ἀλλήλοις λέγοντες· "Τίς ἄρα οὗτός ἐστιν, ὅτι καὶ τοῖς ἀνέμοις ἐπιτάσσει, καὶ τῷ ὕδατι, καὶ ὑπακούουσιν αὐτῷ;" Ἆρ' οὖν ὡς οὐκ εἰδότες αὐτὸν, τὸ, "Τίς οὗτός ἐστι;" παρηγόρευον ἀλλήλων; Εἶτα, πῶς οὐκ ἀπίθανον παντελῶς τὸ χρῆμά ἐστιν; Ἤδεσαν γὰρ ὄντα Θεὸν καὶ Υἱὸν Θεοῦ τὸν Ἰησοῦν, καταπληττόμενοι δὲ τῆς ἐνούσης αὐτῷ δυνάμεως τὴν ὑπερβολὴν, καὶ τὴν τῆς θεότητος δόξαν· καίτοι καθ' ἡμᾶς ὄντι τε καὶ ὁρω μένῳ κατὰ τὴν σάρκα, λέγουσι τό· "Τίς οὗτός ἐστιν·" ἀντὶ τοῦ, Πόσος καὶ οἷος, καὶ ἐν ὅσῃ δυνάμει καὶ ἐξουσίᾳ, ὅτι καὶ αὐτοῖς ἐπιτάσσει τοῖς ὕδασι καὶ τῷ ἀνέμῳ, καὶ ὑπακούουσιν αὐτῷ; Ἐπιτακτικὸν γάρ ἐστι τὸ ἔργον, ∆εσποτικὴ πρόσταξις, καὶ οὐκ ἀξίωσις οἰκετική. Μέγα καὶ τοῦτο πρὸς θαῦμα καὶ ὄνησιν τοῖς ἀκροωμένοις· ὑπακούει γὰρ ἡ κτίσις οἷς ἂν ἐπιτάττειν βούλεται Χριστός. Ἀμέλει καὶ τὸν τῆς ἐπιτιμήσεως τρόπον ἐν ἐξουσίᾳ θεοπρεπεῖ γενέσθαι φησὶν ὁ Μάρκος. Ἔφη γὰρ εἰπεῖν τῇ θαλάσσῃ τὸν Κύριον· "Σιώπα, πεφίμωσο·" Καὶ ἅμα τῷ λόγῳ, ἠκολούθησε τὸ πρόσταγμα· καὶ ἡ θάλασσα ἐπαφρί ζουσα τοῖς κύμασι, ἤκουσε τοῦ σαρκωθέντος Λόγου, καὶ πέπαυται τοῦ χειμῶνος, καὶ γινώσκει τὸν ἀπ' ἀρχῆς αὐτὴν συναγαγόντα προστάγματι, τὸν θέμενον ἄμμον ὅριον αὐτῇ, ὃ οὐχ ὑπερβήσεται. (A f. 126) Καὶ τύπος τοῦ περὶ τοὺς μαθητὰς συμβάντος ὕστερον. Λίμνη γὰρ ἡ Ἰουδαία, περὶ ἣν κατέβη λαίλαψ πολλὴ τῆς κατὰ τοῦ Χριστοῦ μανίας τῶν Ἰουδαίων· ἐταράχθησαν δὲ οἱ μαθηταὶ, ὥστε καὶ φυγεῖν. Ἀλλ' ὥσπερ ἐξ ὕπνου ἀνέστη ὁ Σωτὴρ, καὶ πάλιν οἱ μαθηταὶ ἐν γαλήνῃ. Ἐπιστὰς γὰρ αὐ τοῖς, εἶπεν· "Εἰρήνη ὑμῖν." Ἑτέρως δὲ, ἐν σχή ματι θαλάσσης τοῦδε τοῦ καθ' ἡμᾶς νοουμένου κόσ μου, σκάφος ἡ Ἐκκλησία νοηθήσεται, πλωτῆρας ἔχουσα τοὺς ἡγιασμένους, οἳ καὶ διὰ τοῦ καταδέξα σθαι τὴν πίστιν, συνόντα διὰ παντὸς ἔχουσι τὸν Χριστόν. Ἀλλὰ καὶ δεινὸς ἔσθ' ὅτε χειμὼν καταῤῥήγνυται, καὶ μυρία περιστάσεων τοῦ ἁγίου σκάφους κατεξανίσταται κύματα, ἀναρίθμητοι δὲ ὥσπερ πα 72.633 φλάζουσι πειρασμοὶ, καὶ μὴν καὶ πνευμάτων πονη ρῶν ἀγριότης ἐγκατασκήψασα, πρὸς αὐτὸ καταφέρει τοῦ θανάτου τὸ δεῖμα. Καὶ σύνεστι μὲν τοῖς ἑαυτοῦ γνωρίμοις Χριστός· διὰ δὲ τὸ πολλάκις ἐφεῖναι παθεῖν οἰκονομικῶς, ἀπομιμεῖσθαί πως δοκεῖ τὸν νυστά ζοντα. Ὅταν τοίνυν ὑπέρμετρος ἀληθῶς, καὶ οὐκέτι τοῖς πλωτῆρσι φορητὸς ὁ θόρυβος ᾖ, καὶ πρὸς ἄκρον ἤδη τοῦ κακοῦ τὰ πρόβατα βλέπῃ, τότε προσήκει βοᾷν μονονουχὶ λέγοντας· "Ἐξεγέρθητι, ἵνα τί ὑπνοῖς, Κύριε;" Ἀμελητὶ γὰρ διαναστήσεται, καὶ πάντα μὲν ἐκποδὼν ποιήσει φόβον· ἐπιτιμήσει δὲ τοῖς πειρά ζουσι, καὶ μεταστήσει τὸ πένθος εἰς εὐθυμίαν, εὐ δίαν ἁπλώσας τὴν ἁπαλὴν καὶ ἀκύμονα· περιόψεται γὰρ οὐδαμῶς τοὺς ἐπ' αὐτῷ πεποιθότας. 9Κατέπλευσαν εἰς τὴν χώραν τῶν Γεργεσηνῶν, κ.τ.λ.9 (A f. 127, B f. 80 b, E f.124) Προσωρμίσθη ὁ Σωτὴρ τῇ Γεργεσηνῶν, ὁμοῦ τοῖς ἁγίοις μαθηταῖς· Εἶτά τις ὑπήντησεν ἀνὴρ, ὃς ἦν ἐνδιαίτημα πολλῶν καὶ ἀκαθάρτων πνευμάτων, ἔξω καὶ νοῦ καὶ φρενὸς ὑπάρχων, καὶ οὐδὲν ἀπεοικὼς τῶν τεθνεώτων ἤδη καὶ ἐν γῇ κειμένων· μᾶλλον δὲ τάχα που καὶ ἐν τοῖς ἔτι χείροσι· γυμνὸς γὰρ τὰ τῶν τεθνεώτων μνήματα περιφοιτῶν, τῆς τῶν δαιμονίων ἀπανθρωπίας ἀπό δειξις ἦν. Ἐφίησι γάρ τινας οἰκονομικῶς ὁ τῶν ὅλων Θεὸς ὑπ' αὐτοῖς γίνεσθαι, οὐχ ἵνα πάθωσι μᾶλλον, ἀλλ' ἵν' ἡμεῖς δι' αὐτῶν μάθωμεν ὁποῖοί τινές εἰσιν ἐκεῖνοι περὶ ἡμᾶς, οὕτω τε παραιτώμεθα τὸ ὑποκεῖ σθαι θέλειν αὐτοῖς· ἑνὸς γοῦν πεπονθότος, οἰκοδο μοῦνται πολλοί.Ὁ Γεργεσηνὸς, ἤγουν ἡ ἐν αὐτῷ λανθάνουσα τῶν δαιμονίων ἀγέλη, προσέπιπτε τῷ Χριστῷ, καὶ ταῦτα ἐβόα· "Τί ἐμοὶ καὶ σοὶ, Ἰησοῦ Υἱὲ τοῦ Θεοῦ·" κ.τ.λ. Καί μοι ἐνταῦθα βλέπε, θάρσει πολλῷ καὶ ἀπονοίᾳ συμπεπλεγμένην δειλίαν· δεῖγμα μὲν γὰρ ἀπονοίας διαβολικῆς, τὸ τολμῆσαι λέγειν· "Τί ἐμοὶ καὶ σοὶ, Υἱὲ τοῦ Θεοῦ;" ∆ειλίας δὲ, τὸ δέεσθαι ἵνα μὴ βασανισθῇ. Ἀλλὰ γὰρ εἰ οἶ δας ὅλως αὐτὸν Υἱὸν ὄντα τοῦ ὑψίστου Θεοῦ, ὁμολο γεῖς ὅτι Θεός ἐστιν οὐρανοῦ τε καὶ γῆς καὶ τῶν ἐν αὐτοῖς.