57
σαφέστερον ἴδῃς, ποιήσωμεν, εἰ δοκεῖ, δύο πόλεις, τὴν μὲν πλουσίων μόνων, τὴν δὲ πενήτων· καὶ μήτε ἐν τῇ τῶν πλουτούντων ἔστω τις πένης, μήτε ἐν τῇ τῶν πενήτων ἔστω τις πλούσιος ἀνήρ· καὶ ἴδωμεν ποία μᾶλλον ἀρκέσαι ἑαυτῇ δυνήσεται. Οὐκοῦν ἐν μὲν ἐκείνῃ, τῇ τῶν εὐπόρων, οὐδεὶς ἔσται δημιουργὸς, οὐκ οἰκοδόμος, οὐ τέκτων, οὐχ ὑποδηματοῤῥάφος, οὐκ ἀρτοποιὸς, οὐ γεωργὸς, οὐ χαλκοτύπος, οὐ σχοινοστρόφος, οὐκ ἄλλο τῶν τοιούτων οὐδέν. Τίς γὰρ ἂν ἕλοιτο τῶν πλουτούντων ταῦτα μετιέναι ποτὲ, ὅπου γε καὶ αὐτοὶ οἱ ταῦτα μεταχειρίζοντες, ὅταν εὐπορήσωσιν, οὐκ ἀνέχονται τῆς ἀπὸ τῶν ἔργων τούτων ταλαιπωρίας; Πῶς οὖν ἡ πόλις στήσεται ἡμῖν αὕτη; ∆όντες, φησὶν, ἀργύριον οἱ πλουτοῦντες, ταῦτα ὠνήσονται παρὰ τῶν πενήτων. Πῶς δὲ οἰκίας οἰκοδομήσονται, ἢ καὶ τοῦτο ὠνήσονται; Ἀλλ' οὐκ ἂν ἔχοι τοῦτο φύσιν. Οὐκοῦν ἀνάγκη τοὺς τεχνίτας ἐκεῖ καλεῖν, καὶ διαφθείρειν τὸν νόμον ὃν ἐθήκαμεν ἐξ ἀρχῆς, τὴν πόλιν οἰκίζοντες. Ἴδωμεν οὖν καὶ τὴν τῶν πενήτων πόλιν, εἰ καὶ αὕτη ὁμοίως ἐνδεῶς διακείσεται τῶν πλουτούντων ἐστερημένη· πρότερον διακαθάραντες τῷ λόγῳ τὸν πλοῦτον, οἷον χρυσὸν, ἄργυρον, λίθους τιμίους, καὶ ἱμάτια σηρικὰ καὶ ἁλουργὰ καὶ διάχρυσα, καὶ τοῦτο ἐκεῖθεν ἀπελάσαντες. Τί οὖν; παρὰ τοῦτο ἐνδεῶς σχήσει τὰ τῆς πόλεως ταύτης, εἰπέ μοι; Οὐδαμῶς. Ἄν τε γὰρ οἰκοδομεῖν δέῃ, ἄν τε σίδηρον χαλκεύειν, ἄν τε ἱμάτιον ὑφαίνειν, οὐ χρυσοῦ καὶ ἀργύρου δεῖ καὶ μαργαριτῶν, ἀλλὰ τέχνης καὶ χειρῶν. Τί δέ; ἂν γεωργεῖν δέῃ καὶ σκάπτειν τὴν γῆν, πλουτούντων ἢ πενομένων χρεία; Παντί που δῆλον ὅτι πενήτων. Ποῦ οὖν δεησόμεθα τῶν πλουτούντων λοιπὸν, πλὴν εἰ μὴ καθελεῖν δέοι τὴν πόλιν ταύτην; Ὅταν οὖν ἴδῃς τινὰ λάμποντα ἔξωθεν ἀπὸ τῶν ἱματίων καὶ τῆς πολλῆς δορυφορίας, ἀνάπτυξον αὐτοῦ τὸ συνειδὸς, καὶ πολλὴν εὑρήσεις τὴν κόνιν. Ἐννόησον τὸν Παῦλον, τὸν Πέτρον· ἐννόησον τὸν Ἰωάννην, τὸν Ἠλίαν, μᾶλλον δὲ αὐτὸν τὸν τοῦ Θεοῦ Υἱὸν, τὸν οὐκ ἔχοντα ποῦ τὴν κεφαλὴν κλῖναι· ἐκείνου γενοῦ ζηλωτὴς καὶ τῶν ἐκείνου δούλων, καὶ τὸν ἄφατον τούτων φαντάζου πλοῦτον. Εἰ δὲ μικρὸν διαβλέψας, ἐκ τούτου σκοτισθείης πάλιν, καθάπερ ἔν τινι ναυαγίῳ καταιγίδος ἐπελθούσης, ἄκουσον τῆς ἀποφάσεως τοῦ Χριστοῦ λεγούσης, ὅτι ἀδύνατον πλούσιον εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν· καὶ πρὸς τὴν ἀπόφασιν ταύτην θὲς τὰ ὄρη καὶ τὴν γῆν καὶ τὴν θάλασσαν, καὶ πάντα, εἰ βούλει, τῷ λόγῳ ποίησον εἶναι χρυσὸν, καὶ οὐδὲν ὄψει ἴσον τῆς ζημίας τῆς ἐκεῖθέν σοι γινομένης. Εἰ γὰρ τῶν πλουτούντων ὑμῶν ἕκαστος ὁλόκληρον ἐκέκτητο κόσμον, καὶ ἕκαστος αὐτῶν τοσούτους εἶχεν ἀνθρώπους, ὅσοι νῦν εἰσι πανταχοῦ γῆς καὶ θαλάσσης καὶ οἰκουμένης, καὶ ἕκαστος γῆν καὶ θάλατταν καὶ τὰ πανταχοῦ οἰκοδομήματα καὶ πόλεις καὶ ἔθνη ἐκέκτητο, καὶ πανταχόθεν ἀντὶ ὕδατος, ἀντὶ πηγῶν αὐτῷ τὸ χρυσίον ἐπέῤῥει, τριῶν ὀβολῶν οὐκ ἂν ἔφην ἀξίους εἶναι τοὺς οὕτω πλουτοῦντας, 63.642 καὶ τῆς βασιλείας ἐκπεσόντας. Εἰ γὰρ νῦν χρημάτων τῶν ἀπολλυμένων ἐφιέμενοι, ὅταν μὴ ἐπιτύχωσι, βασανίζονται· εἰ λάβοιεν αἴσθησιν τῶν ἀγαθῶν ἐκείνων, τί λοιπὸν ἀρκέσει εἰς παραμυθίαν αὐτοῖς; Εἰπὲ δή μοι, εἴ τίς σε εἰς βασίλεια εἰσήγαγε, καὶ παρόντων πάντων διαλεχθῆναί σοι τὸν βασιλέα παρεσκεύασε, καὶ ὁμοτράπεζον αὐτῷ καὶ ὁμοδίαιτον ἐποίησεν, οὐ πάντων ἂν ἔφης σαυτὸν εἶναι μακαριώτερον; Εἰς δὲ τὸν οὐρανὸν ἀναβῆναι μέλλων, καὶ παρ' αὐτὸν ἑστάναι τὸν Βασιλέα τῶν ὅλων, καὶ τοῖς ἀγγέλοις ἀντιλάμπειν, καὶ τῆς ἀπροσίτου δόξης ἀπολαύειν ἐκείνης, ἀμφιβάλλεις εἰ δέοι προέσθαι χρήματα, δέον εἰ καὶ τὴν ζωὴν αὐτὴν ἀποδύσασθαι ἔδει, σκιρτᾷν καὶ ἀγάλλεσθαι καὶ πτεροῦσθαι ὑπὸ τῆς ἡδονῆς; Σὺ δὲ ἵνα μὲν ἀρχὴν λάβῃς τὴν παρέχουσάν σοι κλοπῶν ἀφορμὰς (οὐ γὰρ κέρδος ἐγὼ τὸ τοιοῦτο καλῶ), καὶ τὰ ὄντα ἐκβάλλεις, καὶ τὰ ἑτέρων δανεισάμενος, εἰ δέοι, καὶ τὴν γυναῖκα καὶ τὰ τέκνα ὑποθέσθαι οὐ κατοκνεῖς· τῆς δὲ βασιλείας τῶν οὐρανῶν προκειμένης τῆς οὐδένα διάδοχον ἐχούσης ἀρχῆς, ὀκνεῖς καὶ ἀναδύῃ καὶ πρὸς χρήματα κέχηνας; Ἀλλ' οἴμοι τῆς πολλῆς ἀναισθησίας! ὅτι τοιούτων