μονότροπον ἔχωσι τὴν ζωὴν, εἰς μόνον ὁρῶντες τὸ χρῆναι μυ σταγωγεῖν, μηδένα προστέταχε ποιεῖσθαι λόγον ἢ ἀμφίων ἢ τροφῆς. Ἀλλὰ φαίη τις ἄν· Καὶ πόθεν αὐτοῖς προσγένοιτο τῶν ἀπαραιτήτως ζητουμένων ὁ πόρος; ∆ιαδείκνυσι καὶ τοῦτο εὐθὺς λέγων· 9Καὶ εἰς ἣν οἰκίαν εἰσέλθητε, κ.τ.λ.9 (A f. 133, B f. 88 b, δ φ. 34 b) Ἀρκέσει, φησὶν, ὁ παρὰ τῶν μυσταγωγουμένων καρπός· ἐκεῖνοι παρ' ὑμῶν τὰ πνευματικὰ λαμβάνοντες, τῶν σωματικῶν ποιήσονται πρόνοιαν. Ἐν οἰκίᾳ δὲ μιᾷ μένειν τε αὐ τοὺς προστέταχε καὶ [μὴ] ἀπ' αὐτῆς ἐξέρχεσθαι· ὥστε μήτε τὸν δεχόμενον λυπεῖν, μήτε αὐτοὺς δόξαν λαβεῖν γαστριμαργίας καὶ εὐκολίας. Ἔδει γὰρ μήτε 72.644 τοὺς ἅπαξ λαβόντας ἀποστερεῖσθαι τῆς δωρεᾶς, μήτε μὴν αὐτοὺς τοὺς ἁγίους ἀποστόλους ἐγκοπήν τινα δοῦναι ταῖς εἰς τὸ θεῖον κήρυγμα σπουδαῖς τε καὶ προθυμίαις, ἑλκομένους παρὰ πολλῶν, οὐχ ἵνα τι τῶν ἀναγκαίων ἔσθ' ὅτε μανθάνωσιν, ἀλλ' ἵνα τράπεζαν αὐτοῖς παραθεῖεν ἁβρὰν, καὶ πέρα τῆς χρείας. Ὅτι δὲ οὐκ ἄμισθον τὸ τιμᾷν ἁγίους, ἐκ τῶν τοῦ Σωτῆρος εἰσόμεθα λόγων. Ἔφη γὰρ πρὸς τοὺς μαθητάς· "Ὁ δεχόμενος ὑμᾶς, ἐμὲ δέχεται καὶ τὸν ἀποστείλαντά με." Οἰκονομικῶς, καὶ εἰς ἴδιον πρόσωπον τὰς εἰς τοὺς ἁγίους ἀναφέρει τιμὰς, ἵνα πανταχόθεν αὐτοῖς ὑπάρχῃ τὸ ἀσφαλές. Καὶ εἴπερ ἐστὶν ἐν παντὶ καλῷ καὶ ἐν ἐλπίσι λαμπραῖς ὁ δε χόμενος αὐτοὺς, πῶς οὐ πάντη τε καὶ πάντως, καὶ ἔμπαλιν, ἀληθές; Ἀθλιότητος γὰρ τῆς ἐσχάτης ἐπί μεστος ἂν γένοιτό τις, τὸ χρῆναι τιμᾷν τοὺς ἁγίους, οὐδενὸς ἀξιώσας λόγου. ∆ιὰ τοῦτό φησιν· "Καὶ ὅσοι ἐὰν μὴ δέξωνται ὑμᾶς, ἐξερχόμενοι ἀπὸ τῆς πόλεως ἐκείνης, καὶ τὸν κονιορτὸν τῶν ποδῶν ἐκτινάξατε ἐπ' αὐτούς." ∆εῖ γὰρ παρὰ τῶν μὴ δεξαμένων αὐτοὺς, μήτε μὴν ἀνασχομένων τῶν ἱερῶν κηρυγμάτων, μηδὲν τὸ παράπαν ἐθελῆσαι λαβεῖν. Ἀπίθανον γὰρ κομιδῆ τοὺς ἀτιμάζοντας τὸ σωτήριον κήρυγμα καὶ τὸν οἰκοδεσπότην, περὶ τοὺς οἰκέτας ὁρᾶσθαι χρη στοὺς, ἢ τὰς παρ' αὐτῶν εὐλογίας ζητεῖν 9Οἱ δὲ ὄχλοι γνόντες, ἠκολούθησαν αὐτῷ.9 (A f. 134 b) Οἱ μὲν δαιμονίων ζητοῦντες ἀπ αλλαγὴν, οἱ δὲ καὶ ἀῤῥωστημάτων ἀπόθεσιν ἦσαν, οἱ καὶ τῆς παρ' αὐτοῦ μυσταγωγίας γλιχόμενοι, προσεδρεύοντές τε καὶ μάλα εὐτόνως. 9Ἡ δὲ ἡμέρα ἤρξατο κλίνειν, κ.τ.λ.9 (A f. 134 b, ξ. φ. 126) Κλινούσης τῆς ἡμέρας, καὶ ὅσον οὐδέπω προσδοκωμένης ἔσεσθαι τῆς ἑσπέ ρας, προενόουν τῶν ὄχλων οἱ μαθηταὶ, καὶ δὴ καὶ προσῄεσαν, τὰς ὑπὲρ αὐτῶν παρακλήσεις προσάγον τες. Καὶ τί, τὸ Ἀπόλυσον ἐστιν, ἐξετάσωμεν ἀκριβῶς· οἱ μὲν ὡς ἔφην τῶν ἑπομένων αὐτῷ, πονηρῶν πνευ μάτων συνεχόντων αὐτοὺς, ἀπαλλάττεσθαι παρεκά λουν· οἱ δὲ καὶ ἑτέρων ἀῤῥωστημάτων ἐζήτουν ἔκ θεσιν. Ὡς οὖν εἰδότες μαθηταὶ ὅτι κατανεύσας μόνον, ἀποπεραίνει τοῖς κάμνουσι τὸ ποθούμενον, τὸ Ἀπόλυσον αὐτοὺς, φασί· καὶ οὐκ αὐτοὶ μᾶλλον ἀκη διῶντες ὡς παρακμάσαντος τοῦ καιροῦ, ἀλλὰ τῆς εἰς τοὺς ὄχλους ἀγάπης ἐχόμενοι, καὶ οἷον μελετῶντες ἤδη τὴν ποιμενικὴν ἐπιστήμην, καὶ τοῦ κήδεσθαι λαῶν ἀρχόμενοι. Πλὴν ὅρα τὴν ἀπαράβλητον ἡμε ρότητα τοῦ παρακαλουμένου. Οὐ γὰρ μόνον ἐκεῖνα δίδωσιν, ἅπερ ἂν αἰτῶσιν ὑπάρξαι παρ' αὐτοῦ τοῖς ἀκολουθοῦσιν αὐτῷ, ἀλλὰ γὰρ προστίθησιν αὐτοῖς τὰ ἐκ τῆς φιλοτίμου δεξιᾶς, τοὺς ἀγαπῶντας αὐτὸν διὰ τρόπου παντὸς ἀνακτώμενος καὶ τρέφων εἰς εὐαν δρίαν δηλονότι πνευματικήν· ἐκέλευε γὰρ καὶ δια νέμειν αὐτοῖς τροφάς. Ἀλλ' ἦν ἄπορον τὸ χρῆμα τοῖς μαθηταῖς· ἐπεκομίζοντο γὰρ οὐδὲν, πλὴν ἄρτων πέντε καὶ ἰχθύων δύο· καὶ ἀπήγγελλον τοῦτο προσ ιόντες αὐτῷ.(B f. 90) Ἴνα δὲ καὶ ἔτι μεῖζον εἰς 72.645 ὕψος τὸ θαῦμα τρέχῃ, καὶ Θεὸς ὢν φύσει, διὰ τρό που παντὸς ἐπιγινώσκηται, πολυπλασιάζει τὸ βρα χύ· βλέπει τε εἰς οὐρανὸν, οἷον τὴν ἄνωθεν εὐλογίαν αἰτῶν. Ἕδρα δὲ καὶ τοῦτο δι' ἡμᾶς, οἰκονομικῶς· ἔστι μὲν γὰρ αὐτὸς ὁ πάντα πληρῶν, ἡ ἄνωθεν καὶ παρὰ Πατρὸς εὐδοκία. Ἵνα δὲ μάθωμεν ὅτι τραπέ ζης ἀρχόμενοι, καὶ μέλλοντες ἄρτον διακλᾷν, Θεῷ προσάγειν ὀφείλομεν, ὑπτίαις