57
περὶ τοῦ αὐτοῦ λʹ. Ἐζεκιήλου περὶ τοῦ αὐτοῦ λαʹ. Εὐπολέμου περὶ ∆αβὶδ καὶ Σολομῶνος καὶ περὶ Ἱεροσολύμων λβʹ. Σολομῶνος ἐπιστολὴ πρὸς Οὐαφρῆν τὸν τῶν Αἰγυπτίων βασιλέα λγʹ. Οὐαφρέους ἐπιστολὴ πρὸς Σολομῶνα βασιλέα λδʹ. Σολομῶνος ἐπιστολὴ πρὸς Σούρωνα βασιλέα Φοινίκης λεʹ. Σούρωνος ἐπιστολὴ πρὸς Σολομῶνα λʹ. Θεοφίλου περὶ Σολομῶνος λζʹ. Εὐπολέμου περὶ τοῦ αὐτοῦ ληʹ. Τιμοχάρους περὶ τῆς Ἱερουσαλήμ, ἀπὸ τῶν περὶ Ἀντιόχου τῆς αὐτῆς γραφῆς λθʹ. Τοῦ τῆς Συρίας σχοινομέτρου περὶ τῆς αὐτῆς μʹ. Φίλωνος περὶ τῶν ἐν Ἱεροσολύμοις ὑδάτων μαʹ. Ἀριστέου περὶ τῶν αὐτῶν μβʹ. Εὐπολέμου περὶ Ἱερεμίου τοῦ προφήτου μγʹ. Βηρωσσοῦ περὶ τῆς Ἰουδαίων αἰχμαλωσίας τῆς ὑπὸ Ναβουχοδονόσορ γενομένης μδʹ. Ἀβυδηνοῦ περὶ τοῦ Ναβουχοδονόσορ μεʹ. Τοῦ αὐτοῦ περὶ τῆς Βαβυλῶνος κτίσεως μʹ. Ἰωσήπου περὶ τῶν μνημονευσάντων τοῦ Ἰουδαίων ἔθνους, ἀπὸ τοῦ αʹ τῆς Ἰωσήπου ἀρχαιολογίας
Θ 9.1.1 αʹ. ΟΠΟΣΟΙ ΤΩΝ ΠΑΡ' ΕΛΛΗΣΙ ΛΟΓΟΓΡΑΦΩΝ ΤΟΥ ΙΟΥ∆ΑΙΩΝ
ΕΘΝΟΥΣ ΜΝΕΙΑΝ ΕΠΟΙΗΣΑΝΤΟ Καὶ τῆς τῶν παρ' Ἑβραίοις λογίων ἀποδοχῆς οὐκ ἀσυλλογίστως ἡμῖν, κρίσει δὲ καὶ διανοίᾳ ἐξητασμένῃ γεγενημένης, ἐπειδὴ συνῶπται τὰ τῆς ἀποδείξεως, ὥρα συνιδεῖν ὡς καὶ αὐτῶν Ἑλλήνων οἱ μάλιστα διαφανεῖς τῶν καθ' Ἑβραίους οὐκ ἄπειροι γεγόνασι πραγμάτων, ἀλλ' οἱ μὲν καὶ τῷ βίῳ τῶν ἀνδρῶν ταῖς τε παρ' αὐτοῖς φερομέναις ἱστορικαῖς διηγήσεσιν ἀλήθειαν ἐπεμαρτύρησαν, οἱ δὲ καὶ τῆς δογματικῆς ὁμοίως αὐτοῖς ἐφήψαντο θεολογίας. 9.1.2 πρῶτα δὲ τὰ πρῶτα παραθήσομαι, δεικνὺς ὅσοι τῶν Ἑλληνικῶν συγγραφέων ἐπ' ὀνόματος Ἰουδαίων τε καὶ Ἑβραίων τῆς τε παρ' αὐτοῖς τὸ παλαιὸν ἀσκουμένης φιλοσοφίας καὶ τῆς ἀνέκαθεν τῶν προπατόρων αὐτῶν ἱστορίας 9.1.3 ἐμνημόνευσαν. ἄρξεται δέ μοι ὁ λόγος ἀπὸ τοῦ τῶν ἀνδρῶν βίου, ὡς ἂν μάθοις ὅτι μὴ ἐκτὸς σώφρονος λογισμοῦ τὴν τῶν δηλουμένων φιλοσοφίαν 9.1.4 τῆς Ἑλλήνων προτετιμήκαμεν. ἀκόλουθα γοῦν τοῖς προεξητασμένοις ἐν τῷ πρὸ τούτου συγγράμματι καὶ τὰ τῆς ἠθικῆς αὐτοῖς ἐπιτελεῖσθαι συνασκήσεως οὐ μόνον αἱ παρ' αὐτοῖς ἱεραὶ βίβλοι, ἀλλὰ καὶ τῶν παρ' Ἕλλησι φιλοσόφων οἱ μάλιστα διαφανεῖς καὶ καθ' ἡμᾶς βεβοημένοι μαρτυροῦσι. καὶ δὴ λαβὼν ἀνάγνωθι τὰ Θεοφράστου ἐν τοῖς Πορφυρίῳ γραφεῖσι Περὶ τῆς τῶν ἐμψύχων ἀποχῆς κείμενα τοῦτον τὸν τρόπον·
9.2.1 βʹ. ΘΕΟΦΡΑΣΤΟΥ ΠΕΡΙ ΙΟΥ∆ΑΙΩΝ
«Καίτοι Σύρων ὧν μὲν Ἰουδαῖοι, διὰ τὴν ἐξ ἀρχῆς θυσίαν ἔτι καὶ νῦν, φησὶν ὁ Θεόφραστος, ζῳοθυτούντων, εἰ τὸν αὐτὸν ἡμᾶς τρόπον τις κελεύοι θύειν, ἀποσταίημεν ἂν τῆς πράξεως. οὐ γὰρ ἑστιώμενοι τῶν τυθέντων, ὁλοκαυτοῦντες δὲ ταῦτα νυκτὸς καὶ κατ' αὐτῶν πολὺ μέλι καὶ οἶνον λείβοντες ἀνήλισκον τὴν θυσίαν θᾶττον, ἵνα τοῦ δεινοῦ μηδ' ὁ πανόπτης γένοιτο θεατής. καὶ τοῦτο δρῶσι νηστεύοντες τὰς ἀνὰ μέσον τούτων ἡμέρας· κατὰ δὲ πάντα τοῦτον τὸν χρόνον, ἅτε φιλόσοφοι τὸ γένος ὄντες, περὶ τοῦ θείου μὲν ἀλλήλοις λαλοῦσι, τῆς δὲ νυκτὸς τῶν ἄστρων ποιοῦνται τὴν θεωρίαν, βλέποντες εἰς αὐτὰ καὶ διὰ τῶν εὐχῶν θεοκλυτοῦντες. κατήρξαντο γὰρ οὗτοι πρῶτοι τῶν τε λοιπῶν ζῴων καὶ σφῶν αὐτῶν, ἀνάγκῃ καὶ οὐκ ἐπιθυμίᾳ τοῦτο πράξαντες.»
γʹ. ΠΟΡΦΥΡΙΟΥ ΠΕΡΙ ΤΗΣ ΤΟ ΠΑΛΑΙΟΝ ΠΑΡΑ ΙΟΥ∆ΑΙΟΙΣ ∆ΙΑΛΑΜΨΑΣΗΣ