61
ἐντυγχάνει ἡμῖν τε καί τισιν ἑτέροις τῶν σχολαστικῶν, πειρώμενος αὐτῶν τῆς σοφίας. ὡς δὲ πολλοῖς τῶν ἐν παιδείᾳ συνῳκείωτο, παρεδίδου τι μᾶλλον ὧν εἶχε.»« Ταῦτα καὶ ὁ Κλέαρχος. 9.6.1 Τούτου δὲ μνημονεύει καὶ ὁ ἡμέτερος Κλήμης ἐν τῷ πρώτῳ Στρωματεῖ, δι' ὧν ταῦτά φησι·
9.6.2 ʹ. ΚΛΗΜΕΝΤΟΣ ΠΕΡΙ ΤΩΝ ΜΝΗΜΟΝΕΥΣΑΝΤΩΝ ΤΟΥ ΙΟΥ∆ΑΙΩΝ
ΕΘΝΟΥΣ «Κλέαρχος δὲ ὁ Περιπατητικὸς εἰδέναι φησί τινα Ἰουδαῖον, ὃς Ἀριστοτέλει συνεγένετο.» Καὶ μεθ' ἕτερα ἐπιλέγει· 9.6.3 «Νουμᾶς δὲ ὁ Ῥωμαίων βασιλεὺς Πυθαγόρειος μὲν ἦν, ἐκ δὲ τῶν Μωσέως ὠφεληθεὶς διεκώλυσεν ἀνθρωποειδῆ καὶ ζῳόμορφον εἰκόνα θεοῦ Ῥωμαίους κτίζειν. ἐν γοῦν ἑκατὸν καὶ ἑβδομήκοντα τοῖς πρώτοις ἔτεσι ναοὺς οἰκοδομού9.6.4 μενοι ἄγαλμα οὐδὲν οὔτε πλαστὸν οὔτε μὴν γραπτὸν ἐποιήσαντο. ἐπεδείκνυτο γὰρ αὐτοῖς ὁ Νουμᾶς δι' ἐπικρύψεως ὡς οὐκ ἐφάψασθαι τοῦ βελτίστου δυνατὸν γλώσσῃ, μόνῳ δὲ τῷ νῷ.» Ἔτι πρὸς τούτοις ἑξῆς ὑποβὰς τάδε φησί· 9.6.5 «Φανερώτατα δὲ Μεγασθένης ὁ συγγραφεὺς ὁ Σελεύκῳ τῷ Νικάνορι συμβεβιωκὼς ἐν τῇ τρίτῃ τῶν Ἰνδικῶν ὧδε γράφει· «Ἅπαντα μέντοι τὰ περὶ φύσεως εἰρημένα παρὰ τοῖς ἀρχαίοις λέγεται καὶ παρὰ τοῖς ἔξω τῆς Ἑλλάδος φιλοσοφοῦσι, τὰ μὲν παρ' Ἰνδοῖς ὑπὸ τῶν Βραχμάνων, τὰ δὲ ἐν Συρίᾳ ὑπὸ τῶν καλουμένων Ἰουδαίων.»« 9.6.6 Ἔτι πρὸς τούτοις ὁ Κλήμης Ἀριστοβούλου τοῦ Περιπατητικοῦ καὶ Νουμηνίου τοῦ Πυθαγορείου μνημονεύει λέγων· «Ἀριστόβουλος δὲ ἐν τῷ πρώτῳ τῶν πρὸς τὸν Φιλομήτορα κατὰ λέξιν γράφει· «Κατηκολούθηκε δὲ ὁ Πλάτων τῇ καθ' ἡμᾶς νομοθεσίᾳ καὶ φανερός ἐστι 9.6.7 περιειργασμένος ἕκαστα τῶν ἐν αὐτῇ λεγομένων. διηρμήνευται δὲ πρὸ ∆ημητρίου ὑφ' ἑτέρων, πρὸ τῆς Ἀλεξάνδρου καὶ Περσῶν ἐπικρατήσεως, τά τε κατὰ τὴν ἐξ Αἰγύπτου ἐξαγωγὴν τῶν Ἑβραίων τῶν ἡμετέρων πολιτῶν καὶ ἡ τῶν γεγονότων ἁπάντων αὐτοῖς ἐπιφάνεια καὶ κράτησις τῆς χώρας καὶ τῆς 9.6.8 ὅλης νομοθεσίας ἐπεξήγησις· ὥστε εὔδηλον εἶναι τὸν προειρημένον φιλόσοφον εἰληφέναι πολλά· γέγονε γὰρ πολυμαθὴς καθὼς καὶ Πυθαγόρας, πολλὰ τῶν παρ' ἡμῖν μετενέγκας εἰς τὴν ἑαυτοῦ δογματοποιίαν.» 9.6.9 Νουμήνιος δὲ ὁ Πυθαγορικὸς φιλόσοφος ἄντικρυς γράφει· «Τί γάρ ἐστι Πλάτων ἢ Μωσῆς ἀττικίζων;»« Ταῦτα ὁ Κλήμης. 9.7.1 Καὶ αὐτοῦ δὲ τοῦ Πυθαγορικοῦ φιλοσόφου, τοῦ Νουμηνίου λέγω, ἀπὸ τοῦ πρώτου Περὶ τἀγαθοῦ τάδε παραθήσομαι·
ζʹ. ΝΟΥΜΗΝΙΟΥ ΤΟΥ ΠΥΘΑΓΟΡΙΚΟΥ ΦΙΛΟΣΟΦΟΥ ΠΕΡΙ ΙΟΥ∆ΑΙΩΝ
«Εἰς δὲ τοῦτο δεήσει εἰπόντα καὶ σημηνάμενον ταῖς μαρτυρίαις ταῖς Πλάτωνος ἀναχωρήσασθαι καὶ ξυνδήσασθαι τοῖς λόγοις τοῦ Πυθαγόρου, ἐπικαλέσασθαι δὲ τὰ ἔθνη τὰ εὐδοκιμοῦντα, προσφερόμενον αὐτῶν τὰς τελετὰς καὶ τὰ δόγματα τάς τε ἱδρύσεις συντελουμένας Πλάτωνι ὁμολογουμένως, ὁπόσας Βραχμᾶνες καὶ Ἰουδαῖοι καὶ Μάγοι καὶ Αἰγύπτιοι διέθεντο.» Ταῦτα μὲν οὖν περὶ τῶνδε. Καὶ ἐν τῇ τρίτῃ δὲ βίβλῳ Μωσέως ὁ αὐτὸς τάδε λέγων μνημονεύει·
ηʹ. ΤΟΥ ΑΥΤΟΥ ΠΕΡΙ ΜΩΣΕΩΣ ΟΜΟΥ ΚΑΙ ΠΕΡΙ ΙΟΥ∆ΑΙΩΝ