55
περὶ ἐκείνων διττοὺς λόγους ὡς ἐπ' ὠφελείᾳ τοῦ ἀνθρώπου γεγονότων, οὓς οὐκ ἂν ἐπικρυψαίμην. ἦν δ' ὁ μὲν ἕτερος τοιόσδε· πρὸς πολλὰ τῶν ἰατρικῶν ἔφασάν τινες τὰ ἰοβόλα συνεργεῖν καὶ τοὺς μεθοδεύοντας τὴν τέχνην, εἰς ἃ δεῖ καταχρωμένους αὐτοῖς ἐπιστημόνως, ἀλεξιφαρμάκων εὐπορεῖν ἐπὶ τῇ τῶν μάλιστα ἐπισφαλῶς ἐχόντων ἀπροσδοκήτῳ σωτηρίᾳ· καὶ μέχρι νῦν ἔστιν ἰδεῖν τοὺς μὴ ῥᾳθύμως καὶ ἀμελῶς ἰατρεύειν ἐπιχειροῦντας ἐν ταῖς συνθέσεσι τῶν φαρμάκων καταχρωμένους ἑκάστοις οὐ παρέργως. 8.14.61 ὁ δ' ἕτερος λόγος οὐκ ἰατρικός, ἀλλὰ φιλόσοφος ἦν, ὡς ἔοικε. τῷ γὰρ θεῷ ταῦτ' ἔφασκεν ηὐτρεπίσθαι κατὰ τῶν ἁμαρτανόντων κολαστήρια, ὡς στρατηγοῖς καὶ ἡγεμόσιν ὕστριχας ἢ σίδηρον· οὗ χάριν ἠρεμοῦντα τὸν ἄλλον χρόνον ἀνερεθίζεσθαι πρὸς ἀλκὴν ἐπὶ τοῖς κατακριθεῖσιν, ὧν ἡ φύσις ἐν τῷ ἀδωροδο8.14.62 κήτῳ δικαστηρίῳ ἑαυτῆς κατέγνω θάνατον. τὸ δ' ἐν ταῖς οἰκίαις πεφωλευκέναι μᾶλλον, ἐστὶ μὲν ψεῦδος· ἔξω γὰρ ἄστεος ἐν ἀγρῷ καὶ ἐρημίαις θεωρεῖται, φεύγοντα ὡς δεσπότην τὸν ἄνθρωπον. οὐ μὴν ἀλλ', εἰ καὶ ἀληθές ἐστιν, ἔχει τινὰ λόγον. ἐν γὰρ μυχοῖς σεσώρευται φορυτὸς καὶ σκυβάλων πλῆ8.14.63 θος, οἷς εἰσδύεσθαι φιλεῖ δίχα τοῦ καὶ τὴν κνῖσαν ὁλκὸν ἔχειν δύναμιν. εἰ δὲ καὶ χελιδόνες ἡμῖν συνδιαιτῶνται, θαυμαστὸν οὐδέν· τῆς γὰρ τούτων θήρας ἀπε χόμεθα. σωτηρίας δὲ πόθος ἐν ταῖς ψυχαῖς οὐ λογικαῖς μόνον, ἀλλὰ καὶ ἀλόγοις ἐνίδρυται, τῶν δὲ πρὸς ἀπόλαυσιν οὐδὲν ὁμοδίαιτον διὰ τὰς ἐξ ἡμῶν ἐπιβουλάς, 8.14.64 πλὴν παρ' οἷς ἡ τῶν τοιούτων χρῆσις ἀπηγόρευται νόμῳ. τῆς Συρίας ἐπὶ θαλάττῃ πόλις ἐστὶν Ἀσκάλων ὄνομα· γενόμενος ἐν ταύτῃ, καθ' ὃν χρόνον εἰς τὸ πατρῷον ἱερὸν ἐστελλόμην εὐξόμενός τε καὶ θύσων, ἀμήχανόν τι πελειάδων πλῆθος ἐπὶ τῶν τριόδων καὶ κατ' οἰκίαν ἑκάστην ἐθεασάμην. πυνθανομένῳ δέ μοι τὴν αἰτίαν ἔφασαν οὐ θεμιτὸν εἶναι συλλαμβάνειν· ἀπειρῆσθαι γὰρ ἐκ παλαιοῦ τοῖς οἰκήτορσι τὴν χρῆσιν. οὕτως ἡμέρωται τὸ ζῷον ὑπ' ἀδείας ὥστ' οὐ μόνον ὑπωρόφιον, ἀλλὰ καὶ ὁμοτράπεζον ἀεὶ γίνεσθαι καὶ 8.14.65 ταῖς ἐκεχειρίαις ἐντρυφᾶν. ἐν Αἰγύπτῳ δὲ καὶ θαυμασιώτερον ἰδεῖν ἔστι. τὸ γὰρ ἀνθρωποβόρον καὶ θηρίων ἀργαλεώτατον ὁ κροκόδειλος, γεννώμενος καὶ τρεφόμενος ἐν τῷ ἱερωτάτῳ Νείλῳ, τῆς ὠφελείας καίτοι βύθιος ὢν ἐπαισθάνεται. παρ' οἷς μὲν γὰρ τιμᾶται πληθύνει μάλιστα, παρὰ δὲ τοῖς λυμαινομένοις οὐδ' ὄναρ φαίνεται· ὡς τῶν πλεόντων ὅπου μὲν καὶ τοὺς πάνυ θρασεῖς μηδ' ἄκρον ἐπιτολμᾶν καθιέναι δάκτυλον, ἀγεληδὸν ἐπιφοιτώντων, ὅπου δὲ καὶ 8.14.66 τοὺς ἄγαν δειλοὺς ἐξαλλομένους νήχεσθαι μετὰ παιδιᾶς. χώρᾳ τῇ Κυκλώπων, ἐπειδὴ τὸ γένος αὐτῶν ἐστι πλάσμα μύθου, δίχα σπορᾶς καὶ γεηπόνων ἀνδρῶν ἥμερος καρπὸς οὐ φύεται, καθάπερ οὐδ' ἐκ τοῦ μὴ ὄντος τι γεννᾶται. τῆς δ' Ἑλλάδος οὐ κατηγορητέον ὡς λυπρᾶς καὶ ἀγόνου· πολὺ γὰρ κἀν ταύτῃ τὸ βαθύγειον. εἰ δ' ἡ βάρβαρος διαφέρει ταῖς εὐκαρπίαις, πλεονεκτεῖ μὲν τροφαῖς, ἐλαττοῦται δὲ τοῖς τρεφομένοις, ὧν χάριν αἱ τροφαί. μόνη γὰρ ἡ Ἑλλὰς ἀψευδῶς ἀνθρωπογονεῖ «φυτὸν οὐράνιον» καὶ βλάστημα θεῖον ἠκριβωμένον, λογισμὸν ἀποτίκτουσα οἰκειούμενον ἐπιστήμῃ. τὸ δ' αἴτιον· λεπτό 8.14.67 τητι ἀέρος ἡ διάνοια πέφυκεν ἀκονᾶσθαι. διὸ καὶ Ἡράκλειτος οὐκ ἀπὸ σκοποῦ φησιν· «αὐγὴ ξηρὴ ψυχὴ σοφωτάτη καὶ ἀρίστη.» τεκμηριώσαιτο δ' ἄν τις καὶ ἐκ τοῦ τοὺς μὲν νήφοντας καὶ ὀλιγοδεεῖς συνετωτέρους εἶναι, τοὺς δὲ ποτῶν ἀεὶ καὶ σιτίων ἐμπιπλαμένους ἥκιστα φρονίμους, ἅτε βαπτιζομένου τοῖς ἐπεισι8.14.68 οῦσι τοῦ λογισμοῦ. διὸ κατὰ τὴν βάρβαρον ἔρνη μὲν ταῖς εὐστοχίαις καὶ εὐτροφίαις στελέχη περιμήκιστα καὶ ζῴων ἀλόγων σφόδρα τὰ γονιμώτατα, νοῦν δ' ἥδε ἥκιστα γεννᾷ, διότι τὸ ὑψωθῆναι ἐξ ἀέρος ἀϊδίου αἱ γῆς καὶ ὕδατος 8.14.69 ἐπάλληλοι καὶ συνεχεῖς ἀναθυμιάσεις κατεκράτησαν. ἰχθύων δὲ καὶ ὀρνίθων καὶ χερσαίων γένη ζῴων οὐκ ἔστιν ἐγκλήματα φύσεως ἐφ' ἡδονὴν παρακαλούσης, ἀλλὰ δεινὸς ψόγος ἡμῶν αὐτῶν