52
χαλεπωτέραν, ἀθεράπευτον ἀεὶ φέρουσαν 8.14.31 ὄλεθρον. οἱ δὲ πολλοὶ τῶν ἀνεξετάστων ὑπὸ τῆς λαμπρᾶς φανερότητος ἀπατώμενοι ταὐτὸν πεπόνθασι τοῖς ἀγκιστρευομένοις ὑπὸ τῶν εἰδεχθῶν ἑταιριδίων, ἃ τὴν δυσμορφίαν ἐσθῆτι καὶ χρυσῷ καὶ ταῖς τῆς ὄψεως ὑπογραφαῖς ἐπισκιάζοντα, γνησίου κάλλους ἀπορίᾳ νόθον ἐπ' ἐνέδρᾳ τῶν θεωμένων δη8.14.32 μιουργεῖ.» τοιαύτης γέμουσι βαρυδαιμονίας οἱ λίαν εὐτυχεῖς, ἧς τὰς ὑπερβολὰς αὐτοὶ δικάσαντες παρ' ἑαυτοῖς οὐ στέγουσιν, ἀλλ' ὥσπερ οἱ τὰ ἄρρητα ὑπ' ἀνάγκης ἐκλαλοῦντες ἀφιᾶσι τὰς ἐκ πάθους ἀψευδεστάτας φωνάς, ἐπὶ συνουσίᾳ τιμωριῶν καὶ παρουσῶν καὶ προσδοκωμένων ζῶντες καθάπερ τῶν θρεμμάτων τὰ πρὸς ἱερουργίαν πιαινόμενα· καὶ γὰρ ταῦτα τῆς πλείστης ἐπιμελείας 8.14.33 ἐπὶ τῷ σφαγῆναι τυγχάνει διὰ πολύκρεων εὐωχίαν. εἰσὶ δ' οἳ καὶ περὶ χρημάτων ἀσεβῶν οὐκ ἀδήλους, ἀλλὰ φανερὰς ἔδοσαν δίκας, ὧν τὰ πλήθη καταλέγεσθαι περιττὸς πόνος, ἀπόχρη δ' ἓν ἔργον παράδειγμα πάντων ἑστάναι. λέγεται τοίνυν ὑπὸ τῶν ἀναγεγραφότων τὸν ἱερὸν πόλεμον τὸν ἐν Φωκίδι, νόμου κειμένου τὸν ἱερόσυλον κατακρημνίζεσθαι ἢ καταποντοῦσθαι ἢ καταπίμπρασθαι, τρεῖς συλήσαντας τὸ ἐν ∆ελφοῖς ἱερόν, Φιλόμηλον καὶ Ὀνόμαρχον καὶ Φάϋλλον, διανείμασθαι τὰς τιμωρίας. τὸν μὲν γὰρ διὰ λόφου τραχέος καὶ λιθώδους ῥαγείσης πέτρας κατακρημνισθῆναί τε καὶ καταλευσθῆναι· τὸν δὲ ἀφηνιάσαντος τοῦ κομίζοντος ἵππου καὶ μέχρι θαλάττης καταβάντος, ἐπιδραμόντος τοῦ πελάγους εἰς ἀχανῆ βυθὸν αὐτῷ ζῴῳ καταδῦναι· Φάϋλλον δ' ἢ φθινάδι νόσῳ διττὸς γὰρ ὁ περὶ αὐτοῦ λόγος συντακῆναι ἢ ἐν τῷ ἐν Ἄβαις 8.14.34 ἱερῷ συνεμπρησθέντα ἀπολέσθαι. ταῦτα γὰρ φιλονεικότατον λέγειν ἀποβῆναι κατὰ τύχην. εἰ μὲν γάρ τινες ἢ ἐν διαφέρουσι καιροῖς ἢ ἑτέραις ἐκολάσθησαν τιμωρίαις, εἰκὸς ἦν τὸ ἄστατον τῆς τύχης προφασίζεσθαι· πάντων δὲ ἀθρόως καὶ ὑφ' ἕνα καιρὸν καὶ μὴ ἑτέραις τιμωρίαις, ἀλλὰ ταῖς περιεχομέναις ἐν 8.14.35 τοῖς νόμοις κολασθέντων εὔλογον φάσκειν ὅτι θεοῦ δικάσαντος ἑάλωσαν. εἰ δέ τινες τῶν ὑπολειφθέντων βιαίων καὶ τοῖς πλήθεσιν ἐπαναστάντων καὶ δουλωσαμένων οὐ μόνον δήμους ἑτέρους, ἀλλὰ καὶ πατρίδας τὰς ἑαυτῶν ἀτιμώρητοι διετέλεσαν, θαυμαστὸν οὐδέν. πρῶτον μὲν γὰρ οὐχ ὁμοίως ἄνθρωπος δικάζει καὶ θεός, διότι τὰ μὲν φανερὰ ἡμεῖς ἐρευνῶμεν, ὁ δὲ ἄχρι μυχῶν ψυχῆς εἰσδυόμενος ἀψοφητὶ καθάπερ ἐν ἡλίῳ λαμπρὰν διάνοιαν αὐγάζει, ἀπαμπίσχων μὲν τὰ περίαπτα, οἷς ἐγκατείληπται, γυμνὰ δὲ περιαθρῶν τὰ βουλήματα 8.14.36 καὶ διαγινώσκων εὐθὺς τά τε παράσημα καὶ δόκιμα. μηδέποτ' οὖν τὸ οἰκεῖον δικαστήριον τοῦ θείου προκρίναντες ἀψευδέστερον αὐτὸ καὶ εὐβουλότερον εἶναι φῶμεν· οὐ γὰρ ὅσιον. ἐν ᾧ μὲν γὰρ πολλὰ τὰ σφάλλοντα, ἀπατηλοὶ αἰσθήσεις, πάθη ἐπίβουλα, κακιῶν ὁ βαρύτατος ἐπιτειχισμός, ἐν ᾧ δὲ οὐδὲν μὲν τῶν ἐπ' ἐξαπάτῃ, δικαιότης δὲ καὶ ἀλήθεια, αἷς ἕκαστον βραβευόμενον ἐπαινετῶς 8.14.37 ἐξορθοῦσθαι πέφυκεν. ἔπειτ', ὦ γενναῖε, μὴ νομίσῃς ἀλυσιτελὲς ἐπὶ καιρῶν εἶναι τυραννίδα. οὐδὲ γὰρ ἡ κόλασις ἀλυσιτελές, ἀλλὰ τιμωρίας διδόναι τοῖς ἀγαθοῖς ἢ ὠφελιμώτερον ἢ οὐκ ἀποδέον· οὗ χάριν ἐν ἅπασι μὲν τοῖς ὀρθῶς γραφεῖσι παρείληπται νόμοις, οἱ δὲ γράψαντες ὑπὸ πάντων ἐπαινοῦνται· 8.14.38 ὅπερ γὰρ ἐν δήμῳ τύραννος, τοῦτ' ἐν νόμῳ κόλασις. ἐπειδὰν οὖν ἔνδεια μὲν καὶ σπάνις δεινὴ καταλάβῃ τὰς πόλεις ἀρετῆς, ἀφθονία δ' ἀφροσύνης ἐπιπολάσῃ, τηνικαῦτα ὁ θεός, ὥσπερ ῥεῦμα χειμάρρου τὴν φορὰν τῆς κακίας ἀποχετεῦσαι γλιχόμενος, ἵνα καθάρῃ τὸ γένος ἡμῶν, ἰσχὺν καὶ κράτος δίδωσι 8.14.39 τοῖς ἀρχικοῖς τὰς φύσεις. ὠμῆς γὰρ δίχα ψυχῆς οὐ καθαίρεται κακία. καὶ ὅνπερ τρόπον αἱ πόλεις ἐπ' ἀνδροφόνοις καὶ προδόταις καὶ θεοσύλαις δημίους ἀνατρέφουσιν, οὐ τὴν γνώμην ἀποδεχόμεναι τῶν ἀνδρῶν, ἀλλὰ τὸ τῆς ὑπηρεσίας χρήσιμον ἐξετάζουσαι, τὸν αὐτὸν τρόπον καὶ ὁ τῆς μεγαλοπόλεως τοῦδε τοῦ κόσμου κηδεμὼν οἷα