σκάφους ἀδόκητός τε καὶ ἀπηνὴς χειμὼν, καὶ ταῖς τῶν ἀνέμων ἐμβολαῖς ὑψοῦ τὸ κῦμα κυρτούμενον, τὸ τοῦ θανάτου δέος ἐνετίθει τοῖς μαθηταῖς· τεθορύ βηνται γὰρ οὐ μετρίως, καί τοι τὸ θαλασσουργεῖν εἰδότες, καὶ κλύδωνος οὐκ ὄντες ἀπείρατοι. Ἐπειδὴ δὲ λοιπὸν τοῦ κινδύνου τὸ μέγεθος πρὸς ἀφόρητον αὐτοὺς ἐκάλει δειλίαν, ὡς ἑτέραν οὐκ ἔχοντες τοῦ σώζεσθαι τὴν ἐλπίδα, πλὴν ὅτι μόνον αὐτὸν τὸν τῶν δυνάμεων Κύριον, δῆλον δὲ ὅτι Χριστὸν, διανιστῶσι λέγοντες· "Ἐπιστάτα, σῶσον, ἀπολλύμεθα." Καθευ δῆσαι γὰρ αὐτὸν ὁ εὐαγγελιστὴς φησί· ὁ δὲ Μάρκος προστίθησιν ὅτι καὶ ἐν προσκεφαλαίῳ, δεικνύς τε τὸ ἄτυφον, καὶ πολλὴν ἐντεῦθεν ἡμᾶς παιδεύων φιλοσοφίαν. Οἰκονομικώτατα δέ μοι καὶ τοῦτο λίαν πεπρᾶχθαι δοκεῖ, ἵνα μὴ εὐθὺς ἀρξαμένου τοῦ κλύ δωνος ἐπιπηδᾷν τῷ σκάφει, τὴν παρ' αὐτοῦ ζητῶσιν ἐπικουρίαν· ἀλλ' οἶον ἀκμάσαντος ἤδη τοῦ κακοῦ, ἐμφανεστέρα γένηται τῆς θεοπρεποῦς ἐξουσίας ἡ δύναμις, μαινομένην καθιστῶσα θάλασσαν, καὶ μεθ ιστῶσα πρὸς γαλήνην μεγάλην, ὡς μηδὲ ἴχνος ἐπι μεῖναι τῆς ταραχῆς. Εἰ γὰρ ἐγρηγορότος ἐγένετο, ἢ οὐκ ἂν ἐφοβήθησαν, ἢ οὐκ ἂν παρεκάλεσαν, ἢ οὐδ' ἂν ἐνόμισαν αὐτὸν δύνασθαί τι τοιοῦτον εἰπεῖν. ∆ιὰ τοῦτο καθεύδει, διδοὺς καιρὸν τῇ δειλίᾳ, τρανοτέραν αὐτοῖς ποιῶν τῶν γινομένων τὴν αἴσθησιν. Οὐ γὰρ ὁμοίως τις ὁρᾷ τὰ ἐν τοῖς ἀλλοτρίοις σώμασι γινό μενα, καὶ τὰ ἐν ἑαυτῷ. Ἐπεὶ οὖν πάντας εὐεργετη θέντας εἶδον, ἑαυτοὺς δὲ οὐδενὸς ἀπολελαυκότας, ὕπτιοί τε ἦσαν, ἔδει δὲ αὐτοὺς διὰ τῆς οἰκείας αἰσθήσεως ἀπολαῦσαι τῶν εὐεργεσιῶν, συγχωρεῖ τὸν χειμῶνα γυμνασίας ἕνεκεν, καὶ τὸ θορυβηθῆναι συμ φερόντως ἐγίνετο, ὥστε μεῖζον φανῆναι τὸ θαῦμα, καὶ διηνεκῆ γενέσθαι τοῦ συμβάντος τὴν μνήμην. Προσδοκησάντων γὰρ ἀπόλλυσθαι πρότερον, τότε ἐσώθησαν, ἵνα ὁμολογήσαντες τὸν κίνδυνον, μάθωσι τοῦ θαύματος τὸ μέγεθος. Πλὴν, ὡς ἔφην, διανιστῶσι λέγοντες· "Σῶσον, ἀπολλύμεθα." Ἐνταῦθα μοι βλέπε μετὰ πίστεως ὀλιγοπιστίαν· πιστεύουσι μὲν γὰρ ὅτι σῶσαι δύναται, ὡς δὲ ὀλιγόπιστοι, λέγουσιν ὅτι "Ἀπολλύμεθα." Οὐ γὰρ ἦν ἐφικτὸν ἀπολέσθαι ποτὲ, συνόντος αὐτοῖς τοῦ πάντα ἰσχύοντος.(A f. 126) Ἀλλ' ἐγήγερται παραχρῆμα Χριστὸς, ὁ πάντων ἔχων τὴν ἐξουσίαν, καὶ καθίστησι μὲν εὐθὺς τὸν κλύδωνα, συνέστειλε δὲ τὰς τῶν πνευμάτων ὁρμὰς, καὶ τὸν θόρυβον ἔπαυσε, καὶ δι' αὐτῶν ἔδειξε τῶν πραγμάτων ὅτι Θεός ἐστι. Λεγέσθω τοίνυν παρ' ἡμῶν τὸ ἐν βίβλῳ Ψαλμῶν· "Σὺ δεσπόζεις τοῦ κράτους τῆς θαλάσσης, καὶ τὸν σάλον τῶν κυμάτων αὐτῆς σὺ καταπραΰνεις." Καταστήσας δὲ τὸν κλύδωνα τῆς θαλάσσης, καὶ χειμαζομένην ἅμα τῷ σκάφει τῶν ἁγίων μαθητῶν τὴν πίστιν μεθίστησι πρὸς τὸ ἀραρὸς, καὶ οἱονεὶ γαλήνην αὐτοῖς ἐνεργάζεται, τὰ τῆς ὀλιγοπιστίας περιστείλας κύματα. Καὶ μετὰ τοῦ χειμῶνος τῶν ὑδάτων, τὸν χειμῶνα τῆς ψυχῆς αὐτῶν λύει, ἐπιτι μῶν καὶ παιδεύων ὁμοῦ, ὡς τὸν φόβον οὐχ ἡ τῶν 72.632 πειρασμῶν ἐργάζεται ἐπαγωγὴ, ἀλλὰ τὸ τῆς δια νοίας ἀσθενές. Ἔφη γοῦν· "Ποῦ ἡ πίστις ὑμῶν;" Ὅ γε μὴν ἕτερος τῶν εὐαγγελιστῶν εἰπεῖν αὐτὸν διατείνεται· "Τί δειλοί ἐστε, ὀλιγόπιστοι;" Θορυβεῖ γὰρ ἔσθ' ὅτε καὶ τὸν εὖ βεβηκότα νοῦν, ἐπισκήψας ἀδοκήτως φόβος θανάτου. ∆ιὰ τοῦτο προσῄεσάν ποτε λέγοντες τῷ Χριστῷ· "Πρόσθες ἡμῖν πίστιν." Λείπεται τοῦ τελείου πρὸς πίστιν, ὁ τοῖς τῆς ὀλιγο πιστίας ἐγκλήμασιν ὑπενηνεγμένος. Ὥσπερ γὰρ ὁ χρυσὸς ἐν πυρὶ δοκιμάζεται, οὕτως καὶ πίστις ἐν πειρασμοῖς. Πλὴν ἀσθενὴς ὁ ἀνθρώπου νοῦς· δεῖται δὲ πάντως τῆς ἄνωθεν χειρὸς, εἰς τὸ δύνασθαι διεν εγκεῖν ἀνδρείως τὰ παρεμπίπτοντα. Καὶ τοῦτο ἡμᾶς ὁ Σωτὴρ ἐδίδασκεν, εἰπών· "Χωρὶς ἐμοῦ οὐ δύνασθε ποιεῖν οὐδὲν." Ὁμολογεῖ δὲ τοῦτο καὶ ὁ σοφώτατος Παῦλος, γράφων· "Πάντα ἰσχύω ἐν τῷ ἐνδυνα μοῦντί με Χριστῷ." Παυσαμένου δὲ τοῦ χειμῶνος. καὶ εἰς γαλήνην καὶ εὐδίαν, νεύματι Χριστοῦ, τῆς θαλάσσης μεταβληθείσης, καταπεπληγμένοι τὴν θεοσημείαν οἱ μαθηταὶ, παρεψιθύριζον