1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

56

ἐπιβουλευέτω· ὑποθῆκαί μοι στεφάνων αἱ ἐπιβουλαὶ, καὶ ἀριθμὸς βραβείων τὰ τραύματα. Οὐ δέδοικα ἐπιβουλήν· ἓν δέδοικα μόνον, ἁμαρτίαν. Μή μέ τις ἐλέγξῃ ἁμαρτάνοντα, καὶ ἡ οἰκουμένη πολεμείτω μοι. Εἴδετε τῶν ἀνθρωπίνων πραγμάτων τὴν εὐτέλειαν; εἴδετε τῆς δυναστείας τὸ ἐπίκηρον; εἴδετε τὸν πλοῦτον, ὃν ἀεὶ δραπέτην ἐκάλουν, οὐ δραπέτην δὲ μόνον, ἀλλὰ καὶ ἀνδροφόνον; οὐ γὰρ καταλιμπάνει τοὺς ἔχοντας, ἀλλὰ καὶ σφά 63.640 ζει τοὺς ἔχοντας· ὅταν τις αὐτὸν θεραπεύσῃ, τότε μάλιστα αὐτὸν προδίδωσι. Τί θεραπεύεις πλοῦτον τὸν μηδέποτε κατασχεθῆναι δυνάμενον; Βούλει αὐτὸν κατασχεῖν; μὴ κατορύξῃς αὐτὸν, ἀλλὰ δὸς εἰς τὰς χεῖρας τῶν πενήτων. Θηρίον ἐστὶν ὁ πλοῦτος· ἐὰν κατέχηται, φεύγει· ἐὰν σκορπίζηται, μένει. Σκόρπισον, ἵνα μείνῃ· μὴ κατορύξῃς, ἵνα μὴ φύγῃ. Ποῦ ὁ πλοῦτος; ἡδέως ἂν ἐροίμην τοὺς ἀπελθόντας, ποῦ ὁ πλοῦτος; Ταῦτα δὲ λέγω οὐκ ὀνειδίζων, μὴ γένοιτο, οὐδὲ ἀναξαίνων τὰ ἕλκη, ἀλλὰ τὰ ἑτέρων ναυάγια ὑμῖν λιμένα κατασκευάζων. Καὶ γὰρ ὁ σήμερον πλούσιος αὔριον πένης. ∆ιὸ καὶ πολλάκις ἐγέλασα διαθήκας ἀναγινώσκων λεγούσας· Ὁ δεῖνα μὲν ἐχέτω τὴν δεσποτείαν τῶν ἀγρῶν ἢ τῆς οἰκίας, τὴν δὲ χρῆσιν ἄλλος· πάντες γὰρ τὴν χρῆσιν ἔχομεν, δεσποτείαν δὲ οὐδείς. Κἂν γὰρ παρὰ πᾶσαν ἡμῶν τὴν ζωὴν παραμένῃ μηδεμίαν μεταβολὴν ὁ πλοῦτος δεχόμενος, καὶ ἑκόντες καὶ ἄκοντες ἐν τῇ τελευτῇ παραχωρήσομεν αὐτὸν ἑτέροις· τὴν χρῆσιν μὲν καρπωσάμενοι καὶ μόνον, τὴν δεσποτείαν δὲ οὒ, ἀλλὰ γυμνοὶ καὶ ἔρημοι πρὸς ἐκείνην ἀποδημοῦντες τὴν ζωήν. Ὅθεν δῆλον, ὅτι ἐκεῖνοι δεσποτείαν ἔχουσιν, οἱ καὶ τῆς χρήσεως αὐτοῦ καταφρονήσαντες, καὶ τῆς ἀπολαύσεως καταγελάσαντες. Ὁ γὰρ τὰ ὄντα ῥίψας καὶ τοῖς πένησιν αὐτὰ διαδοὺς, ἐχρήσατο εἰς δέον τοῖς οὖσι, καὶ τὴν δεσποτείαν αὐτῶν ἔχων ἀπῆλθεν. Ὥστε εἴ τις θέλοι καὶ τὴν κτῆσιν αὐτῶν καὶ τὴν χρῆσιν καὶ τὴν δεσποτείαν ἔχειν, ἀπαλλαττέσθω τῶν ὄντων ἁπάντων· ὡς ὅ γε μὴ τοῦτο ποιῶν, τῇ τελευτῇ μὲν αὐτῶν ἀποστήσεται πάντων, πολλάκις δὲ καὶ πρὸ τῆς τελευτῆς μετὰ μυρίων αὐτὰ δεινῶν ἀποβαλεῖται καὶ κινδύνων. Καὶ οὐ τοῦτο μόνον ἐστὶ τὸ δεινὸν, ὅτι μεταβολὴ γίνεται καὶ ἀθρόως, ἀλλ' ὅτι καὶ ἀμελετήτως ὁ πλούσιος πρὸς τὴν τῆς πενίας ὑπομονὴν ἔρχεται. Τίνος οὖν ἕνεκεν τὸν πλοῦτον ζηλωτὸν εἶναι νομίζεις, καὶ τοὺς αὐτὸν κεκτημένους μακαρίζεις καὶ ζηλοῖς; Τίνι γὰρ διαφέρει ὁ πλούσιος τοῦ πένητος; οὐχ ἓν σῶμα περιβάλλει; οὐ μίαν τρέφει γαστέρα; ∆ιὰ τί δὲ καὶ πολλοὺς ἔχεις οἰκέτας; Ὥσπερ γὰρ ἐν ἱματίοις τὴν χρείαν διώκειν δεῖ μόνον καὶ ἐν τραπέζῃ, οὕτω καὶ ἐν οἰκέταις. Καὶ γὰρ ἑνὶ τὸν ἕνα χρῆσθαι δεσπότην οἰκέτῃ μόνῳ ἐχρῆν· μᾶλλον δὲ καὶ δύο καὶ τρεῖς δεσπότας ἑνὶ οἰκέτῃ. Εἰ δὲ βαρὺ τοῦτο, ἐννόησον τοὺς οὐδένα ἔχοντας, καὶ εὐκολωτέρας ἀπολαύοντας θεραπείας. ∆ιὰ γὰρ τοῦτο καὶ χεῖρας ἡμῖν ἔδωκεν ὁ Θεὸς καὶ πόδας, ἵνα μὴ δεώμεθα οἰκετῶν. Οὐδὲ γὰρ χρείας ἕνεκεν τὸ τῶν οἰκετῶν ἐπεισήχθη γένος, ἐπεὶ μετὰ τοῦ Ἀδὰμ ἐπλάσθη ἂν καὶ δοῦλος· ἀλλὰ τῆς ἁμαρτίας καὶ τῆς παρακοῆς ἐστι τὸ ἐπιτίμιον καὶ ἡ κόλασις· εἰ δὲ καὶ ἀναγκαῖον τὸ δοῦλον ἔχειν, ἕνα που μόνον ἔχειν, ἢ τὸ πολὺ, δεύτερον. Τί γάρ σοι βούλεται τὰ πλήθη τῶν οἰκετῶν, καὶ τὸ σοβεῖν ἐπὶ τῆς ἀγορᾶς; μὴ γὰρ μεταξὺ θηρίων περιπατεῖς, ὅτι ἀπελαύνεις τοὺς ἐντυγχάνοντας; Μὴ φοβηθῇς· οὐδεὶς δάκνει τῶν προσιόντων καὶ πλησίον σοι βαδιζόντων. Ἀλλὰ γὰρ ὕβριν ἡγῇ τὸ μετὰ πάντων συμβαδίζειν; Καὶ πόσης τοῦτο μανίας, τὸν μὲν ἵππον πλησίον ἑπόμενον μὴ νομίζειν φέρειν ὕβριν, ἄνθρωπον δὲ, εἰ μὴ ἀπὸ μυρίων ἐλαύνοιτο σταδίων, καταισχύνειν ἡγεῖσθαι; Τί δὲ ταύτης χεῖρον τῆς ἀλογίας, ἀνθρώπους ἐλαύνειν καὶ διώ 63.641 κειν, ἵνα τὸ κτῆνος μετ' εὐρυχωρίας παρέλθῃ; Τοσαύτη γὰρ τῆς πρὸς ἀλλήλους ἡμῶν χρείας ἀνάγκη οἰκονομικῶς παρὰ τοῦ Θεοῦ κατεσκεύασται, ὅτι, κἂν πάντων ἀνθρώπων πλουσιώτερος ᾖ τις, οὐδὲ οὕτω ταύτης ἀπήλλακται τῆς συναφείας καὶ τοῦ δεῖσθαι τοῦ καταδεεστέρου. Οὐ γὰρ δὴ τῶν πλουσίων οἱ πένητες δέονται μόνον, ἀλλὰ καὶ οἱ πλούσιοι τῶν πενήτων, καὶ οὗτοι μᾶλλον ἐκείνων, ἢ ἐκεῖνοι τούτων. Καὶ ἵνα τοῦτο