62
οὐκ ἐπιστήμη κυβερνήτου, οὐ ναυτῶν πλῆθος, οὐ κατασκευῆς ἐπιτηδειότης, οὐχ ὥρα ἔτους εὔκαιρος, οὐκ ἄλλο οὐδὲν τὴν οὕτω χειμαζομένην ὀνίνησι ναῦν· οὕτω δὴ καὶ ἐπὶ τῶν τρυφώντων γίνεται· οὐ διδασκαλία καὶ παραίνεσις, οὐ νουθεσία καὶ συμβουλία, οὐ φόβος τῶν μελλόντων, οὐκ αἰδὼς, οὐ κατηγορία τῶν παρόντων, καὶ ἄλλο οὐδὲν διασῶσαι δύναται τὴν οὕτω χειμαζομένην ψυχήν. Ἀλλὰ καὶ πρὸς τὴν παροῦσαν ζωὴν ὁ τοιοῦτος ἄχρηστος γίνεται, καὶ πρὸς πᾶν ἔργον ἀγαθὸν ἀδόκιμος· ἐντεῦθεν, οὐκ ἄλλοθεν, χαλεποῖς καὶ ἀνιάτοις ἁλίσκονται νοσήμασιν οἱ τρυφῇ συζῶντες διηνεκεῖ, καὶ διὰ τοῦτο νομίζοντες εἰς τόνδε παρῆχθαι τὸν βίον, ἵνα τρυφήσαντες, καὶ τὴν γαστέρα διαῤῥήξαντες, καὶ τὸ σῶμα πιάναντες, οὕτως ἀπέλθωσι, δαψιλεστέραν τῷ σκώληκι παρασκευάζοντες τράπεζαν τὴν ἐξ οἰκείων σαρκῶν. Καὶ γὰρ τρόμοις καὶ παρέσει καὶ φθόῃ καὶ κορύζαις καὶ ποδαλγίαις καὶ ἑτέροις πλείοσιν, ἅπερ ἰατρῶν λέγουσι παῖδες, ἁλώσιμοι γίγνονται. ∆ηλητηρίων γὰρ φαρμάκων οὐδὲν ἄμεινον αἱ τοιαῦται διακείσονται τράπεζαι· μᾶλλον δὲ εἰ δεῖ τἀληθὲς εἰπεῖν, καὶ πολλῷ χεῖρον. Τὰ μὲν γὰρ εὐθέως ἀπήνεγκε τὸν λαβόντα, καὶ τὴν τελευτὴν ἀναισθήτως ἐπήγαγεν, ὡς μηδὲ αὐτῷ τούτῳ λυπῆσαι τὸν ἀποθανόντα· αὗται δὲ ζωὴν μυρίων θανάτων χαλεπωτέραν ἐπάγουσι τοῖς αὐτὰς περὶ πολλοῦ ποιουμένοις. Καὶ τὰ μὲν ἄλλα πάθη πολλοὺς ἔχει τοὺς συναλγοῦντας· ὅσα δὲ ἀπὸ τρυφῆς καὶ μέθης γέγονεν, οὐδὲ βουλομένους τοὺς ὁρῶντας ἀφίησι συναλγῆσαι τοῖς ὑπ' αὐτῶν χειρωθεῖσιν· ἀλλ' ἡ μὲν ὑπερβολὴ τοῦ κακοῦ πρὸς ἔλεον ἐπικάμπτει, ἡ δὲ ὑπόθεσις τοῦ νοσήματος παροξύνει τὸν εἰδότα. Οὐδὲ γὰρ ὑπὸ τῆς φύσεως ἐπηρεάσθησαν καθάπερ ἐκεῖνοι, οὐδὲ ὑπὸ τῶν ἀνθρώπων ἐπεβουλεύθησαν, ἀλλ' αὐτοὶ δημιουργοὶ τῶν νοσημάτων ἑαυτοῖς τούτων ἐγένοντο, ἑκόντες ἑαυτοὺς ἐκριπτοῦντες εἰς τὸ τῶν κακῶν βάραθρον. Οὐχ οὕτω σκορπίος ἢ ὄφις τοῖς σπλάγχνοις ἡμῖν 63.648 ἐγκαθήμενος λυμαίνεται πανταχόσε, ὡς ἡ τῆς τρυφῆς ἐπιθυμία πάντα ἀνατρέπει καὶ ἀπόλλυσι. Τοῖς μὲν γὰρ θηρίοις ἐκείνοις μέχρι τοῦ σώματος ἡ ἐπιβουλή· αὕτη δὲ ὅταν ἐγκαθεσθῇ, μετὰ τοῦ σώματος καὶ τὴν ψυχὴν προσαπόλλυσιν. Εἰ οὖν λύμη πάντων ἐστὶ τὸ πρᾶγμα καὶ κατάγελως ἔσχατος, ὑμῶν αὐτῶν φείσασθε τῆς τοῦ σώματος ὑγείας. Οὐ λέγω πρὸς σκληραγωγίαν ἑαυτοὺς ἀγαγεῖν, ἂν μὴ βούλησθε· τὸ περιττὸν ἀνέλωμεν, τὸ τῆς χρείας ἔξω περικόψωμεν. Ποίαν γὰρ συγγνώμην ἔχομεν, ὅταν ἕτεροι μὲν μηδὲ τῆς χρείας ἀπολαύωσι κύριοι ὄντες, ἡμεῖς δὲ ὑπὲρ τὴν χρείαν τρυφῶντες ὦμεν; Τίνα γὰρ ἂν εἴποιμεν τρυφᾷν μᾶλλον, τὸν λαχάνοις τρεφόμενον καὶ ὑγιαίνοντα, καὶ μηδὲν ἔχοντα ἀηδὲς, ἢ τὸν Συβαριτικὴν παρατιθέμενον τράπεζαν, καὶ μυρίων γέμοντα νοσημάτων; Εὔδηλον ὅτι ἐκεῖνον. Οὐκοῦν μηδὲν πλέον ζητῶμεν τῆς χρείας, ἀλλ' ὁ μὲν ὀσπρίοις δυνάμενος ἀρκεῖσθαι καὶ ὑγιαίνειν, μηδὲν πλέον ἐπιζητείτω· ὁ δὲ ἀσθενέστερος, καὶ τῆς διὰ τῶν λαχάνων δεόμενος θεραπείας, μὴ κωλυέσθω. Εἰ δὲ καὶ τούτου τις ἀσθενέστερος εἴη, καὶ τῆς συμμέτρου τῆς ἀπὸ τῶν κρεῶν δέοιτο βοηθείας, οὐδὲ τοῦτον ἀπείρξομεν. Οὐδὲ γὰρ ἵνα ἀνέλωμεν τοὺς ἀνθρώπους καὶ διαφθείρωμεν, ταῦτα συμβουλεύομεν, ἀλλ' ἵνα τὰ περιττὰ περικόψωμεν· περιττὸν δέ ἐστιν, ὃ τῆς χρείας πλέον ἐστίν. Ὅταν γὰρ καὶ χωρὶς τούτου δυνάμεθα διάγειν ὑγιεινῶς καὶ εὐσχημόνως, περιττὸν πάντως ἐκεῖνό ἐστι προστεθέν. Οὐχ ὁρᾶτε πρὸς τίνας ἡμῖν ἡ πάλη; πρὸς τὰς ἀσωμάτους δυνάμεις. Πῶς οὖν σάρκες ὄντες τούτων περιεσόμεθα; Εἰ γὰρ πρὸς ἀνθρώπους τις παλαίων δεῖται σωφρόνως ἑστιᾶσθαι, πολλῷ μᾶλλον πρὸς δαίμονας· ὅταν δὲ μετὰ τῆς πολυσαρκίας καὶ τῷ πλούτῳ ὦμεν προσδεδεμένοι, πόθεν κρατήσαιμεν τῶν ἀντιπάλων; Ὥσπερ γὰρ ἐπὶ τῆς κιθάρας, ὅταν ὦσι φθόγγοι ἀπαλοὶ καὶ μαλθακοὶ καὶ μὴ διατεταμένοι καλῶς, καὶ ἡ τῆς τέχνης ἀρετὴ ὑποτέμνεται, ἀναγκαζομένη δουλεύειν τῇ κακίᾳ τῶν νευρῶν· οὕτω καὶ ἐπὶ τοῦ σώματος, ὅταν πολλῆς ἀπολαύῃ παρ' ἡμῶν τῆς θεραπείας, πικρὰν ὑπομένει τὴν δουλείαν ἡ ψυχή. Μὴ τοίνυν λιπαίνωμεν τὸ σῶμα, μηδὲ ἐξίτηλον αὐτὸ καὶ χαῦνον τῇ τρυφῇ καθιστῶμεν. Οὐ