1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

56

ἀκρασίας. ἀναγκαῖον μὲν γὰρ ἦν εἰς τὴν τοῦ ὅλου συμπλήρωσιν, ἵνα γένηται κόσμος, ἐν ἑκάστῳ μέρει φῦναι ζῴων ἰδέας ἁπάντων· οὐκ ἀναγκαῖον δὲ ἐπὶ τὴν τούτων ἀπόλαυσιν ὁρμῆσαι τὸ σοφίας συγγενέστατον χρῆμα τὸν ἄνθρωπον, μεταβαλόντα εἰς ἀγριότητα θηρίων. 8.14.70 διὸ καὶ μέχρι νῦν, οἷς λόγος ἐγκρατείας, ἁπαξαπάντων ἀπέχονται, λαχανώδει χλόῃ καὶ καρποῖς δένδρων προσοψήμασιν ἡδίστῃ ἀπολαύσει χρώμενοι. τοῖς δὲ τὴν τῶν εἰρημένων θοίνην ἡγουμένοις εἶναι κατὰ φύσιν ἐπέστησαν διδάσκαλοι, σωφρονισταί, νομοθέται κατὰ πόλεις, οἷς ἐμέλησε τὴν ἀμετρίαν τῶν 8.14.71 ἐπιθυμιῶν στεῖλαι, μὴ ἐπιτρέψασι τὴν χρῆσιν ἀδεᾶ πᾶσι πάντων. ἴα δὲ καὶ ῥόδα καὶ κρόκος καὶ ἡ ἄλλη τῶν ἀνθέων ποικιλία πρὸς ὑγείαν, οὐ πρὸς ἡδονὴν γέγονεν. ἄπλετοι γὰρ τούτων αἱ δυνάμεις καὶ καθ' αὑτὰς διὰ τῶν ὀσμῶν ὠφελοῦσιν, εὐωδίας πάντας ἀναπιμπλᾶσαι, καὶ πολὺ μᾶλλον ἐν ταῖς ἰατρικαῖς συνθέσεσι τῶν φαρμάκων. ἔνια γὰρ ἀναμιχθέντα τὰς ἑαυτῶν δυνάμεις ἀριδηλοτέρας παρέχεται, καθάπερ εἰς ζῴου γένεσιν ἡ ἄρρενος καὶ θήλεος 8.14.72 μῖξις, ἰδίᾳ ἑκατέρου μὴ πεφυκότος ποιεῖν ἅπερ ἄμφω συνελθόντα. ταῦτ' ἀναγκαίως λέλεκται πρὸς τὰ λοιπὰ τῶν ὑπὸ σοῦ διαπορηθέντων, ἱκανὴν πίστιν ἐργάσασθαι δυνάμενα τοῖς μὴ φιλονείκως ἔχουσι περὶ τοῦ τὸν θεὸν τῶν ἀνθρωπίνων ἐπιμελεῖσθαι πραγμάτων.» Ταῦτα μὲν οὖν ἐκ τοῦ δηλωθέντος ἀνδρὸς ἐπετεμόμην, ὁμοῦ μὲν δεικνὺς οἷοι καὶ κατὰ τοὺς νέους γεγόνασιν Ἑβραίων παῖδες, ὁμοῦ δὲ καὶ τὰ τῆς εὐσεβοῦς αὐτῶν περὶ θεοῦ διαλήψεως τά τε τῆς πρὸς τοὺς προπάτορας ὁμοφωνίας ἐμφανῆ καθιστάς. ἤδη δ' ἐντεῦθεν μεταβῆναι καιρὸς καὶ ἐπὶ τὰς τῶν ἔξωθεν περὶ τῶν αὐτῶν μαρτυρίας.

9.Pin.t Θ ΤΟ ∆ΕΥΤΕΡΟΝ ΒΙΒΛΙΟΝ ΕΥΣΕΒΙΟΥ ΤΟΥ ΠΑΜΦΙΛΟΥ ΤΑ∆Ε ΤΟ ΕΝΑΤΟΝ ΠΕΡΙΕΧΕΙ ΣΥΓΓΡΑΜΜΑ ΤΗΣ ΕΥΑΓΓΕΛΙΚΗΣ ΠΡΟΠΑΡΑΣΚΕΥΗΣ

9.Pin.1 αʹ. Ὁπόσοι τῶν παρ' Ἕλλησι λογογράφων τοῦ Ἰουδαίων ἔθνους μνείαν ἐποιήσαντοβʹ. Θεοφράστου περὶ Ἰουδαίων, ἀπὸ τοῦ πρώτου τῶν Πορφυρίου Περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς γʹ. Πορφυρίου περὶ τῆς τὸ παλαιὸν διαλαμψάσης παρὰ Ἰουδαίοις φιλοσοφίας δʹ. Ἑκαταίου περὶ Ἰουδαίων εʹ. Κλεάρχου περὶ τῶν αὐτῶν, ἀπὸ αʹ περὶ ὕπνων ʹ. Κλήμεντος περὶ τῶν μνημονευσάντων τοῦ Ἰουδαίων ἔθνους, ἀπὸ τοῦ αʹ Στρωματέως ζʹ. Νομηνίου τοῦ Πυθαγορικοῦ φιλοσόφου περὶ Ἰουδαίων, ἀπὸ τοῦ αʹ Περὶ τἀγαθοῦ ηʹ. Τοῦ αὐτοῦ περὶ Μωσέως ὁμοῦ καὶ περὶ Ἰουδαίων, ἀπὸ τοῦ τρίτου τῆς αὐτῆς ὑποθέσεως θʹ. Χοιρίλου ποιητοῦ περὶ Ἰουδαίων ιʹ. Ἐκ τῶν Πορφυρίου τοῦ καθ' ἡμᾶς χρησμοὶ τοῦ Ἀπόλλωνος περὶ Ἑβραίων ιαʹ. Ἀπὸ τῆς Ἰωσήπου ἀρχαιολογίας, ὁπόσοι τῶν ἔξωθεν συγγραφέων ἐμνήσθησαν τοῦ παρὰ Μωσεῖ κατακλυσμοῦ ιβʹ. Ἀπὸ τῆς Ἀβυδηνοῦ γραφῆς περὶ τοῦ κατακλυσμοῦ ιγʹ. Ἀπὸ τῆς Ἰωσήπου ἀρχαιολογίας, περὶ τοῦ πλείους μνημονεῦσαι τῆς τῶν παλαιῶν μακροβίου ζωῆς ιδʹ. Ἀπὸ τῆς Ἀβυδηνοῦ γραφῆς, περὶ τῆς τοῦ πύργου κατασκευῆς ιεʹ. Ὡς καὶ ἕτεροι πλείους ἐμνήσθησαν τοῦ αὐτοῦ, ἀπὸ τῆς Ἰωσήπου ἀρχαιολογίας ιʹ Περὶ τοῦ πάντων Ἑβραίων προπάτορος Ἁβραάμ, ἀπὸ τοῦ αὐτοῦ ιζʹ. Ἐυπολέμου περὶ Ἁβραάμ, ἀπὸ τῆς Ἀλεξάνδρου τοῦ Πολυΐστορος περὶ Ἰουδαίωγραφῆς ιηʹ. Ἀρταπάνου περὶ τοῦ αὐτοῦ, ἀπὸ τῆς αὐτῆς γραφῆς τοῦ Πολυΐστορος ιθʹ. Μόλωνος περὶ τοῦ αὐτοῦ, ἀπὸ τῆς αὐτῆς γραφῆς κʹ. Φίλωνος περὶ τοῦ αὐτοῦ καʹ. ∆ημητρίου περὶ τοῦ Ἰακώβ κβʹ. Θεοδότου περὶ τοῦ αὐτοῦ κγʹ. Ἀρταπάνου περὶ τοῦ Ἰωσήφ κδʹ. Φίλωνος περὶ τοῦ αὐτοῦ κεʹ. Ἀρισταίου περὶ τοῦ Ἰώβ κʹ. Εὐπολέμου περὶ Μωσέως κζʹ. Ἀρταπάνου περὶ τοῦ αὐτοῦ κηʹ. Ἐζεκιήλου περὶ τοῦ αὐτοῦ κθʹ. ∆ημητρίου