καθαροῖς, ἢ ἅψασθαί τινος τῶν ἁγίων, ἢ ἐγγὺς γενέσθαι ἀνδρὸς ἱεροῦ. Πεπληροφορήμεθα τοίνυν ὡς Θεὸς ἀληθινός ἐστιν ὁ Ἐμμανουὴλ, καὶ ἀπό γε τοῦ παραδόξως ἐν ηργημένου, καὶ ἐξ ὧν ἔφη θεοπρεπῶς· "Ἐγὼ γὰρ καὶ ἔγνων, φησὶ, δύναμιν ἐξεληλυθυῖαν ἀπ' ἐμοῦ." Ἔστι δὲ μέτρων ἐπέκεινα τῶν καθ' ἡμᾶς, ἢ τάχα που καὶ ἀγγελικῶν, τὸ δύνασθαι δύναμιν ἐκπέμψαι τινὰ, καὶ ὡς ἀπό γε τῆς ἰδίας φύσεως, τουτέστιν ἀφ' ἑαυτῶν. Πρέπει δὲ μόνῃ τὸ χρῆμα τῇ πάντων ἐπέκεινα καὶ ἀνωτάτω φύσει· οὐδὲν γὰρ τῶν ἐν τοῖς κτίσμασι φέρει τινὰ δύναμιν ἰατρικὴν, ἢ γοῦν ἑτέραν τινὰ ἰδίαν, ἀλλὰ θεόσδοτον. 9Καὶ ἐπέστρεψε τὸ πνεῦμα αὐτῆς, καὶ ἀνέστη παραχρῆμα.9 (H f. 30) Πλὴν ἀλλὰ τοιαύτη μὲν ἡ τοῦ θαύ ματος ἱστορία· χρὴ δὲ ἴσως καὶ ἰσχνότερον αὐτὴν θεωρῆσαι καὶ ὑψηλότερον. Οἱ μὲν οὖν ἁπλούστεροι θαυμαζέτωσαν τὰ μεγαλεῖα τοῦ Θεοῦ κατὰ ταῦτα· οἰκοδομεῖ γὰρ καὶ σωματικῶς νοούμενα· οἱ δὲ δυνάμε νοι διαβαίνειν ἐπὶ τὸ βλέπειν ὅτι καὶ ταῦτα τυπικῶς συνέβαινεν ἐκείνοις, ἐγράφη δὲ δι' ἡμᾶς, εὐξάμενοι τῷ Θεῷ, αἰτήσωμεν λόγον ἐλθεῖν τὸν σαφηνίζοντα καὶ ταῦτα· πῶς ὁ Ἰησοῦς πρὸς ἀρχισυναγώγου θυγατέρα προηγουμένως ἀπῄει, οὐ πρὸς τὴν αἱμοῤῥοοῦσαν, καὶ ἐν τῇ ὁδῷ αὐτῷ ἀπαντῶσαν· καὶ ὅτι προηγουμένως ἀπιόντος αὐτοῦ πρὸς ἐκείνην, πρώτη αὐτὴ θερα πεύεται. Ἦλθε γὰρ ὁ Υἱὸς τοῦ Θεοῦ προηγουμένως εἰς τὴν Ἰουδαίων Συναγωγὴν, καὶ εὗρεν αὐτὴν νο σοῦσαν καὶ ἀποθανοῦσαν. Τὰ γὰρ παραπτώματα τοῦ Ἰσραὴλ πεποίηκεν αὐτὴν ἀποθανεῖν· ἡ δὲ αἱμοῤ ῥοοῦσα ἡ ἐν τῇ ὁδῷ, ἡ ἀκαθαρσίας πεπληρωμένη, ἡ ῥέουσα οὐκ ἐν καιρῷ ἀφέδρου, ἀλλ' ἀεὶ αἱμοῤ ῥοοῦσα, αὐτὴ πρὸ ἐκείνης πιστεύει τῷ Υἱῷ τοῦ Θεοῦ. Καὶ ἐκεῖ μὲν οὗτος ἀπέρχεται, αὐτὴ δὲ κἂν τοῦ κρασπέδου τοῦ ἱματίου ἅψασθαι θέλει. Ὁ δὲ Λουκᾶς, ὃ μὴ εἶπε Ματθαῖος, προσέθηκεν ὅτι δωδε καετὴς ἦν ἡ τοῦ ἀρχισυναγώγου θυγάτηρ. Καὶ ἡ αἱμοῤῥοοῦσα δώδεκα ἔτη εἶχεν αἱμοῤῥοοῦσα· οὐκοῦν ἅμα τῇ γενέσει ἐκείνης, αὕτη αἱμοῤῥοεῖ. Ἐν ἀπαθείᾳ γάρ ἐστιν ἐκείνη ὅσον χρόνον ζῇ ἡ Συναγωγὴ, καὶ ὁ αὐτὸς ὅρος τοῦ χρόνου τοῦ τέλους ἐκείνης, καὶ τῆς ἀρχῆς τῆς σωτηρίας ταύτης ἐστί. ∆ώδεκα ἐτῶν ἐκείνη ἀποθνήσκει, καὶ δώδεκα ἐτῶν τοῦ πάθους αὕτη πιστεύσασα θεραπεύεται, ἥτις οὐκ ἵσχυσεν ὑπ' οὐδενὸς τῶν ἰατρῶν θεραπευθῆναι. 72.640 Πολλοὶ γὰρ ἰατροὶ τοὺς ἀπὸ τῶν ἐθνῶν ὑπέσχοντο θεραπεῦσαι. Ἐὰν ἴδῃς τοὺς φιλοσοφοῦντας ἐπαγγελ λομένους ἀλήθειαν, ἰατροί εἰσι θεραπεῦσαι πειρώ μενοι. Ἀλλ' αὐτὴ δαπανήσασα τὰ παρ' ἑαυτῆς πάντα, οὐκ ἴσχυσεν ὑπ' οὐδενὸς τῶν ἰατρῶν θεραπευθῆναι· ἥψατο δὲ τοῦ κρασπέδου τοῦ Ἰησοῦ διὰ πίστεως, καὶ ἰάθη. Ἐὰν ἴδωμεν τὴν πίστιν ἡμῶν τὴν εἰς Χριστὸν Ἰησοῦν, καὶ νοήσωμεν πηλίκος ἐστὶν ὁ Υἱὸς τοῦ Θεοῦ, καὶ τίνος ἡψάμεθα αὐτοῦ, ὀψόμεθα ὅτι πρὸς σύγκρισιν τῶν ἐν αὐτῷ κρασπέδων, κρασπέδου ἡψάμεθα· ἀλλ' ὅμως τὸ κράσπεδον θεραπεύει ἡμᾶς, καὶ ποιεῖ ἀκούειν ἀπὸ τοῦ Ἰησοῦ· "Θύγατερ, ἡ πίστις σου σέσωκέ σε." Καὶ ἐὰν θεραπευθῶμεν, καὶ ἡ θυγάτηρ ἀναστήσεται τοῦ ἀρχισυναγώγου. "Ὅταν γὰρ τὸ πλήρωμα τῶν ἐθνῶν εἰσέλθῃ, τότε πᾶς Ἰσραὴλ σωθήσεται."
ΚΕΦΑΛ. Θʹ.
Ἔδωκεν αὐτοῖς δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια, καὶ νόσους θεραπεύειν.9 (A f. 132, B f. 88, E f.125 b, δ φ. 34 b) Ἀληθὲς εἰπεῖν, ὅτι πόνων ἀγαθῶν ὁ καρπὸς εὐκλεής. Τοὺς γάρ τοι τὴν πάναγνον καὶ ἀβέβηλον, κατά γε τὸ ἀνθρώποις ἐγχωροῦν κατορθοῦν ἐθέλοντας ζωὴν, τοῖς παρ' ἑαυτοῦ χαρίσμασι καταφαιδρύνει Χριστὸς, καὶ πλουσίαν αὐτοῖς τῶν κατωρθωμένων ἁγιοπρεπῶς χα ρίζεται τὴν