1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

62

«Τὰ δ' ἑξῆς Ἰαννῆς καὶ Ἰαμβρῆς Αἰγύπτιοι ἱερογραμματεῖς, ἄνδρες οὐδενὸς ἥττους μαγεῦσαι κριθέντες εἶναι, ἐπὶ Ἰουδαίων ἐξελαυνομένων ἐξ 9.8.2 Αἰγύπτου. Μουσαίῳ γοῦν τῷ Ἰουδαίων ἐξηγησαμένῳ, ἀνδρὶ γενομένῳ θεῷ εὔξασθαι δυνατωτάτῳ, οἱ παραστῆναι ἀξιωθέντες ὑπὸ τοῦ πλήθους τοῦ τῶν Αἰγυπτίων οὗτοι ἦσαν τῶν τε συμφορῶν, ἃς ὁ Μουσαῖος ἐπῆγε τῇ Αἰγύπτῳ, τὰς νεανικωτάτας αὐτῶν ἐπιλύεσθαι ὤφθησαν δυνατοί.» 9.8.3 ∆ιὰ δὴ τούτων ὁ Νουμήνιος καὶ τοῖς ὑπὸ Μωσέως ἐπιτελεσθεῖσι παραδόξοις θαύμασι καὶ αὐτῷ δὲ ὡς θεοφιλεῖ γενομένῳ μαρτυρεῖ. 9.9.1 «Τοῦ δὲ Ἰουδαίων ἔθνους καὶ Χοιρίλος, ἀρχαῖος γενόμενος ποιητής, μέμνηται καὶ ὡς συνεστράτευσαν τῷ βασιλεῖ Ξέρξῃ ἐπὶ τὴν Ἑλλάδα. λέγει δὲ οὕτως·

θʹ. ΧΟΙΡΙΛΟΥ ΠΟΙΗΤΟΥ ΠΕΡΙ ΙΟΥ∆ΑΙΩΝ

Τῶν δ' ὄπιθεν διέβαινε γένος θαυμαστὸν ἰδέσθαι, γλῶσσαν μὲν Φοίνισσαν ἀπὸ στομάτων ἀφιέντες, ᾤκουν δ' ἐν Σολύμοις ὄρεσι πλατέῃ παρὰ λίμνῃ, αὐχμαλέοι κεφαλάς, τροχοκουράδες· αὐτὰρ ὕπερθεν ἵππων δαρτὰ πρόσωπ' ἐφόρουν ἐσκληκότα καπνῷ.» 9.9.2 δῆλον δ' ἐστὶν ὅτι περὶ Ἰουδαίων αὐτῷ ταῦτ' εἴρηται ἐκ τοῦ καὶ τὰ Ἱεροσόλυμα ἐν τοῖς παρ' Ἕλλησι Σολύμοις ὀνομαζομένοις ὄρεσι κεῖσθαι, πλησίον δὲ εἶναι τὴν Ἀσφαλτῖτιν λίμνην, πλατυτάτην οὖσαν κατὰ τὸν ποιητὴν καὶ μείζονα πασῶν τῶν ἐν τῇ Συρίᾳ λιμνῶν.» Ταῦτα μὲν οὖν καὶ οὗτος. 9.10.1 Ὁ δὲ Πορφύριος ἐν τῷ πρώτῳ τῆς Ἐκ λογίων φιλοσοφίας αὐτὸν εἰσάγει τὸν ἑαυτοῦ θεὸν τῷ Ἑβραίων γένει μετὰ τῶν ἄλλων τῶν ἐπὶ συνέσει 9.10.2 βοωμένων ἐθνῶν σοφίαν ἐπιμαρτυροῦντα. λέγει δὲ ὁ παρ' αὐτῷ Ἀπόλλων δι' οὗ ἐκτίθεται χρησμοῦ τάδε·

ιʹ. ΕΚ ΤΩΝ ΠΟΡΦΥΡΙΟΥ ΧΡΗΣΜΟΙ ΤΟΥ ΑΠΟΛΛΩΝΟΣ ΠΕΡΙ ΕΒΡΑΙΩΝ

Ἐκκειμένων δέ, ἔτι περὶ τῶν θυσιῶν ἐπάγει οἷς προσέχειν δεῖ, ἅτε μεστοῖς οὖσι πάσης θεοσοφίας· «αἰπεινὴ μὲν ὁδὸς μακάρων τρηχεῖά τε πολλόν, χαλκοδέτοις τὰ πρῶτα διοιγομένη πυλεῶσιν· ἀτραπιτοὶ δὲ ἔασιν ἀθέσφατοι ἐγγεγαυῖαι, ἃς πρῶτοι μερόπων ἐπ' ἀπείρονα πρῆξιν ἔφηναν οἱ τὸ καλὸν πίνοντες ὕδωρ Νειλώτιδος αἴης· πολλὰς καὶ Φοίνικες ὁδοὺς μακάρων ἐδάησαν, Ἀσσύριοι Λυδοί τε καὶ Ἑβραίων γένος ἀνδρῶν·» καὶ τὰ τούτοις ἀκόλουθα. οἷς ὁ συγγραφεὺς ἐπιλέγει· 9.10.3 «Χαλκόδετος γὰρ ἡ πρὸς θεοὺς ὁδὸς αἰπεινή τε καὶ τραχεῖα, ἧς πολλὰς ἀτραποὺς βάρβαροι μὲν ἐξεῦρον, Ἕλληνες δὲ ἐπλανήθησαν, οἱ δὲ κρατοῦντες ἤδη καὶ διέφθειραν. τὴν δὲ εὕρεσιν Αἰγυπτίοις ὁ θεὸς ἐμαρτύρησε Φοίνιξί τε 9.10.4 καὶ Χαλδαίοις Ἀσσύριοι γὰρ οὗτοι Λυδοῖς τε καὶ Ἑβραίοις. ἔτι πρὸς τούτοις καὶ ἐν ἑτέρῳ χρησμῷ φησιν ὁ Ἀπόλλων· μοῦνοι Χαλδαῖοι σοφίην λάχον ἠδ' ἄρ' Ἑβραῖοι, αὐτογένεθλον ἄνακτα σεβαζόμενοι θεὸν ἁγνῶς. 9.10.5 καὶ πάλιν ἐρωτηθείς, τίνι λόγῳ πολλοὺς λέγουσιν οὐρανούς, ἔχρησε τάδε· εἷς ἐν παντὶ πέλει κόσμου κύκλος, ἀλλὰ σὺν ἑπτὰ ζώναισιν πεφόρηται ἐς ἀστερόεντα κέλευθα, ἃς δὴ Χαλδαῖοι καὶ ἀριζήλωτοι Ἑβραῖοι οὐρανίας ὀνόμηναν, ἐς ἑβδόματον δρόμον ἕρπειν.» 9.10.6 Περὶ μὲν οὖν τῆς Ἰουδαίων τε καὶ Ἑβραίων προσηγορίας τῆς τε παρ' αὐτοῖς πάλαι διαπρεπούσης εὐσεβείας τε καὶ φιλοσοφίας ἐκκείσθω ταῦτα. 9.10.7 περὶ δὲ τῆς πατρίου αὐτῶν ἱστορίας θέα ὁπόσοι συνεφώνησαν· Μωσέως ἐν ταῖς περὶ τοῦ παντὸς ἀρχαιολογίαις κατακλυσμὸν ἱστορήσαντος καὶ ὡς ὁ παρ' Ἑβραίοις ὀνομαζόμενος Νῶε ἐν λάρνακι ξύλου πεποιημένῃ μετὰ τῶν οἰκείων διασέσωσται, Βηρωσσὸς ὁ Χαλδαῖος καὶ Ἱερώνυμος ὁ Αἰγύπτιος Νικόλαός τε ὁ ∆αμασκηνός, ἱστορικοὶ