὑποτέμνεται μέρος. ∆ιὰ τοῦτο τοὺς τῶν αὐτῶν ἀξίους τιμωριῶν, οὐχ ὁμοῦ πάντας κολάζειν εἴωθεν ὁ Θεὸς, ἵνα οἱ λειπόμενοι βελτίους ταῖς ἐκείνων γένωνται συμφοραῖς· κολάζει δὲ καὶ πάντας ὁμοῦ πολλάκις, ὡς ἐπὶ τοῦ κατακλυσμοῦ, ἵνα ἐκεῖνοι μὲν περαιτέρω προελθεῖν τῆς κακίας κωλυθῶσιν, οἱ δὲ μετ' ἐκείνους ἐκείνων μειζόνως κερδάνωσι, τῆς ζύμης, ὡς ἄν τις εἴποι, καὶ τῆς ὑποθέσεως τῶν κακῶν ἀφανισθείσης ἐκ μέσου μετὰ τῶν τολμησάντων αὐτῶν, καὶ μὴ τοσούτους διδασκάλους φαυλότητος ἔχωσιν. Εἰ γὰρ καὶ χωρὶς παραδείγματος εὐκόλως δύναιντ' ἂν εὑρεῖν οἱ ἄνθρωποι τὰ κακὰ, τί ἂν ἔπραξαν πολλῶν ὄντων τῶν παρακαλούντων αὐτοὺς ἐπὶ τὰς πράξεις τὰς πονηράς; Τοῦτο οὖν μόνον πεπεῖσθαι χρὴ, ὅτι συμφερόντως ἡμῖν ἅπαντα οἰκονομεῖται παρὰ τοῦ Θεοῦ· τὸν δὲ τρόπον μηκέτι ζητεῖν, μηδὲ ἀγνοοῦντας ἀσχάλλειν ἢ ἀθυμεῖν. Οὔτε γὰρ δυνατὸν ταῦτα εἰδέναι, οὔτε συμφέρον, τὸ μὲν διὰ τὸ θνητοὺς εἶναι, τὸ δὲ διὰ τὸ ταχέως εἰς ἀπόνοιαν αἴρεσθαι. Βούλεται μὲν γὰρ καὶ τοὺς μὴ πιστεύοντας αὐτῷ σωθῆναι μεταβαλλομένους ὁ Θεός· καθὼς καὶ αὐτός φησι, Οὐκ ἦλθον καλέσαι δικαίους, ἀλλὰ ἁμαρτωλοὺς εἰς μετάνοιαν. Ὅταν δὲ μὴ τοσαύτης ἐπιμελείας ἀπολαύσαντες ἐθελήσωσι γενέσθαι βελτίους, καὶ ἐπιγνῶναι τὴν ἀλήθειαν, οὐδὲ οὕτως αὐτοὺς ἀφίησιν· ἀλλ' ἐπειδὴ τῆς οὐρανίου ζωῆς ἑαυτοὺς ἑκόντες ἀπεστέρησαν, τὰ γοῦν εἰς τὸν παρ 63.634 όντα βίον ἅπαντα αὐτοῖς χορηγεῖ, τὸν ἥλιον ἀνατέλλων ἐπὶ πονηροὺς καὶ ἀγαθοὺς, καὶ βρέχων ἐπὶ δικαίους καὶ ἀδίκους, καὶ τὰ ἄλλα πάντα τὰ πρὸς τὴν σύστασιν τῆς παρούσης παρέχων ζωῆς. Εἰ δὲ ἐχθρῶν τοσαύτην ποιεῖται πρόνοιαν, τοὺς πιστεύοντας αὐτῷ καὶ θεραπεύοντας αὐτὸν κατὰ δύναμιν τὴν αὑτῶν, πῶς περιόψεται; Καὶ τίνος ἕνεκεν οὐκ ἐκ τοῦ μέσου γέγονεν ὁ διάβολος; Ἔστω ἀνταγωνιστὴς εἷς, ἔστωσαν καὶ ἀθληταὶ δύο πρὸς ἐκεῖνον παλαίειν μέλλοντες· καὶ τούτων τῶν δύο ἀθλητῶν, ὁ μὲν ὑπὸ γαστριμαργίας ἔστω διεφθαρμένος, ἠμελημένος, ἐξησθενημένος, ἐκνενευρισμένος· ὁ δὲ σπουδάζων, εὐεκτῶν, ἐν παλαίστραις διατρίβων, ἐν γυμνασίοις πολλοῖς, πᾶσαν σπουδὴν περὶ τὴν ἄθλησιν ἐπιδεικνύμενος. Ἂν τοίνυν ἀνέλῃς τὸν ἀνταγωνιστὴν, τίνι ἐπηρέασας τούτων; ἆρα τῷ ῥᾳθύμῳ καὶ ἀμελεῖ, ἢ τῷ σπουδαίῳ καὶ τοσαῦτα πεπονηκότι; Εὔδηλον ὅτι τῷ σπουδαίῳ. Ὁ μὲν γὰρ διὰ τὸν ῥᾴθυμον ἠδίκηται, ἀναιρεθέντος τοῦ ἀνταγωνιστοῦ· ὁ δὲ ῥᾴθυμος μένοντος τούτου, οὐκέτι διὰ τὸν σπουδαῖον ἐπηρέασται· ἀπὸ γὰρ τῆς οἰκείας ῥᾳθυμίας κατέπεσεν. Ὁ τοίνυν ἀσθενὴς τὴν προαίρεσιν καὶ ἠμελημένος καὶ ῥᾴθυμος, καὶ διαβόλου οὐκ ὄντος, καταπίπτει ταχέως, καὶ εἰς βάραθρα πολλὰ κακίας ἑαυτὸν καταβάλλει. Κἂν γὰρ ἐπὶ τὰ ἡμέτερα μέλη ἔλθωμεν, καὶ ταῦτα εὑρήσομεν ἀπωλείας αἴτια, ἐὰν μὴ προσέχωμεν, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἡμετέραν ῥᾳθυμίαν. Σκόπει δέ· Ὀφθαλμὸς ἐδόθη, ἵνα βλέπων τὴν κτίσιν δοξάσῃς τὸν Κτίστην καὶ ∆εσπότην· ἀλλ', ἐὰν μὴ καλῶς χρήσῃ τῷ ὀφθαλμῷ, μοιχείας σοι γίνεται πρόξενος. Γλῶττα ἐδόθη, ἵνα ὑμνῇς καὶ τὸν Ποιητὴν εὐφημῇς· ἀλλ', ἐὰν μὴ καλῶς προσέχῃς, βλασφημίας καὶ αἰσχρολογίας σοι γίνεται αἰτία. Χεῖρες ἐδόθησαν, ἵνα ἀνατείνῃς αὐτὰς εἰς εὐχάς· ἀλλ', ἐὰν μὴ νήφῃς, εἰς πλεονεξίαν ταύτας ἐκτείνεις. Πόδες ἐδόθησαν, ἵνα τρέχῃς εἰς καλὰ ἔργα· ἀλλ', ἐὰν ἀμελῇς, τὰς πονηρὰς δι' αὐτῶν ἕξεις πράξεις. Ὁρᾷς ὅτι τὸν ἀσθενῆ πάντα βλάπτει, καὶ αὐτὰ τὰ σωτήρια φάρμακα εἰς θάνατον ἐμβάλλει, οὐ παρὰ τὴν οἰκείαν φύσιν, ἀλλὰ παρὰ τὴν ἀσθένειαν τὴν ἐκείνου. Ἀρκεῖ μόνον ἡ θεοπτία ἀπολέσαι τοὺς πονηρούς· εἰ γὰρ ἁγίων παρουσία