1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

54

ἐπακολούθημα δὲ τούτου καπνός· ἀλλ' ὅμως παρέχεταί τινα ὠφέλειαν ἔστιν ὅτε καὶ αὐτός· ἐν γοῦν ταῖς μεθημεριναῖς πυρσείαις, ἡνίκα τὸ πῦρ ὑπὸ τῶν ἡλιακῶν καταλαμπόμενον αὐγῶν ἐξαμαυροῦται, καπνῷ 8.14.50 μηνύεται πολεμίων ἔφοδος. οἷος οὖν ἐπὶ τῆς ἴριδος, τοιοῦτος καὶ ἐπὶ τῶν ἐκλείψεων ὁ λόγος· θείαις γὰρ φύσεσιν ἡλίου καὶ σελήνης ἐπακολουθοῦσιν ἐκλείψεις, αἱ δὲ μηνύματά εἰσιν ἢ βασιλέων τελευτῆς ἢ πόλεων φθορᾶς· ὃ καὶ 8.14.51 Πίνδαρος ᾐνίξατο γενομένης ἐκλείψεως διὰ τῶν πρόσθεν εἰρημένων. ὁ δὲ δὴ τοῦ γάλακτος κύκλος τῆς μὲν αὐτῆς οὐσίας τοῖς ἄλλοις ἄστροις μετέσχηκε, δυσαιτιολόγητος δ' εἴπερ ἐστί, μὴ ἀποκνείτωσαν οἱ τὰ φύσεως ἐρευνᾶν εἰωθότες· ὠφελιμώτατον γὰρ ἡ εὕρεσις, ἥδιστον δὲ καὶ καθ' αὑτὸ τοῖς φιλομαθέσιν 8.14.52 ἡ ζήτησις. ὥσπερ οὖν ἥλιος καὶ σελήνη προνοίᾳ γεγόνασιν, οὕτως καὶ τὰ ἐν οὐρανῷ πάντα, κἂν ἡμεῖς τὰς ἑκάστων φύσεις τε καὶ δυνάμεις 8.14.53 ἰχνηλατεῖν ἀδυνατοῦντες ἡσυχάζωμεν. σεισμοί τε καὶ λοιμοὶ καὶ κεραυνῶν βολαὶ καὶ ὅσα τοιαῦτα, λέγεται μὲν εἶναι θεήλατα, πρὸς δ' ἀλήθειαν οὐκ ἔστι θεὸς γὰρ οὐδενὸς αἴτιος κακοῦ τὸ παράπαν, ἀλλ' αἱ τῶν στοιχείων μεταβολαὶ ταῦτα γεννῶσιν, οὐ προηγούμενα ἔργα φύσεως, 8.14.54 ἀλλ' ἑπόμενα τοῖς ἀναγκαίοις καὶ τοῖς προηγουμένοις ἐπακολουθοῦντα. εἰ δέ τινες τῶν χαριεστέρων συναπολαύουσι τῆς ἀπὸ τούτων βλάβης, οὐκ αἰτιατέον τὴν διοίκησιν. πρῶτον μὲν γὰρ οὐκ εἴ τινες ἀγαθοὶ παρ' ἡμῖν νομίζονται, καὶ πρὸς ἀλήθειάν εἰσιν, ἐπειδὴ τὰ θεοῦ κριτήρια τῶν κατὰ τὸν ἀνθρώπινον νοῦν πάντων ἀκριβέστερα· δεύτερον δὲ τὸ προμηθὲς ἐπὶ τὸ τῶν ἐν κόσμῳ συνεκτικώτατον ὁρᾶν ἀγαπᾷ, καθάπερ ἐν ταῖς βασιλείαις καὶ στραταρχίαις ἐπὶ τὰς πόλεις καὶ τὰ στρατόπεδα, οὐκ ἐπί τινα τῶν ἠμελημένων καὶ ἀφανῶν ἕνα 8.14.55 τὸν προστυχόντα. λέγουσι δέ τινες, καθάπερ ἐν ταῖς τυραννοκτονίαις καὶ τοὺς συγγενεῖς ἀναιρεῖσθαι νόμιμόν ἐστιν ὑπὲρ τοῦ μεγέθει τῆς τιμωρίας ἐπισχεθῆναι τὰ ἀδικήματα, τὸν αὐτὸν τρόπον κἀν ταῖς λοιμώδεσι νόσοις παραπόλλυσθαί τινας τῶν μὴ ὑπαιτίων, ἵνα πόρρωθεν οἱ ἄλλοι σωφρονίζωνται, δίχα τοῦ ἀναγκαῖον εἶναι τοὺς ἐμφερομένους ἀέρι νοσώδει νοσεῖν, ὥσπερ καὶ 8.14.56 τοὺς ἐν νηὶ χειμαζομένους κινδυνεύειν ἐξίσου. τὰ δ' ἄλκιμα τῶν θηρίων γέγονεν οὐ γὰρ ὑποσιωπητέον, εἰ καὶ τῷ δεινὸς εἰπεῖν εἶναι προλαβὼν τὴν ἀπολογίαν διέσυρες ἀσκήσεως ἕνεκα τῆς πρὸς τοὺς πολεμικοὺς ἀγῶνας. τὰ γὰρ γυμνάσια καὶ αἱ συνεχεῖς θῆραι συγκροτοῦσι καὶ νευροῦσιν εὖ μάλα τὰ σώματα καὶ πρὸ τῶν σωμάτων τὰς ψυχὰς ἐθίζουσιν ἐχθρῶν ἐξαπιναίους ἐφό8.14.57 δους τῷ καρτερῷ τῆς ῥώμης ἀλογεῖν. τοῖς δὲ τὰς φύσεις εἰρηνικοῖς ἔξεστιν οὐ μόνον τειχῶν ἐντός, ἀλλὰ καὶ κλισιάδων θαλαμευομένοις ἀποζῆν ἀνεπιβουλεύτως, ἔχουσιν εἰς ἀπόλαυσιν ἀφθονωτάτας ἡμέρων ἀγέλας· ἐπειδὴ σῦς καὶ λέοντες καὶ ὅσα ὁμοιότροπαι, ἑκουσίῳ φύσει χρώμενα μακρὰν ἄστεος ἀπελή8.14.58 λαται, τὸ μηδὲν παθεῖν ἀγαπῶντα τῆς ἀνθρώπων ἐπιβουλῆς. εἰ δέ τινες ὑπὸ ῥᾳθυμίας ἄοπλοι καὶ ἀπαράσκευοι ταῖς καταδύσεσι τῶν θηρίων ἀδεῶς ἐνδιαιτῶνται, τῶν συμβαινόντων ἑαυτούς, ἀλλὰ μὴ τὴν φύσιν αἰτιάσθωσαν, διότι φυλάξασθαι παρὸν ὠλιγώρησαν. ἤδη γοῦν καὶ ἐν ἱπποδρομίαις εἶδόν τινας εἴξαντας ἀλογιστίᾳ, οἵ, δέον ἐγκαθέζεσθαι καὶ σὺν κόσμῳ θεωρεῖν, ἐν μέσῳ στάντες ὑπὸ τῆς ῥύμης τῶν τεθρίππων ἀνωσθέντες ποσὶ καὶ τροχοῖς κατηλοή8.14.59 θησαν, ἀνοίας τἀπίχειρα εὑράμενοι. Περὶ μὲν οὖν τούτων ἀπόχρη τὰ λεχθέντα. τῶν δ' ἑρπετῶν τὰ ἰοβόλα γέγονεν οὐ κατὰ πρόνοιαν, ἀλλὰ κατ' ἐπακολούθησιν, ὡς καὶ πρότερον εἶπον. ζῳογονεῖται γάρ, ὅταν ἡ ἐνυπάρχουσα ἰκμὰς μεταβάλῃ πρὸς τὸ θερμότερον. ἔνια δὲ καὶ σῆψις ἐψύχωσεν, ὡς ἕλμινθας μὲν ἡ περὶ τροφήν, φθεῖρας δ' ἡ ἀπὸ τῶν ἱδρώτων. ὅσα δ' ἐξ οἰκείας ὕλης κατὰ φύσιν σπερματικὴν καὶ προηγουμένην ἔχει γένεσιν, εἰκότως ἐπιγέγραπται 8.14.60 πρόνοιαν. ἤκουσα δὲ καὶ