ὥσπερ ἐνθέντες χερσὶ, καὶ τὴν ἄνωθεν εὐλογίαν ἐπ' αὐτὸν καταφέρειν, ἀρχὴ καὶ τύπος καὶ ὁδὸς τοῦ πράγματος γέγονεν ἡμῖν οἰκονομικῶς.(B f. 90 b) Εἶτα ὅποι ποτὲ προ έβη τὸ θαῦμα; Κατεκορέσθη πληθὺς ἀνδρῶν οὐκ ὀλίγων, εἰς πέντε γὰρ ἐξετείνετο χιλιάδας, χωρὶς γυναικῶν καὶ παιδίων. Τοῦτο γὰρ ἕτερός τις τῶν ἁγίων εὐαγγελιστῶν τοῖς ἑαυτοῦ προσεπήνεγκε λό γοις. Καὶ οὐ μέχρι τούτου τὸ παράδοξον· ἀλλὰ γὰρ καὶ κόφινοι συνελέγησαν κλασμάτων δώδεκα. Καὶ τί τὸ ἐντεῦθεν; Πληροφορία σαφὴς, ὅτι τῆς φιλοξενίας τὸ χρῆμα, πλουσίαν ἔχει παρὰ Θεοῦ τὴν ἀντέκτισιν. Ἔξεστι δὲ καὶ ἰδεῖν τοῖς ἀρχαιοτέροις θαύμασι τὰ νέα συμβαίνοντα, καὶ μιᾶς ὄντα καὶ τῆς αὐτῆς δυ νάμεως ἐνεργήματα. Ἔβρεξεν ἐν ἐρήμῳ τὸ μάννα τοῖς ἐξ Ἰσραήλ· "Ἄρτον οὐρανοῦ ἔδωκεν αὐτοῖς· ἄρτον ἀγγέλων ἔφαγεν ἄνθρωπος," κατὰ τὸ ἐν Ψαλμοῖς ὑμνούμενον. Ἀλλ' ἰδοὺ πάλιν ἐν ἐρήμῳ τοῖς ἐν ἐνδείᾳ τροφῆς κεχορήγηκεν ἀφθόνως, οἷον ἐξ οὐ ρανοῦ καθιεὶς αὐτήν. Τὸ γὰρ πολυπλασιάσαι τὸ βραχὺ, καὶ οἷον ἐκ τοῦ μηδενὸς τὴν οὕτω πολλὴν ἀποθρέψαι πληθὺν, οὐκ ἀπεοικὸς ἂν εἴη τῷ πρώτῳ σημείῳ. 9Ἐπηρώτησεν αὐτοὺς λέγων· Τίνα με λέγου σιν οἱ ὄχλοι εἶναι;9 (A f. 135 b) Πρῶτον ἐκεῖνο καὶ πρό γε τῶν ἄλλων ἄξιον ἰδεῖν, τί τὸ κεκληκὸς τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἐπὶ τοῦτο δραμεῖν, καὶ προτεῖναι τοῖς ἁγίοις ἀποστόλοις τὴν πεῦσιν, ἤγουν τὴν ἐρώτησιν. Οὐδὲν γὰρ ἔξω τοῦ καιροῦ καὶ τοῦ καθήκοντος λόγου, καὶ λαλεῖ καὶ ἐργάζεται. Τί οὖν ἆρα φαμέν; Ἔθρεψεν ἐν ἐρήμῳ τοὺς ὄχλους οὐκ εὐαριθμήτους ὄντας ἄρτοις πέντε, συνδιαθρύψας ἰχθύδια δύο· πεπλεόνακε δὲ οὔτως τὰ ἐκ μηδενὸς, ὥστε καὶ κλασμάτων ληφθῆναι κοφίνους δώδεκα. Κατεπλήττοντο τοίνυν ὁμοῦ τοῖς ὄχλοις οἱ μακάριοι μαθηταὶ καὶ Θεὸν ὄντα καὶ Θεοῦ Υἱὸν κατὰ ἀλήθειαν, δι' αὐτῶν τεθέανται τῶν κατ ωρθωμένων. Εἶτα τῶν ὄχλων ἀποφοιτήσας, καὶ γε γονὼς καταμόνας, εἰς προσευχὰς συνετείνετο, τύπον ἡμῖν ἑαυτὸν καὶ κατὰ τοῦτο τιθεὶς, μᾶλλον δὲ δι δασκαλικῶν μαθημάτων εὐτεχνίαν διδάσκων τοὺς μαθητάς. ∆εῖ γὰρ, οἶμαι, τοὺς λαῶν προεστηκότας, καὶ καθηγεῖσθαι λαχόντας τῶν αὐτοῦ θρεμμάτων, ἐν πράγμασιν ἀναγκαίοις εἶναι διὰ παντὸς, κἀκεῖνα δρῶντας ὁρᾶσθαι, τὰ ἐφ' οἷς ἥδηται Θεός. Καὶ τοῦτο εἰδὼς ὁ θεσπέσιος Παῦλος· "Ἀδιαλείπτως προσ εύχεσθε," φησίν. Οὐκοῦν ὁ μὲν τῶν ὅλων Σωτὴρ καὶ Κύριος, τύπον ἑαυτὸν, ὡς ἔφην, πολιτείας ἁγιο πρεποῦς ἐποιεῖτο τοῖς μαθηταῖς, καταμόνας προσ ευχόμενος μετὰ μόνων αὐτῶν. Ἀλλ' ἦν εἰκὸς θορυ βεῖν τὸ πρᾶγμα τοὺς μαθητάς· ἑώρων γὰρ ἀνθρω πίνως εὐχόμενον, ὃν χθὲς τεθέανται θαυματουρ 72.648 γοῦντα θεοπρεπῶς· οὐδὲν οὖν ἄρα τὸ ἀπεικὸς, ἐκεῖνό που τάχα πρὸς ἑαυτοὺς εἰπεῖν, τίνα τοῦτον εἶναι νομίσομεν; ἆρα Θεὸν, ἢ ἄνθρωπον, καὶ ὡς ἕνα τῶν καθ' ἡμᾶς ἤγουν τῶν ἁγίων προφητῶν; Θαυ ματουργεῖ μὲν γὰρ, ὡς Θεὸς, ἔστι δὲ ἀνάρμοστον αὐτῷ κατὰ φύσιν Θεῷ τὸ προσεύχεσθαι. Τίνος γὰρ ὅλως δεῖται Θεός; Ἵνα τοίνυν τὸν τῶν τοιούτων ἐν νοιῶν ἀποσοβήσῃ θόρυβον, ποιεῖται τὴν πεῦσιν· οὐδὲν μὲν ἠγνοηκὼς τῶν περὶ αὐτοῦ θρυλλουμένων παρά γε τοῖς ἔξω· ἀποφέρων δὲ μᾶλλον τῆς τῶν πολλῶν ὑπο νοίας, καὶ ὀρθὴν αὐτοῖς τὴν πίστιν ἐμφυτεῦσαι θέλων. "Τίνα δὴ οὖν, φησὶν, οἱ ὄχλοι με λέγουσιν εἶναι;" (B f. 91, E f.126 b) Ὁρᾷς τὸ τῆς πεύσεως εὐτεχνές; Οὐκ εὐθὺς εἶπεν· "Ὑμεῖς τίνα με λέγετε εἶναι;" Ἀποφέρει δὲ μᾶλλον, ἐπὶ τὸν τῶν ἔξω θρύλλον· ἵν' ἐκβαλὼν αὐτὸν καὶ ἀδόκιμον ἀποφήνας, μετασοβήσῃ λοιπὸν εἰς δόξαν ἀληθινὴν, ὃ δὴ καὶ πέπρακται. Εἰ πόντων γὰρ τῶν μαθητῶν τὴν τοῦ ὄχλου δόξαν, ἔφη αὐτοῖς· "Ὑμεῖς δὲ τίνα με λέγετε εἶναι; Ὢ πῶς ἐξαίρετον τὸ, ὑμεῖς! Ἔξω τίθησιν αὐτοὺς τῶν ἄλ λων, ἵνα καὶ τὰς ἐκείνων φύγωσιν ὑπονοίας, καὶ μὴ μικρὰν ἔχωσι περὶ αὐτοῦ τὴν δόξαν. Ὑμεῖς, φησὶν, οἱ ἐξειλεγμένοι, οἱ ψήφῳ τῇ παρ' ἐμοῦ κεκλημένοι πρὸς ἀποστολὴν, οἱ τῶν ἐμῶν τερατουργημάτων μάρτυρες, "τίνα με εἶναί φατε;" Προπηδᾷ δὲ πάλιν τῶν ἄλλων ὁ