53
δημίους κοινοὺς ἐφίστησι τοὺς τυράννους ταῖς πόλεσιν, ἐν αἷς ἂν αἴσθηται βίαν, ἀδικίαν, ἀσέβειαν, τὰ ἄλλα κακὰ πλημμύροντα, ὅπως 8.14.40 ἤδη ποτὲ στάντα λωφήσῃ. τηνικαῦτα μὲν καὶ τοὺς αἰτίους, ἅτ' οὐκ ἀπὸ γνώμης ὑγιοῦς, ἀλλ' ἐκ δυσκαθάρτου καὶ ἀνηλεοῦς ψυχῆς ὑπηρετήσαντας, ἐφ' ἅπασιν ὥσπερ τινὰς κορυφαίους ἀξιοῖ μετέρχεσθαι. καθάπερ γὰρ ἡ τοῦ πυρὸς δύναμις, ὅταν παραβληθεῖσαν ὕλην ἀναλώσῃ, τελευταῖον αὑτὴν ἐπινέμεται, τοῦτον τὸν τρόπον καὶ οἱ ἐπὶ τοῖς πλήθεσι δυναστείας εἰληφότες, ὅταν δαπανήσαντες τὰς πόλεις κενὰς ἀνδρῶν ἐργάσωνται, τὰς ὑπὲρ ἁπάντων τίνοντες 8.14.41 δίκας ἐπιδιαφθείρονται. καὶ τί θαυμάζομεν εἰ διὰ τυράννων ὁ θεὸς κακίαν ἀναχυθεῖσαν ἐν πόλεσι καὶ χώραις καὶ ἔθνεσιν ἀποδιοπομπεῖται; πολλάκις γὰρ μὴ χρώμενος ὑπηρέταις ἄλλοις αὐτὸς δι' ἑαυτοῦ τοῦτ' ἐργάζεται, λιμὸν ἐπάγων ἢ λοιμὸν ἢ σεισμὸν καὶ ὅσα ἄλλα θεήλατα, οἷς ὅμιλοι μεγάλοι καὶ πολυάνθρωποι καθ' ἑκάστην ἡμέραν ἀπόλλυνται, καὶ πολλὴ μοῖρα τῆς οἰκουμένης 8.14.42 ἐρημοῦται διὰ προμήθειαν ἀρετῆς. Ἱκανῶς μὲν οὖν εἴς γε τὰ παρόντα περὶ τοῦ μή τινα τῶν φαύλων εὐδαιμονεῖν, ὡς οἶμαι, λέλεκται· δι' οὗ μάλιστα παρίσταται τὸ εἶναι πρόνοιαν. εἰ δὲ μηδέπω πέπεισαι, τὸν ἔθ' ὑποικουροῦντα ἐνδοιασμὸν εἰπὲ θαρρῶν· ἀμφότεροι γὰρ ᾗ τἀληθὲς ἔχει συνδιαπονήσαντες εἰσόμεθα.» 8.14.43 Καὶ μεθ' ἕτερα πάλιν φησίν· «Ἀνέμων καὶ ὑετῶν φορὰς οὐκ ἐπὶ λύμῃ τῶν πλεόντων, ὡς ἐνόμιζες, ἢ γεωργούντων, ἀλλ' ἐπ' ὠφελείᾳ τοῦ παντὸς ἡμῶν γένους ὁ θεὸς εἰργάζετο. ὕδασι μὲν γὰρ τὴν γῆν καθαίρει, τὸν δ' ὑπὸ σελήνην ἅπαντα χῶρον πνεύμασιν· 8.14.44 ἀμφοτέροις δὲ ζῷα καὶ φυτὰ τρέφει καὶ αὔξει καὶ τελειοῖ. εἰ δὲ τοὺς μὴ ἐν καιρῷ πλωτῆρας ἢ γεηπόνους ἔστιν ὅτε βλάπτει, θαυμαστὸν οὐδέν· βραχὺ γὰρ οὗτοι μέρος, ἡ δ' ἐπιμέλεια τοῦ παντὸς ἀνθρώπων γένους. ὥσπερ οὖν τὸ ἐν τῷ γυμνασίῳ ἄλειμμα τίθεται μὲν ἐπ' ὠφελείᾳ, πολλάκις δ' ὁ γυμνασίαρχος ἕνεκα πολιτικῶν χρειῶν ὥρας τῆς ἐν ἔθει μετέθηκε τὴν τάξιν, δι' ἧς ὑστέρησαν ἔνιοι τῶν ἀλειφομένων, οὕτω καὶ ὁ θεός, οἷα πόλεως τοῦ παντὸς ἐπιμελούμενος κόσμου, θέρη χειμαίνοντα καὶ χειμῶνας ἐαρίζοντας εἴωθε ποιεῖν ἐπὶ τῇ τοῦ παντὸς ὠφελείᾳ, κἂν εἰ ναύκληροί τινες ἢ γῆς ἐργάται μέλλοιεν ταῖς τού8.14.45 των ἀνωμαλίαις ζημιοῦσθαι. τὰς οὖν τῶν στοιχείων εἰς ἄλληλα μεταβολάς, ἐξ ὧν ὁ κόσμος ἐπάγη καὶ συνέστηκεν, εἰδὼς ἀναγκαιότατον ἔργον ἀκωλύτους παρέχεται· πάχναι δὲ καὶ χιόνες καὶ ὅσα ὁμοιότροπα, ἀέρος ἐπακολουθεῖ καταψύξει, καὶ πάλιν προσαράξει καὶ παρατρίψει νεφῶν ἀστραπαί τε καὶ βρονταί· ὧν οὐδὲν ἴσως κατὰ πρόνοιαν, ἀλλ' ὑετοὶ καὶ πνεύματα ζωῆς καὶ τροφῆς καὶ 8.14.46 αὐξήσεως τοῖς περὶ γῆν αἴτια, ὧν ταῦτα ἐπακολουθήματα· οἷα γυμνασιάρχου φιλοτιμίαις πολλάκις ἀνειμένας ποιουμένου δαπάνας ἀνθ' ὕδατος ἐλαίῳ καταιονούμενοί τινες τῶν ἀπειροκάλων εἰς τοὔδαφος ῥανίδας ἀποστάζουσιν, ὃ δὴ ὀλισθηρότατος αὐτίκα γίνεται πηλός, ἀλλ' οὐκ ἄν τις εὖ φρονῶν εἴποι τὸν πηλὸν καὶ τὸν ὄλισθον προμηθείᾳ τοῦ γυμνασιάρχου γεγονέναι, παρηκολου8.14.47 θηκέναι δὲ ἄλλως τῇ ἀφθονίᾳ τῶν χορηγιῶν ταῦτα. ἶρις δὲ καὶ ἅλως καὶ ὅσα ὁμοιότροπα, πάλιν ἐστὶν αὐγῶν ἐγκιρναμένων τοῖς νέφεσιν ἐπακολουθήματα, οὐκ ἔργα φύσεως προηγούμενα, φυσικοῖς δ' ἐπισυμβαίνοντα ἔργοις· οὐ μὴν ἀλλὰ παρέχει τινὰ καὶ ταῦτα χρείαν ἀναγκαίαν τοῖς φρονιμωτέροις· νηνεμίας γὰρ καὶ πνεύματα, εὐδίας τε καὶ χειμῶνας ἀπὸ τούτων τεκμαιρόμενοι προ 8.14.48 λέγουσι. τὰς κατὰ πόλιν στοὰς οὐχ ὁρᾷς; τούτων αἱ πλείους πρὸς μεσημβρίαν νενεύκασιν, ὑπὲρ τοῦ τοὺς ἐμπεριπατοῦντας χειμῶνι μὲν ἀλεαίνεσθαι, θέρους δὲ καταπνεῖσθαι. παρακολουθεῖ δέ τι καὶ ἕτερον, ὃ μὴ τῇ γνώμῃ τοῦ κατεσκευακότος ἐπιγίνεται. τί δὲ τοῦτ' ἔστιν; αἱ ἀπὸ τῶν ποδῶν ἐκπίπτουσαι 8.14.49 σκιαί, τὰ ἡμέτερα μέτρα, διασημαίνουσι τὰς ὥρας. καὶ μὲν δὴ τὸ πῦρ φύσεως ἀναγκαιότατον ἔργον,