ἀντέκτισιν, καὶ δόξης αὐτοὺς τῆς ἰδίας καθίστησι κοινωνούς. ∆έχου τοῦ πράγματος ἀπό δειξιν σαφῆ τε καὶ ἐναργῆ, τοὺς ἁγίους ἀποστόλους. Ὅρα γεγονότας ἐκπρεπεστάτους, καὶ τῇ ὑπὲρ ἄνθρω πον δόξῃ κατεστεμμένους, νέμοντος αὐτοῖς μετὰ τῶν ἄλλων καὶ τοῦτο Χριστοῦ· "∆έδωκε γὰρ αὐτοῖς, φησὶ, δύναμιν καὶ ἐξουσίαν ἐπὶ πάντα τὰ δαιμόνια, καὶ νόσους θεραπεύειν." Ἀλλ' ὅρα πάλιν τὸν ἐναν θρωπήσαντα τοῦ Θεοῦ Λόγον, τὸ τῆς ἀνθρωπότητος ὑπερτρέχοντα μέτρον, καὶ τοῖς τῆς θεότητος ἀξιώμασι διαπρέποντα· ἐπέκεινα γὰρ τῶν τῆς ἀνθρωπότητος μέτρων, τὸ διδόναι κατὰ πνευμάτων ἀκαθάρτων οἷς ἂν βούληται τὴν ἐξουσίαν, καὶ μὴν καὶ τὸ δύνασθαι νοσημάτων ἐλευθεροῦν τοὺς ἐνειλημμένους, καὶ μόνου Θεοῦ· ἡ γὰρ τῆς ἀνωτάτω φύσεως ὑπεροχή τε καὶ δόξα οὐδενὶ τῶν ὄντων ἔνεστι φυσικῶς, πλὴν ὅτι αὐτῷ τε καὶ μόνῳ. Ἀξία τοίνυν θαύματος ἡ τοῖς ἁγίοις ἀποστόλοις ἐκνεμηθεῖσα χάρις· ἐπέκεινα δὲ παντὸς ἐπαίνου καὶ θαύματος, ἡ τοῦ νέμοντος ἀφθο νία· τὴν ἑαυτοῦ γὰρ αὐτοῖς, ὡς ἔφην, χαρίζεται δόξαν. Ἄνθρωπος ἐξουσίαν κατὰ πνευμάτων δέχεται πονηρῶν, καὶ τὴν οὕτως ὑπέροπτον ὀφρὺν, τὴν τοῦ διαβόλου φημὶ, καταστρέφει. Καί τοι λέγοντός ποτε· "Τὴν οἰκουμένην ὅλην καταλήψομαι τῇ χειρὶ ὡς νοσσίαν, καὶ ὡς καταλελειμμένα ὠὰ ἀρῶ, καὶ οὐκ ἔστιν ὃς διαφεύξεται ἢ ἀντείπῃ μοι." Ἐσφάλλετο δὲ τῆς ἀληθείας, καὶ διημάρτηκε τῆς ἐλπίδος, ὁ σοβα ρὸς καὶ θρασὺς, καὶ τῆς ἁπάντων ἀσθενείας κατα καυχώμενος. Ἀντέταξε γὰρ αὐτῷ τοὺς τῶν ἱερῶν κηρυγμάτων ἱερουργοὺς, ὁ τῶν δυνάμεων Κύριος. Καὶ τοῦτο ἦν ἄρα τὸ δι' ἑνὸς τῶν ἁγίων προφητῶν 72.641 προκεκηρύγμενον, περί τε τοῦ Σατανᾶ καὶ τῶν ἁγίων μυσταγωγῶν, ὡς "ἐξαίφνης ἀναστήσονται οἳ δάκνονται αὐτὸν, καὶ ἐκνήψουσιν οἱ ἐπίβουλοί σου, καὶ ἔσῃ εἰς διαρπαγὴν αὐτοῖς." Μόνον γὰρ οὐχὶ κατεδηδόκασι τὸν Σατανᾶν, ἐπιβουλεύοντες αὐτοῦ τῇ δόξῃ, καὶ διαρπάζοντες αὐτοῦ τὰ σκεύη, καὶ προσκομίζοντες Χριστῷ διὰ πίστεως τῆς εἰς αὐτόν. Εἶτα πόθεν εἰς ἀνθρώπους ἡ λαμπρὰ καὶ διαβόη τος οὕτω κατενήνεκται χάρις, πολυπραγμονῶμεν, εἰ δοκεῖ. Οὐκοῦν ἐστεφάνωσε τῇ τοιᾷδε τιμῇ τὴν ἀν θρώπου φύσιν ὁ μονογενὴς τοῦ Θεοῦ Λόγος, γενόμε νος ἄνθρωπος, καὶ τῆς ἰδίας ὑπεροχῆς κατ' οὐδένα τρόπον ἐκβεβηκὼς, ἐνήργηκε τὰ θεοπρεπῆ, συν έτριψε τὸν Σατανᾶν ῥήματι τῷ πανσθενεστάτῳ, ἐπ ετίμησε πνεύμασι πονηροῖς. Αὕτη γέγονεν ὁδὸς τοῦ δύνασθαι πονηροῖς ἐπιπλήττειν πνεύμασι, τοὺς ἐπὶ τῆς γῆς.(A f. 132 b) Τί δὲ ἆρά γε εἰκῆ τοιούτους ἀπέφηνε τοὺς ἀποστόλους, καὶ ἐπ' οὐδενὶ τῶν ἀναγ καίων ἐκπρεπεστάτους; Καί τοι πῶς τοῦτό ἐστιν ἀληθές; Ἔδει γὰρ, ἔδει τῶν ἱερῶν κηρυγμάτων διακόνους ἐπιδεδειγμένους κατορθοῦν δύνασθαι τὰ παράδοξα, καὶ δι' αὐτῶν πιστεύεσθαι τῶν ἐκτελεσ μάτων ὅτι τέ εἰσι Θεοῦ διάκονοι, καὶ μεσῖται τῆς ὑπ' οὐρανὸν, καλοῦντες ἅπαντας εἰς διαλλαγὴν καὶ εἰς τὴν ἐν πίστει δικαίωσιν. Τοῖς μὲν γὰρ νουνεχε στέροις, ἀπόχρη καὶ λόγος ἔσθ' ὅτε πρὸς τὴν τῆς ἀληθείας ἐπίγνωσιν· τοῖς γε μὴν οὐχ ἑτοίμως ἔχουσιν εἰς παραδοχὴν ὧν ἄν τις λέγοι, δεῖ δὴ θαυ μάτων καὶ τερατουργίας. Καλοῦνται γὰρ οὕτω μόλις πρὸς τὴν ἀλήθειαν. 9Εἶπε πρὸς αὐτούς· Μηδὲν αἴρετε εἰς τὴν ὁδόν.9 (A f. 133, δ φ. 34 b) Οὕτω δὴ τοὺς ἁγίους ἀπο στόλους κατακοσμήσας, ἰέναι προστέταχεν ἐπὶ τὸ χρῆναι λαλεῖν τοῖς ἁπανταχόσε γῆς τὸ αὐτοῦ μυστή ριον. Ταύτῃ τοι καὶ εὐζωνοτάτους εἶναι κελεύει, καὶ μερίμνης ἁπάσης κοσμικῆς ἀπαλλάττεσθαι βούλε ται, ὡς μηδὲ αὐτῆς τῆς ἀναγκαίας τροφῆς καὶ ἀπαραιτήτου ποιεῖσθαί τινα λόγον. Κόσμον γὰρ αὐ τοῖς, καὶ οἷόν τινα στέφανον ἔσεσθαί φησι, τὸ κεκτῆ σθαι μηδέν· μήτε μὴν ἐπικομίζεσθαί τι παράπαν, μὴ ῥάβδον, μὴ πήραν, μὴ ἄρτον, μὴ ἀργύριον, μὴ χιτῶνας δύο· μονονουχὶ τὸ ἐν Ψαλμοῖς ἐκεῖνο λέγων· "Ἐπίῤῥιψον ἐπὶ Κύριον τὴν μέριμνάν σου, καὶ αὐτός σε διαθρέψει." Καὶ γάρ ἐστιν ἀληθὲς ὅπερ αὐτὸς ἔφη Χριστός· "Οὐ δύνασθε Θεῷ δουλεύειν καὶ μαμωνᾷ." Ἵνα τοίνυν μονοειδῆ καὶ