τοῖς ἐπὶ γῆς τὰς ἄνω πύλας, καὶ συν άψαι τὴν γῆν οὐρανῷ, Θεὸν ὄντα κατὰ ἀλήθειαν ἀπέφηνεν αὐτόν. Οὐκοῦν ἐν καιρῷ κελεύει σιγῆσαι τὸ μυστήριον, ἄχρις ἂν ὁ σύμπας τῆς οἰκονομίας λό γος, εἰς τὸ αὐτῷ πρέπον ἐξέλθῃ πέρας· τότε γὰρ ἐγηγερμένος ἐκ νεκρῶν, ἀπογυμνοῦσθαι τοῖς ἁπαν ταχόσε γῆς προστέταχε τὸ μυστήριον, προθεὶς ἅπασι τὴν ἐν πίστει δικαίωσιν, τὴν διὰ τοῦ ἁγίου βαπτί σματος κάθαρσιν· ἔφη γάρ· "Ἐδόθη μοι πᾶσα ἐξ 72.652 ουσία, ἔν τε οὐρανῷ καὶ ἐπὶ τῆς γῆς· πορευθέντες, μαθητεύσατε πάντα τὰ ἔθνη, βαπτίζοντες εἰς τὸ ὄνομα τοῦ Πατρὸς καὶ τοῦ Υἱοῦ καὶ τοῦ ἁγίου Πνεύ ματος· διδάσκοντες αὐτοὺς τηρεῖν πάντα ὅσα ἐν ετειλάμην ὑμῖν. Καὶ ἰδοὺ ἐγὼ μεθ' ὑμῶν εἰμι πάσας τὰς ἡμέρας, ἕως τῆς συντελείας." Μεθ' ἡμῶν γάρ ἐστιν καὶ ἐν ἡμῖν διὰ τοῦ ἁγίου Πνεύματος, καὶ ταῖς ἁπάντων ψυχαῖς ἐναυλίζεται Κύριος. 9Ὃς γὰρ ἂν ἐπαισχυνθῇ με, κ.τ.λ.9 (B f. 92) Πολλὰ κατὰ ταὐτὸν ἐργάζεται χρήσιμά τε καὶ ἀναγκαῖα διὰ τούτων τῶν λόγων. Πρῶτον μὲν δείκνυσιν ὅτι πάντη τε καὶ πάντως ἕψεται τοῖς αἰ σχυνομένοις αὐτὸν καὶ τοὺς αὐτοῦ λόγους τὸ τῶν ἴσων τυχεῖν. Τί δ' ἂν γένοιτο ἴσον εἰς εὐθυμίας δύ ναμιν; Εἰ γὰρ ἐπαισχύνεταί τινας ὁ κριτὴς, ὡς ἐποφείλων αὐτοῖς τὸν τῆς εὐπειθείας μισθὸν, καὶ τῆς εἰς αὐτὸν ἀγάπης τὰ γέρα, καὶ τὸν τῆς εὐνοίας στέφανον, πῶς οὐκ ἔστιν ἀναμφιλόγως εἰπεῖν, ὅτι πάντη τε καὶ πάντως ἐν ἀτελευτήτοις ἔσονται τιμαῖς τε καὶ δόξαις οἱ τῶν οὕτω λαμπρῶν τετυχηκότες ἀγαθῶν; Εἶτα πρὸς τούτοις φόβον αὐτοῖς ἐντίκτει, καταβήσεσθαι λέγων ἐξ οὐρανοῦ, οὐκ ἐν σμικροπρε πείᾳ τῇ πρώτῃ καὶ ὑφέσει τῇ καθ' ἡμᾶς, ἀλλ' ἐν δόξῃ τῇ τοῦ Πατρὸς, δορυφορούντων ἀγγέλων. Οὐκ οῦν παγχάλεπον καὶ ὀλέθρου μεστὸν τὸ καταγνω σθῆναι μὲν ἐπὶ δειλίᾳ τε καὶ ἀφιλεργίᾳ, καταφοι τήσαντος ἄνωθεν τοῦ κριτοῦ, καὶ ἀγγελικῶν ταγμά των περιεστηκότων. Μέγα δὲ καὶ παντὸς θαύματος ἄξιον, καὶ τῆς εἰς λῆξιν εὐημερίας πρόξενον, τὸ ἐπὶ τοῖς ἤδη προπεπονημένοις χαίρειν αὐτοὺς, καὶ τὸ προσδοκᾷν τῶν ἱδρώτων τὰς ἀμοιβάς. Ἐπαινεθή σονται γὰρ οἱ τοιοῦτοι, Χριστοῦ λέγοντος· "∆εῦτε, οἱ εὐλογημένοι τοῦ Πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κό σμου. 9Λέγω δὲ ὑμῖν· εἰσί τινες τῶν ὦδε ἑστηκότων, κ.τ.λ.9 (B f. 92, E f.127, F f. 811 b) Οὔπω τὴν ἐξ ὕψους δύναμιν ἐσχηκότας τοὺς μαθητὰς, εἰκὸς ἦν ἀνθρω πίναις ἀσθενείαις περιπεσεῖν, καί τι τοιοῦτον περὶ αὐτοῦ ἐννενοηκότας εἰπεῖν· Πῶς ἀρνήσεταί τις ἑαυ τόν; ἢ πῶς ἀπολέσας τὴν ἑαυτοῦ ψυχὴν εὐρήσει πάλιν αὐτήν· τί δὲ τοῖς τοῦτο παθοῦσι τὸ ἰσοστα τοῦν ἔσται γέρας; Ἵνα τοίνυν τῶν τοιούτων αὐτοὺς ἀποστήσῃ λογισμῶν, καὶ οἷον μεταχαλκεύσῃ πρὸς εὐανδρίαν, τῆς ἐσομένης αὐτῆς εὐκλείας ἐπιθυμίαν ἐντεκών φησι· "Λέγω δὲ ὑμῖν, εἰσί τινες τῶν ὧδε ἑστηκότων," καὶ τὰ ἑξῆς. Βασιλείαν δὲ Θεοῦ αὐτὴν τὴν θέαν λέγει τῆς δόξης, ἐν ᾗ καὶ αὐτὸς ὀφθήσεται, 72.653 καθ' ὃν καιρὸν ἐπιλάμψει τοῖς ἐπὶ γῆς. Ἥξει γὰρ ἐν δόξῃ, καὶ τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ οὐκ ἐν σμικρο πρεπείᾳ τῇ καθ' ἡμᾶς· ταῦτα ὑποσχόμενος ἄνεισιν εἰς τὸ ὄρος, τρεῖς αὐτῶν τοὺς ἀπολέκτους ἔχων. (Ε f. 344) ∆εικνὺς ὅτι χθαμαλὸς νοῦς οὐκ ἂν γένοιτο πρὸς θεωρίαν ἐπιτήδειος, ἀλλ' ὁ τῶν γηΐνων κατ επαρθεὶς καὶ ὑπεράνω πάντων τῶν κατὰ σῶμα γε νόμενος, καὶ ἔξω φροντίδων βιωτικῶν κατ' ἰδίαν ἐν ἡσυχίᾳ καταστὰς, καὶ τῆς τῶν παθῶν ὑψηλότερος καταδυναστείας χρηματίσας. Εἶτα μεταπλάττεται πρὸς ἐξαίρετόν τινα καὶ θεοπρεπῆ λαμπρότητα, ὥστε καὶ ἱματισμὸν αὐτοῦ τῇ τοῦ φωτὸς προσβολῇ δια λάμψαι, καὶ ὅσον ἀπαστράψαι δοκεῖν. Εἶτα Μωϋσῆς καὶ Ἠλίας περιεστηκότες τὸν Ἰησοῦν προσελάλουν ἀλλήλοις τὴν ἔξοδον αὐτοῦ, ἣν ἔμελλε πληροῦν, φη σὶν, ἐν Ἱερουσαλὴμ, τουτέστι τῆς μετὰ σαρκὸς οἰκο νομίας τὸ μυστήριον, καὶ τὸ ἐπὶ τοῦ σταυροῦ σωτή ριον πάθος. Καὶ γάρ ἐστιν ἀληθὲς, ὅτι ὁ διὰ Μωϋ σέως νόμος καὶ τῶν ἁγίων προφητῶν ὁ λόγος, τὸ Χριστοῦ μυστήριον προανέδειξαν, ὁ μὲν ἐν τύποις καὶ σκιαῖς, μονονουχὶ καθάπερ ἐν πίνακι