Πέτρος, καὶ παντὸς τοῦ χοροῦ γίνεται στόμα, καὶ τὰς φιλοθέους ἐρεύ γεται φωνάς· ἀκριβῆ δὲ τῆς εἰς αὐτὸν πίστεως ὁμο λογίαν ἐκφέρει, λέγων, Τὸν Χριστὸν τοῦ Θεοῦ. Ἀσφα λὴς ὁ μαθητής· οὐ γάρ τοι φησὶν ἁπλῶς Χριστὸν αὐτὸν εἶναι, τοῦ Θεοῦ τὸν Χριστὸν δὲ μᾶλλον. Πλεῖστοι μὲν γὰρ οἱ, ὡς ἀπό γε τοῦ κεχρῖσθαι παρὰ Θεοῦ, κατὰ διαφόρους τρόπους ὠνομασμένοι χριστοί· οἱ μὲν γὰρ ἐχρίσθησαν εἰς βασιλέας, οἱ δὲ εἰς προφή τας, οἱ δὲ καὶ τὴν δι' αὐτοῦ τοῦ πάντων ἡμῶν Σω τῆρος Χριστοῦ λαβόντες λύτρωσιν, τουτέστιν ἡμεῖς, καὶ τῷ ἁγίῳ Πνεύματι κατακεχρισμένοι, τὴν τοῦ χριστοῦ κλῆσιν ἐσχήκαμεν. Εἴρηται γοῦν διὰ τῆς τοῦ Ψάλλοντος φωνῆς περὶ τῶν ἀρχαιοτέρων· "Μὴ ἅπτε σθε τῶν χριστῶν μου, καὶ ἐν τοῖς προφήταις μου μὴ πονηρεύεσθε." Ἡμῶν δὲ πέρι διὰ φωνῆς Ἀββακούμ· "Ἐξῆλθες εἰς σωτήριαν λαοῦ σου, τοῦ σῶσαι τοὺς χριστούς σου." Οὐκοῦν πλεῖστοι μὲν οἱ χριστοὶ, κέκληνται δὲ οὕτως ἐπὶ τοῦ πράγματος· εἷς δὲ καὶ μόνος ὁ τοῦ Θεοῦ καὶ Πατρός· οὐχ ὡς ἡμῶν μὲν ὄντων χριστῶν, καὶ οὐ Θεοῦ μᾶλλον, ἀλλ' ἑτέρου τινός· ἀλλ' ὡς αὐτοῦ καὶ μόνου, ἴδιον ἔχον τος Πατέρα, τὸν ἐν τοῖς οὐρανοῖς. ∆ῆλον οὖν ἐστιν ὅτι τῆς ἑτέρων πληθύος ὑπεξαίρων αὐτὸν, προσ νενέμηκε τῷ Πατρὶ, ὡς ὄντα μόνον αὐτοῦ. Θεὸς γὰρ ὢν φύσει, καὶ ἐκ Θεοῦ Πατρὸς ἐλλάμψας ἐξαιρέ τως ὁ μονογενὴς αὐτοῦ Λόγος, γέγονε σὰρξ, κατὰ τὸ γεγραμμένον· ἐκεῖνό γε μὴν ἀναγκαῖον εἰδέναι· ἐν γὰρ τῇ τοῦ Ματθαίου συγγραφῇ, τὸν μακάριον μαθητὴν εὑρήσομεν εἰπόντα· "Σὺ εἶ ὁ Χριστὸς, ὁ Υἱὸς τοῦ Θεοῦ τοῦ ζῶντος." Ἐπιτεμὼν δὲ ὥσπερ 72.649 τὴν οἰκονομίαν ὁ σοφώτατος Λουκᾶς, συμφέρεται μὲν κατὰ τὰς ἐννοίας, βραχυλογήσας δέ φησι, εἰπεῖν αὐτὸν τὸν Χριστὸν τοῦ Θεοῦ· ἀλλ' ἐνταῦθα μὲν ὁ παρὰ τοῦ Σωτῆρος γεγονὼς πρὸς αὐτὸν, σεσίγηται λόγος. Ἐν δὲ τῷ Ματθαίῳ πάλιν εἰπόντα σαφῶς εὑρήσομεν· "Μακάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ, ὅτι σὰρξ καὶ αἷμα οὐκ ἀπεκάλυψέ σοι, ἀλλ' ὁ Πατήρ μου ὁ ἐν τοῖς οὐρανοῖς." Ἐστὶν οὖν ὁμολογουμένως θεο δίδακτος ὁ μαθητὴς, εἰς ἐπίγνωσιν αὐτὸν τοῦ κατὰ Χριστὸν μυστηρίου ποδηγήσαντος αὐτοῦ τοῦ Πατρός. Σημειωτέον δὲ ὡς ἕνα τὸν Χριστὸν ὡμολόγει ὁ σο φώτατος Πέτρος, διὰ τοὺς εἰς δύο τέμνειν τολμῶντας Χριστοὺς τὸν Ἐμμανουήλ. Οὐ γὰρ ἤρετο αὐτοὺς λέγων· Τίνα λέγουσιν οἱ ἄνθρωποι εἶναι τὸν τοῦ Θεοῦ Λόγον, ἀλλὰ "Τὸν Υἱὸν τοῦ ἀνθρώπου·" καὶ τοῦ τον ὁ Πέτρος ὡμολόγει εἶναι τὸν Χριστὸν τοῦ Θεοῦ. Πῶς δὲ ἀξιοθαύμαστος ἡ ὁμολογία Πέτρου, εἰ μηδὲν ἔχοι τὸ βαθὺ καὶ κεκρυμμένον, καὶ οἷον ἄποπτον τοῖς πολλοῖς; Τί γὰρ ὅλως ἀπεκάλυψεν αὐτῷ ὁ Θεὸς καὶ Πατήρ; Ὅτι ἄνθρωπός ἐστι; Τοῦτο θεοδίδακτόν ἐστιν μυστήριον; Ἐπὶ τούτῳ τεθαύμασται, καὶ τῶν οὕτως ἐξαιρέτων ἠξιώθη γερῶν; Ἤκουσε γάρ· "Μα κάριος εἶ, Σίμων Βὰρ Ἰωνᾶ." Ἀλλὰ τεθαύμασται, καὶ σφόδρα δικαίως. ∆ιὰ ποίαν αἰτίαν; Ὃν γὰρ τε θέαται ἐν εἴδει τῷ καθ' ἡμᾶς, τοῦτον πεπίστευκεν εἶναι τὸν Χριστὸν τοῦ Πατρὸς, τουτέστι σαρκωθέντα καὶ ἐνανθρωπήσαντα τὸν ἐκ τῆς οὐσίας αὐτοῦ προ ελθόντα Λόγον. 9Ὁ δὲ ἐπιτιμήσας αὐτοῖς, παρήγγειλε μηδενὶ εἰπεῖν τοῦτο.9 (A f. 136 b) Ὁμολογήσαντος τὴν πίστιν τοῦ μα θητοῦ, ἐπετίμησεν αὐτοῖς ὁ Κύριος, ἵνα μηδενὶ εἴ πωσιν ὅτι αὐτός ἐστιν ὁ Χριστός. Καί τοι πῶς μᾶλλον ἔδει τοὺς μαθητὰς τοῖς ἁπανταχόσε κηρύττειν αὐτόν· Τοῦτο γὰρ ἦν ἔργον τῶν παρ' αὐτοῦ προκεχειρισμέ νων εἰς ἀποστολήν· ἀλλ' ὥς φησι τὸ Γράμμα τὸ ἱερὸν, καιρὸς παντὶ πράγματι· ἔδει τοῖς παρ' ἑαυτοῦ κηρύγμασι ἀκολουθῆσαι τὰ λείποντα τοῖς ἤδη προτε τελεσμένοις· τοῦτο δὲ ἦν ὁ σταυρὸς, τὸ πάθος, ὁ κατὰ σάρκα θάνατος, ἡ ἐκ νεκρῶν ἀνάστασις· τὸ μέγα καὶ ἐξαίσιον ἀληθῶς σημεῖον, δι' οὗ μεμαρτύ ρηται Θεὸς ὢν ἀληθινὸς, καὶ Υἱὸς κατὰ φύσιν τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ Ἐμμανουήλ. Τὸ γὰρ ὅλως καταργῆσαι θάνατον, καὶ ἀνατρέψαι τὴν φθορὰν καὶ σκυλεῦσαι τὸν ᾅδην, καὶ καταλῦσαι τοῦ διαβόλου τὴν τυραννίδα, καὶ ἐκ μέσου ποιῆσαι τὴν ἁμαρτίαν, καὶ ἀνοῖξαι