[Sec. I.—Concerning the Martyrs.]
ΒΙΒΛΙΟΝ Εʹ Περὶ μαρτύρων αʹ. Ὅτι τοῖς διὰ Χριστὸν θλιβομένοις παρὰ τῶν ἀπίστων δίκαιον τοῖς πιστοῖς τὰ δέοντα παρέχειν κατὰ τὴν τοῦ Κυρίου διάταξιν. βʹ. Ὅτι φευκτέον τῆς πρὸς τοὺς ψευδαδέλφους συνουσίας, ὅταν ἐπιμένωσι τῇ φαυλότητι. γʹ. Ὅτι τοῖς διὰ Χριστὸν πορθουμένοις χρὴ χεῖρα ὀρέγειν, κἂν κίνδυνος παρῇ. δʹ. Ὅτι φρικτὸν καὶ ὀλέθριον τὸ ἀρνεῖσθαι Χριστόν. εʹ. Ὅτι μιμητέον Χριστὸν ἐν τῷ πάσχειν καὶ ζηλωτέον τὴν αὐτοῦ ὑπομονήν. Ϛʹ. Ὅτι χρὴ τὸν πιστὸν μὴ ῥιψοκίνδυνον εἶναι δι' ἀσφάλειαν μήτε περιδεῆ δι' ἀνανδρίαν, ἀλλὰ καὶ φεύγειν δι' εὐλάβειαν καὶ ἐμπίπτοντα ἀγωνίζεσθαι διὰ τὸν ἀποκείμενον στέφανον. ζʹ. Περὶ ἀναστάσεως ἀποδείξεις διάφοροι. ηʹ. Περὶ Ἰακώβου τοῦ ἀδελφοῦ τοῦ Κυρίου καὶ Στεφάνου τοῦ πρωτομάρτυρος. θʹ. Περὶ ψευδομαρτύρων. ιʹ. Ὅτι δεῖ φεύγειν ματαιολογίας, αἰσχρολογίας, εὐτραπελίας, μέθην, λαγνείαν, θρύψιν, ὀργὴν ἄμετρον, ᾠδὴν ἐθνικὴν ἢ πορνικόν, ὀνομασίαν τε εἰδώλων ἢ δαιμόνων. ιαʹ. Παραίνεσις παιδεύουσα φεύγειν τῆς εἰδωλολατρείας τὸ μύσος. ιβʹ. Ὅτι μὴ προσήκει ᾠδὴν ἐθνικὴν ᾄδειν οὔτε ἐπομνύεσθαι εἴδωλον οὔτε οἰωνοῖς ἢ κληδόσιν ἢ μαντείαις ἢ παλμοῖς ἢ παρατηρήσεσιν ἰουδαϊκαῖς προσανέχειν: ἀσεβὲς γὰρ τοῦτο καὶ τῆς τοῦ Θεοῦ γνώσεως ἐχθρόν. ιγʹ. Κατάλογος τῶν τοῦ Κυρίου ἑορτῶν, ἃς δεῖ φυλάσσειν, καὶ πότε τούτων ἑκάστη ὀφείλει ἐπιτελεῖσθαι. ιδʹ. Περὶ τοῦ πάθους τοῦ Κυρίου καὶ τί ἐν ἑκάστῃ ἡμέρᾳ ἐπράχθη τῶν ἐν τῷ πάθει. Περὶ Ἰούδα τοῦ προδότου. Ὅτι οὐ συμπαρῆν Ἰούδας ἐν τῷ τὸν Κύριον παραδιδόναι τοῖς μαθηταῖς τὰ μυστήρια. Τὰ περὶ τὸν σωτῆρα προελθόντα ἐν οἴκῳ Καιάφα καὶ Ἄννα καὶ Πιλάτου. Ἀπόδειξις τῶν τοῦ Χριστοῦ παθημάτων ἐκ γραφικῶν μαρτυριῶν. ιεʹ_ιϚʹ. Ἀπαρίθμησις προφητικῶν προρρήσεων τὸν Χριστὸν κηρυττόντων, ὧν Ἰουδαῖοι τὴν ἔκβασιν θεασάμενοι ἐκ κακονοίας ἠπίστησαν αὐτὸν εἶναι τὸν Χριστὸν τοῦ Θεοῦ καὶ σταυρῷ κατέκριναν τὸν τῆς δόξης Κύριον. ιζʹ. Ὅπως ὀφείλει γίνεσθαι τὸ πάσχα καὶ πότε, καὶ ὅτι οὐ δεῖ μετὰ Ἰουδαίων ἑορτάζειν. ιηʹ. Διάταξις περὶ τῆς μεγάλης τοῦ πάσχα ἑβδομάδος. ιθʹ. Περὶ τῆς παννυχίδος τοῦ μεγάλου σαββάτου καὶ περὶ τῆς ἀναστασίμου ἡμέρας. κʹ. Πρόρρησις προφητείας περὶ τοῦ Κυρίου, ἣν Ἰουδαῖοι ἀναγινώσκουσι τῇ δεκάτῃ τοῦ σεπτεμβρίου ἤτοι γορπιαίου.