52
ἀσθενῆ τῶν δαιμόνων ποιεῖ τὴν ἰσχὺν, πολλῷ μᾶλλον τοῦ Θεοῦ. Ὅταν ἴδωμεν πραγμάτων ἀταξίαν καὶ ταραχὴν, μὴ τὸν Θεὸν αἰτιώμεθα, μηδὲ ἀπρονόητα εἶναι νομίζωμεν τὰ παρόντα· ἡ γὰρ ὄντως ἀταξία καὶ ταραχὴ, οὐχ ἡ τῶν πραγμάτων ἐστὶ φορὰ, ἀλλ' ὁ οὕτω διακείμενος λογισμὸς, ὃς κἂν μυρίας εὐταξίας ἀπολαύῃ, ἕως ἂν μὴ τὴν ἀταξίαν τὴν ἐν αὐτῷ καὶ τὴν ταραχὴν διορθώσηται, οὐδὲν αὐτῷ τῆς ἐν τοῖς πράγμασιν εὐταξίας ἔσται τὸ πλέον· ἀλλ' ὥσπερ ὀφθαλμὸς νοσῶν μὲν καὶ ἐν μεσημβρίᾳ φανοτάτῃ σκότος ὄψεται, καὶ ἕτερα ἀνθ' ἑτέρων, καὶ οὐδὲν αὐτῷ τῆς ἀκτῖνος ἔσται πλέον· ὑγιαίνων δὲ καὶ ἐῤῥωμένος, καὶ ἐν ἑσπέρᾳ δυνήσεται τὸ σῶμα χειραγωγεῖν μετὰ ἀσφαλείας· οὕτω καὶ τῆς διανοίας τῆς ἡμετέρας ὁ ὀφθαλμὸς, ἕως μὲν ἂν ἐῤῥωμένος ᾖ, κἂν ἄτακτα εἶναι δοκοῦντα ἴδῃ, καλὰ ὄψεται· ὅταν δὲ διεφθαρμένος, κἂν εἰς αὐτὸν ἀναγάγῃς αὐτὸν τὸν οὐρανὸν, καὶ τῶν ἐκεῖ πολλὴν ἀταξίαν καταγνώσεται καὶ ταραχήν. ∆ιὰ τοῦτο οὔτε πάντας ἐνταῦθα ἀπαιτεῖ δίκην ὁ Θεὸς, ἵνα μὴ ἀπογνῷς τὴν ἀνάστασιν, καὶ ἀπελπίσῃς τὴν κρίσιν, ὡς πάντων ἐνταῦθα διδόντων λόγον· οὔτε πάντας ἀφίησιν ἀτιμωρητὶ ἀπελθεῖν, ἵνα μὴ πάλιν ἀπρονόητα τὰ πάντα εἶναι νομίσῃς. Εἴ τις ἀπιστεῖ τῇ ἀναστάσει, ἐννοείτω πόσα ἐξ οὐκ ὄντων ἐποίησεν ὁ Θεὸς, καὶ δεχέσθω καὶ 63.635 περὶ ἐκείνης ἀπόδειξιν. Καὶ γὰρ γῆν λαβὼν, ἔφυρε καὶ ἐποίησεν ἄνθρωπον, γῆν οὐκ οὖσαν πρὸ τούτου. Πῶς οὖν ἡ γῆ γέγονεν ἄνθρωπος; πῶς δὲ αὐτὴ, οὐκ οὖσα, παρήγετο; ποίαν δὲ ὑποβάθραν ἔχει; καὶ τί μετὰ τὴν γῆν; καὶ μετ' ἐκεῖνο πάλιν τὸ μετὰ τὴν γῆν; πῶς δὲ ἐξ αὐτῆς παρήχθησαν ἅπαντα τὰ τῶν ἀλόγων ἄπειρα γένη, τὰ τῶν σπερμάτων, τὰ τῶν φυτῶν; τοῦτο γὰρ τῆς ἀναστάσεως ἀπορώτερον Οὐ γάρ ἐστιν ἴσον σβεσθέντα ἀνάψαι λύχνον, καὶ μηδαμῶς φαινόμενον δεῖξαι πῦρ· οὐδὲ κατενεχθεῖσαν οἰκίαν ἀναστῆσαι, καὶ μηδὲ ὅλως ὑφεστῶσαν παραγαγεῖν. Ἐνταῦθα μὲν γὰρ εἰ μηδὲν ἄλλο, ἀλλ' ἡ ὕλη ὑπέκειτο· ἐκεῖ δὲ οὐδὲ ἡ οὐσία ἐφαίνετο. ∆ιὰ τοῦτο τὸ δυσκολώτερον ἡμῖν εἶναι δοκοῦν ἐποίησε πρότερον, ἵνα ἐκ τούτου τὸ εὐκολώτερον παραδείξῃ. Καὶ ἐπὶ τῆς γεννήσεως δὲ τῆς ἡμετέρας οὐ σπέρμα βραχὺ, πρῶτον ἄμορφον καὶ ἀτύπωτον, ἐνίεται εἰς τὴν ὑποδεχομένην μήτραν αὐτό; πόθεν οὖν ἡ τοσαύτη τοῦ ζώου διάπλασις; Τί δὲ ὁ σῖτος; οὐ κόκκος γυμνὸς εἰς τὴν γῆν καταβάλλεται; οὐ μετὰ τὸ καταβληθῆναι σήπεται; πόθεν ἄσταχυς καὶ ἀνθέρικες καὶ καλάμη καὶ τὰ ἄλλα πάντα; οὐ κεγχρὶς σύκου μικρὰ πολλάκις ἐμπεσοῦσα εἰς γῆν, καὶ ῥίζαν καὶ κλάδους καὶ καρπὸν ἤνεγκεν; Εἶτα τούτων μὲν ἕκαστον δέχῃ καὶ οὐ περιεργάζῃ, τὸν δὲ Θεὸν μόνον ἀπαιτεῖς εὐθύνας, μετασκευάζοντα ἡμῶν τὸ σῶμα; καὶ ποῦ ταῦτα συγγνώμης ἄξια; Καὶ τίνος ἕνεκεν ἀφῆκε τὸν διάβολον ὁ Θεὸς, τοιοῦτον πονηρὸν ὄντα, ὥστε ὑποσκελίζειν ἡμᾶς; Ἵνα τῷ φόβῳ συνωθούμενοι, καὶ τοῦ πολεμίου τὴν ἔφοδον προσδοκῶντες, πολλὴν τὴν ἀγρυπνίαν καὶ διηνεκῆ τὴν νῆψιν ἐπιδεικνύμεθα. Καὶ τί θαυμάζεις, εἰ τὸν διάβολον διὰ τοῦτο κατέλιπε; Κηδόμενος γὰρ ἡμῶν τῆς σωτηρίας, καὶ διεγείρων ἡμῶν τὴν ῥᾳθυμίαν, καὶ ὑπόθεσιν στεφάνων κατασκευάζων, αὐτὴν τὴν γέενναν διὰ τοῦτο κατεσκεύασεν, ἵνα ὁ τῆς τιμωρίας φόβος καὶ τῆς κολάσεως τὸ ἀφόρητον πρὸς τὴν βασιλείαν ἡμᾶς συνωθήσῃ. Ἂν οὖν ποιήσῃς τι χρηστὸν, καὶ μὴ λάβῃς αὐτοῦ τὴν ἀντίδοσιν ἐνταῦθα, μὴ ταράττου· μετὰ προσθήκης ἐν τῷ μέλλοντι καιρῷ ἀναμένει σε τούτων ἡ ἀμοιβή. Κἂν ποιήσῃς τι πονηρὸν, καὶ μὴ δῷς δίκην, μὴ θάῤῥει· ἐκεῖ γάρ σε ἐκδέξεται ἡ τιμωρία, ἂν μὴ μεταβάλῃ καὶ γένῃ βελτίων. Θορυβῇ καὶ ἀλύεις καὶ πάντα ταραχῆς πληροῖς, ὁρῶν πολλοὺς ἐν πονηρίᾳ ζῶντας καὶ εὐθηνουμένους, καὶ τῶν παρόντων ἀπολαύοντας, καὶ ἀλγεῖς ἐπὶ τῇ τοῦ Θεοῦ μακροθυμίᾳ. Τί ποιεῖς; εἰπέ μοι· πόσοι ταῖς ὁδοῖς ἐφεδρεύουσι; πόσοι τοίχους διορύττουσι; πόσοι δηλητηρίοις φαρμάκοις πολλοὺς ἀπώλεσαν; ἆρ' οὖν ὑπὲρ τούτων ἐγκαλοῦμεν τῷ δικαστῇ; Οὐδαμῶς. Ἂν μὲν γὰρ λαβὼν αὐτοὺς ὑπὸ τὴν ψῆφον ἀφῇ, καὶ τὸν μὲν παθόντα κακῶς κολάσῃ, τὸν δὲ ποιήσαντα τιμήσῃ, καὶ στεφανώσας ἐκπέμψῃ, κατηγορίας ὄντως ἄξιος, καὶ ἐγκλημάτων ἐσχάτων· ὅταν δὲ μηδέπω ὦσι παραδοθέντες, αὐτὸς