58
ΦΙΛΟΣΟΦΙΑΣ Καὶ ἐν τῷ τετάρτῳ δὲ τῆς αὐτῆς ὑποθέσεως τοιαῦτα περὶ τῶν αὐτῶν ἱστορεῖ ὁ Πορφύριος· «Εἰσὶ τοίνυν οἱ Ἐσσαῖοι Ἰουδαῖοι μὲν τὸ γένος, φιλάλληλοι δὲ καὶ τῶν 9.3.2 ἄλλων πλέον. οὗτοι τὰς μὲν ἡδονὰς ὡς κακίαν ἀποστρέφονται, τὴν δὲ ἐγκράτειαν καὶ τὸ μὴ τοῖς πάθεσιν ὑποπίπτειν ἀρετὴν ὑπολαμβάνουσι. καὶ γάμου μὲν παρ' αὐτοῖς ὑπεροψία, τοὺς δὲ ἀλλοτρίους παῖδας ἐκλαμβάνοντες ἁπαλοὺς ἔτι πρὸς τὰ μαθήματα, συγγενεῖς ἡγοῦνται καὶ τοῖς ἤθεσιν ἑαυτῶν ἐντυποῦσι, τὸν μὲν γάμον καὶ τὴν ἐξ αὐτοῦ διαδοχὴν οὐκ ἀναιροῦντες, τὰς δὲ τῶν 9.3.3 γυναικῶν ἀσελγείας φυλαττόμενοι· καταφρονηταὶ δὲ πλούτου καὶ θαυμάσιον παρ' αὐτοῖς τὸ κοινωνικὸν οὐδ' ἔστιν εὑρεῖν κτήσει τινὰ παρ' αὐτοῖς ὑπερέχοντα. νόμος γὰρ τοὺς εἰς τὴν αἵρεσιν εἰσιόντας δημεύειν τῷ τάγματι τὴν οὐσίαν, ὥστε ἐν ἅπασι μήτε πενίας ταπεινότητα φαίνεσθαι μήθ' ὑπεροχὴν πλούτου, τῶν δὲ ἑκάστου κτημάτων ἀναμεμιγμένων μίαν ὥσπερ ἀδελφοῖς ἅπασιν οὐσίαν εἶναι. 9.3.4 κηλῖδα δὲ ὑπολαμβάνουσι τοὔλαιον, κἂν ἀλειφθῇ τις ἄκων, σμήχεται τὸ σῶμα· 9.3.5 τὸ γὰρ αὐχμεῖν ἐν καλῷ τίθενται λευχειμονεῖν τε διὰ παντός. χειροτονητοὶ δὲ τῶν κοινῶν οἱ ἐπιμεληταὶ καὶ ἀδιαίρετοι πρὸς ἁπάντων εἰς τὰς χρείας ἕκαστοι. μία δ' οὐκ ἔστιν αὐτῶν πόλις, ἀλλ' ἐν ἑκάστῃ μετοικοῦσι πολλοὶ καὶ τοῖς ἑτέρωθεν ἥκουσιν αἱρετισταῖς ἀναπέπταται τὰ παρ' ἀλλήλοις· καὶ οἱ πρῶτον ἰδόντες εἰσίασιν ὡς πρὸς συνήθεις· διὸ οὐδὲν ἐπικομιζόμενοι ἀποδημοῦσιν 9.3.6 ἀναλωμάτων ἕνεκα. οὔτε δὲ ἐσθῆτα οὔτε ὑποδήματα ἀμείβουσι, πρὶν διαρραγῆναι πρότερον παντάπασιν ἢ δαπανηθῆναι τῷ χρόνῳ. οὐδ' ἀγοράζουσί τι οὐδὲ πωλοῦσιν, ἀλλὰ τῷ χρῄζοντι διδοὺς ἕκαστος τὰ παρ' ἑαυτῷ τὸ παρ' ἐκείνου χρήσιμον ἀντικομίζεται· καὶ χωρὶς τῆς μεταδόσεως ἀκώλυτος ἡ μετάληψις 9.3.7 αὐτοῖς παρ' ὧν ἂν ἐθέλωσι. πρός γε μὴν τὸ θεῖον ἰδίως εὐσεβεῖς. πρὶν γὰρ ἀνασχεῖν τὸν ἥλιον οὐδὲν φθέγγονται τῶν βεβήλων, πατρίους δέ τινας εἰς αὐτὸν εὐχὰς ὥσπερ ἱκετεύοντες ἀνατεῖλαι. μετὰ ταῦτα πρὸς ἃς ἕκαστοι τέχνας ἴσασιν ὑπὸ τῶν ἐπιμελητῶν ἀφεῖνται καὶ μέχρι πέμπτης ὥρας ἐργασάμενοι συντόνως, ἔπειτα πάλιν εἰς ἓν ἀθροίζονται χωρίον ζωσάμενοί τε σκεπάσμασιν οὕτως ἀπολούονται τὸ σῶμα ψυχροῖς ὕδασι· καὶ μετὰ ταύτην τὴν ἁγνείαν εἰς ἴδιον οἴκημα συνίασιν, ἐν ᾧ μηδενὶ τῶν ἑτεροδόξων ἐπιτέτραπται παρελθεῖν. 9.3.8 αὐτοὶ δὲ καθαροὶ καθάπερ εἰς ἅγιόν τι τέμενος παραγίνονται τὸ δειπνητήριον. καθεσθέντων δὲ μεθ' ἡσυχίας ὁ μὲν σιτοποιὸς ἐν τάξει παρατίθησιν ἄρτους, ὁ δὲ μάγειρος ἓν ἀγγεῖον ἐξ ἑνὸς ἐδέσματος ἑκάστῳ. προκατεύχεται δὲ ὁ ἱερεὺς τῆς τροφῆς, ἁγνῆς οὔσης καὶ καθαρᾶς, καὶ γεύσασθαί τινα πρὶν τῆς εὐχῆς ἀθέμιτον· ἀριστοποιησάμενος δὲ ἐπεύχεται πάλιν, ἀρχόμενοί τε καὶ παυόμενοι 9.3.9 γεραίρουσι τὸν θεόν. ἔπειθ' ὡς ἱερὰς καταθέμενοι τὰς ἐσθῆτας πάλιν ἐπ' ἔργα τρέπονται μέχρι δείλης. δειπνοῦσι δὲ ὑποστρέψαντες ὁμοίως, συγκαθε9.3.10 ζομένων τῶν ξένων, οἳ τύχοιεν αὐτοῖς παρόντες. οὔτε δὲ κραυγή ποτε τὸν οἶκον οὔτε θόρυβος μιαίνει· τὰς δὲ λαλιὰς ἐν τάξει παραχωροῦσιν ἀλλήλοις, καὶ τοῖς ἔξωθεν ὡς μυστήριόν τι φρικτὸν ἡ τῶν ἔνδον σιωπὴ καταφαίνεται. τούτου δὲ αἴτιον ἡ διηνεκὴς νῆψις καὶ τὸ μετρεῖσθαι παρ' αὐτοῖς τροφὴν καὶ 9.3.11 ποτὸν μέχρι κόρου. τοῖς δὲ ζηλοῦσι τὴν αἵρεσιν οὐκ εὐθὺς ἡ πάροδος, ἀλλ' ἐπ' ἐνιαυτὸν ἔξω μένοντι τὴν αὐτὴν ὑποτίθενται δίαιταν, ἀξινάριόν τε καὶ περίζωμα δόντες καὶ λευκὴν ἐσθῆτα. ἐπειδὰν δὲ ἐν τούτῳ τῷ χρόνῳ πεῖραν ἐγκρατείας δῷ, πρόσεισι μὲν ἔγγιον τῇ διαίτῃ καὶ καθαρώτερον τῶν πρὸς ἁγνείαν 9.3.12 ὑδάτων μεταλαμβάνει. παραλαμβάνεται δὲ εἰς τὰς συμβιώσεις οὐδέπω· μετὰ γὰρ τὴν τῆς καρτερίας ἐπίδειξιν δυσὶν ἄλλοις ἔτεσι τὸ ἦθος δοκιμάζεται, καὶ 9.3.13 φανεὶς ἄξιος,