53
τὰς εὐθύνας ἀπαιτεῖς, καὶ προλαβὼν καταγινώσκεις; Ἐννόησον τὰ σαυτῷ βεβιωμένα, ἄνθρωπε, εἰς τὸ σὸν εἴσελθε συνειδός· καὶ οὐ μόνον οὐκ ἐπαινέσεις σου τὴν ψῆφον, ἀλλὰ καὶ μεταθήσῃ τὴν γνώμην, καὶ τῆς μακροθυμίας ἀποδέξῃ τὸν φιλάνθρωπον, καὶ χάριν εἴσῃ τῆς 63.636 ἀνοχῆς, θαυμάσας τῆς ἀνεξικακίας αὐτόν. Εἰ γὰρ ἔμελλεν ἕκαστος παρ' αὐτὰ τὰ ἁμαρτήματα δίκην ἀπαιτεῖσθαι τῶν πεπλημμελημένων, οὐκ ἂν ἡμῶν ἔφθασε τὸ γένος πάλαι ἀνάρπαστον γενόμενον. Μὴ τοίνυν, ἀδελφοὶ, καταπέσωμεν· οὐ γὰρ οὕτω φροντίζομεν τῆς ἡμετέρας σωτηρίας, ὡς ὁ ποιήσας ἡμᾶς, καὶ οὐχ οὕτως ἡμῖν μέλει τοῦ μηδὲν παθεῖν δεινὸν, ὡς τῷ τὴν ψυχὴν ἡμῖν χαρισαμένῳ Θεῷ. Οὔτε γὰρ ἐν συμφοραῖς ἀφίησιν ἀεὶ τοὺς ἀνθρώπους ὁ Θεὸς, ἵνα μὴ ἀποκάμωσιν, οὔτε ἐν ἀνέσει, ἵνα μὴ ῥᾳθυμότεροι γένωνται· ἀλλὰ ταῖς ἐναλλαγαῖς ποικίλλει τὴν σωτηρίαν αὐτῶν. Εἰ γὰρ πλοῖον ἄνευ κυβερνήτου οὐ συνίσταται, ἀλλὰ καταποντίζεται εὐκόλως· ὁ κόσμος πῶς ἂν συνέστη ἐπὶ τοσοῦτον χρόνον, μηδενὸς αὐτὸν κυβερνῶντος; Καὶ ἵνα μηδὲν πλέον εἴπω, νόμισον πλοῖον εἶναι τὸν κόσμον, τρόπιν ὑποκεῖσθαι τὴν γῆν, ἱστίον τὸν οὐρανὸν, ἐπιβάτας τοὺς ἀνθρώπους, πέλαγος τὴν ὑποκειμένην ἄβυσσον· πῶς οὖν ἐπὶ τοσούτους χρόνους ναυάγιον οὐκ ἐγένετο; Ἔασον γοῦν πλοῖον μίαν ἡμέραν χωρὶς κυβερνήτου καὶ ναυτῶν, καὶ ὄψει καταποντιζόμενον εὐθέως. Ἀλλ' ὁ κόσμος οὐδὲν τοιοῦτον ἔπαθε, πεντακισχίλια καὶ πολλῷ πλείονα λοιπὸν ἔχων ἔτη. Καὶ τί λέγω πλοῖον; καλύβην μικρὰν ἐπήξατό τις ἐν ταῖς ἀμπέλοις, καὶ τοῦ καρποῦ συνερανισθέντος ἀφῆκεν ἔρημον, καὶ οὐδὲ δύο πολλάκις διαμένει ἡμέρας, ἀλλὰ καὶ διαλύεται καὶ καταπίπτει ταχέως. Εἶτα καλύβη μὲν οὐκ ἂν στῇ χωρὶς τοῦ προνοοῦντος αὐτήν· δημιούργημα δὲ τοσοῦτον οὕτω καλὸν καὶ θαυμαστὸν, πῶς ἂν διέμεινεν ἐπὶ τοσοῦτον ἀδιάπτωτον χρόνον, χωρὶς προνοίας τινός; Ἐννόησόν μοι τὸ κάλλος τοῦ οὐρανοῦ, πόσον ἔχει χρόνον καὶ οὐκ ἠμαυρώσθη· ἐννόησόν μοι τῆς γῆς τὴν δύναμιν, πῶς οὐκ ἠτόνησεν αὐτῆς ἡ γαστὴρ, τοσοῦτον τίκτουσα χρόνον· ἐννόησόν μοι τὰς πηγὰς, πῶς ἀναβλύζουσι, καὶ οὐκ ἀπέλιπον ἐξ οὗ γεγόνασιν· ἐννόησόν μοι τὴν θάλασσαν, πόσους δεχομένη ποταμοὺς οὐχ ὑπερέβη τὸ μέτρον. Ἄξιον ἐφ' ἑκάστου τῶν εἰρημένων λέγειν· Ὡς ἐμεγαλύνθη τὰ ἔργα σου, Κύριε! πάντα ἐν σοφίᾳ ἐποίησας. Πῶς γὰρ οὐκ ἄτοπον, τέκτονι μὲν παρακαθήμενοι, καὶ διακλῶντα ξύλα καὶ διαπρίζοντα θεώμενοι, μὴ ἀπαιτεῖν λόγον μηδὲ εὐθύνας· καὶ ἰατρὸν καίοντα καὶ τέμνοντα σάρκας, καὶ ἐν οἰκίσκῳ κατακλείοντα, καὶ λιμῷ ἄγχοντα τὸν κάμνοντα, μὴ περιεργάζεσθαι, ἀλλ' ἡσυχάζειν καὶ σιωπᾷν, τὴν δὲ ἄφατον σοφίαν, τὴν ἄφατον φιλανθρωπίαν περιεργάζεσθαι καὶ πολυπραγμονεῖν; Καὶ βοηθῆσαι μὲν προέσθαι χρήματα ὑπὲρ ἀδικουμένων πενομένων οὐκ ἂν ῥᾳδίως ἕλοιντο· ἐξετάζουσι δὲ διόλου, διὰ τί ὁ δεῖνα πένης, διὰ τί ὁ δεῖνα πτωχὸς, διὰ τί ὁ δεῖνα πλούσιος. Οὐ κύπτεις κάτω καὶ καταγινώσκεις σαυτοῦ, καὶ ἐπιτιθεῖς χαλινὸν τῇ γλώσσῃ, καὶ καταστέλλεις τὴν διάνοιαν, καὶ ἀφεὶς τὸ ταῦτα πολυπραγμονεῖν, τὴν περιεργίαν ταύτην ἐπὶ τὸν βίον στρέφεις τὸν σόν; ∆ιάκυψον εἰς τὰ πεπραγμένα σοι, εἰς τὸ πέλαγος τῶν ἁμαρτημάτων σου· καὶ εἰ περίεργος εἶ καὶ πολυπράγμων, ἀπαίτησον σαυτὸν εὐθύνας τῶν ῥημάτων, τῶν πραγμάτων, ὧν κακῶς εἶπας, ὧν κακῶς ἐποίησας. Νῦν δὲ σαυτὸν μὲν ἀνεξέταστον ἀφίης, τῷ Θεῷ 63.637 δὲ κάθῃ δικάζων, καὶ προστίθης σου τοῖς ἁμαρτήμασιν ἁμαρτήματα. Καὶ πῶς ταῦτα οὐκ ἄξια κολάσεως; Ἣν γένοιτο πάντας ἡμᾶς ἀποφυγεῖν, χάριτι 63.638 καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
ΛΟΓΟΣ ΙΑʹ. Περὶ πλούτου καὶ πενίας.