1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

61

ὅτι σε ταπεινοῖ ἡ τῶν χρημάτων ζημία, καὶ πείθει κατὰ τοῦ. ∆εσπότου δυσχερᾶναι, οὐδέποτε ἀποστήσεται τοῦτο ἐργαζόμενος· ἂν δὲ θεάσηται, ὅτι οὐ μόνον οὐ βλασφημεῖς τὸν πεποιηκότα Θεὸν, ἀλλὰ καὶ εὐχαριστεῖς μᾶλλον αὐτῷ, ἐφ' ἑκάστῳ τῶν συμβαινόντων δεινῶν, ἀποστήσεται ἐπάγων τοὺς πειρασμοὺς, εἰδὼς, ὅτι εὐχαριστίας ὑπόθεσίς σοι γίνεται τῶν δεινῶν ἡ πεῖρα, καὶ λαμπροτέρους σοι τοὺς στεφάνους ἐργάζεται· ὅπερ καὶ ἐπὶ τοῦ Ἰὼβ γέγονεν. Ἀφελόμενος γὰρ αὐτοῦ τὰ χρήματα, καὶ τὸ σῶμα πατάξας, ἐπειδὴ εἶδεν εὐχάριστον μᾶλλον γινόμενον, οὐκ ἔτι προσελθεῖν ἐτόλμησεν, ἀλλ' αἰσχρὰν καὶ ἀσύγγνωστον ὑπομείνας ἧτταν ἀπῄει, λαμπρότερον ἐργασάμενος τοῦ Θεοῦ τὸν ἀθλητήν. Καὶ ὁ μὲν Ἰὼβ μετὰ τὸ τοὺς στεφάνους τῆς ὑπομονῆς καὶ τῆς ἀνδρίας ἅπαντας ἀναδήσασθαι, διπλᾶ τὰ ἀπολωλότα ἀπείληφεν ἅπαντα· σὺ δὲ οὐχὶ διπλᾶ καὶ τριπλᾶ, ἀλλ' ἑκατονταπλασίονα ἀπολήψῃ πάντα, ἂν φέρῃς γενναίως, καὶ ζωὴν αἰώνιον κληρονομήσεις· ἧς γένοιτο πάντας ἡμᾶς ἐπιτυχεῖν, χάριτι καὶ φιλανθρωπίᾳ τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, ᾧ ἡ δόξα καὶ τὸ κράτος εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν. 63.645 ΛΟΓΟΣ ΙΒʹ. Περὶ γαστριμαργίας καὶ μέθης. Βούλεσθε ἴδωμεν τίνα ἡδονὴν ὁ πλοῦτος ἔχει καὶ τίνα τιμήν; τὰς τραπέζας τῶν πλουτούντων ἐξετάσωμεν καὶ τῶν πενομένων, καὶ ἐρώμεθα τοὺς ἑστιωμένους, τίνες μάλιστά εἰσιν οἱ καθαρὰν καὶ γνησίαν καρπούμενοι ἡδονὴν, οἱ πρὸς διαμεμετρημένην τὴν ἡμέραν ἐπὶ τῶν στιβάδων κατακείμενοι, καὶ τὰ δεῖπνα τοῖς ἀρίστοις συνάπτοντες, καὶ τὴν γαστέρα διαῤῥηγνύντες, καὶ τὰς αἰσθήσεις πληροῦντες, καὶ τῷ ὑπερόγκῳ τῶν ἐδεσμάτων φορτίῳ τὸ πλοῖον καταποντίζοντες, καὶ ὑπέραντλον ποιοῦντες τὴν ναῦν, καθάπερ ἐν ναυαγίῳ τοῦ σώματος καταποντίζοντες αὐτὴν, καὶ πέδας καὶ χειροπέδας καὶ γλωσσοπέδας 63.646 ἐπινοοῦντες, καὶ ἅπαν καταδεσμοῦντες τὸ σῶμα ἁλύσεως σιδηρᾶς χαλεπωτέρῳ δεσμῷ, τῷ τῆς μέθης καὶ τρυφῆς, καὶ μήτε ὕπνον αἱρούμενοι γνήσιον καὶ εἰλικρινῆ, μήτε ὀνειράτων ἀπηλλαγμένοι φοβερῶν, τῶν τε μαινομένων ὄντες ἀθλιώτεροι, καὶ αὐθαίρετον τὸν δαίμονα ἐπεισάγοντες τῇ ψυχῇ. καὶ γέλως προκείμενοι τῷ θεάτρῳ τῶν οἰκετῶν, καὶ μηδένα εἰδότες τῶν παρόντων, μήτε εἰπεῖν μήτε ἀκοῦσαι δυνάμενοι, ἀλλὰ φοράδην ἀπὸ τῶν στιβάδων ἐπὶ τὴν κλίνην ἀγόμενοι· ἢ οἱ νήφοντες καὶ ἐγρηγορότες καὶ τῇ χρείᾳ τὸ μέτρον ὁρίζοντες, καὶ μέγιστον ἥδυσμα τὸ πεινῇν καὶ τὸ διψῇν ἔχοντες. Οὐδὲν γὰρ οὕτως ἡδονὴν καὶ ὑγείαν ἐργάζεται, ὡς τὸ πεινῶντα καὶ διψῶντα οὕτω τῶν προκειμένων ἅπτεσθαι, καὶ κόρον εἰδέναι τὴν 63.647 χρείαν μόνην, καὶ μὴ μεῖζον τῆς δυνάμεως ἐπιτιθέναι τὸ ἄχθος τῷ σώματι. Εἰ δὲ ἀπιστεῖς μου τῷ λόγῳ, κατάμαθε τὰ ἑκατέρων σώματα, καὶ τὴν ἑκάστου ψυχήν· οὐχὶ τῶν μὲν συμμέτρως ἑστιωμένων εὔρωστα τὰ σώματα, καὶ αἱ αἰσθήσεις τὴν οἰκείαν χρείαν πληροῦσαι μετὰ πολλῆς τῆς εὐκολίας; ἐκείνων δὲ πλαδαρὰ καὶ κηροῦ παντὸς μαλακώτερα, καὶ ἑσμῷ νοσημάτων πολιορκούμενα; Καὶ γὰρ ποδαλγίαι ταχέως αὐτοῖς ἐφίπτανται, καὶ τρόμος ἄκαιρος, καὶ γῆρας ἄωρον, καὶ κεφαλαλγίαι καὶ διατάσεις καὶ στομάχων πληρώσεις καὶ ὀρέξεων ἀναιρέσεις, καὶ διηνεκῶν δέονται ἰατρῶν, καὶ συνεχῶν τῶν φαρμάκων, καὶ καθημερινῆς τῆς θεραπείας. Ταῦτα οὖν ἡδονῆς, εἰπέ μοι; καὶ τίς ἂν εἴποι τῶν εἰδότων ὅ τί ποτέ ἐστιν ἡδονή; Ἡδονὴ γὰρ γίνεται τότε, ὅταν ἐπιθυμίας ἡγουμένης ἀπόλαυσις ᾖ· ἐπεὶ, ἐὰν ἀπόλαυσις μὲν ᾖ, ἐπιθυμία δὲ μηδαμοῦ φαίνηται, τὰ τῆς ἡδονῆς πάντως οἴχεται καὶ ἠφάνισται. Καὶ καθάπερ πλοῖον μεῖζον τῆς οἰκείας συμμετρίας τὸ πλῆθος τῶν ἀγωγίμων δεξάμενον, τῷ μεγέθει τοῦ φόρτου βαρυνόμενον ὑποβρύχιον γίνεται· οὕτω καὶ ἡ ψυχὴ καὶ τοῦ σώματος ἡμῶν ἡ φύσις πλείονα δεξαμένη τῆς οἰκείας δυνάμεως τὰ σιτία, ὑπέραντλος γίνεται, καὶ τὸ βάρος οὐ στέγουσα τῶν ἐπιβληθέντων, εἰς τὸ τῆς ἀπωλείας καταποντίζεται πέλαγος, καὶ ναύτας καὶ κυβερνήτην καὶ πρωρέα καὶ ἐπιβάτας καὶ αὐτὸν τὸν φόρτον μετὰ πάντων προσαπολλύει. Ὥσπερ οὖν ἐπὶ τῶν οὕτω διακειμένων πλοίων, οὐ γαλήνη θαλάσσης,